§407ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
“如果我当时在场,我也会这么说的。
§408μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος §409παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν· §410αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν· §411κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους· §412ὁρᾶτε μέν με δεόμενον σωτηρίας §413τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ §414ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
” 在他之后,极其圆滑的埃瓦翁赤身裸体地走上前来,在大多数人看来是这样;尽管他自己坚称穿着外套;接着他发表了一番极具煽动性的演讲: ‘诸位,你们看我自己也需要价值四斯塔特尔的拯救;但尽管如此,我还是要说你们将如何拯救城邦和公民。
§415ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς §416χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ, §417πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.
因为如果漂洗工们在太阳刚刚偏转时,给需要的人提供斗篷,我们中就绝不会有人再患上肋膜炎。
§418ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα, §419ἰέναι καθευδήσοντας ἀπονενιμμένους §420ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ §421χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.
至于那些既没有床也没有被褥的人,洗净身体后,到皮革匠那里睡觉;如果皮革匠在冬天紧锁大门,就该被罚三张羊皮毯。
§422νὴ τὸν Διόνυσον χρηστά γʼ·
’ “凭狄奥尼索斯发誓,真是好主意!
εἰ δʼ ἐκεῖνά γε §423προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν, §424τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας §425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, §426ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
如果他再加上以下这点,就绝不会有人投反对票了:粮食商必须给所有穷人提供三科伊尼克斯的麦粉作为晚餐,否则就要遭殃,好让大家能分享到那瑙西库得斯的好处。
§427μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας §428λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ §429δημηγορήσων, κἀπεχείρησεν λέγειν §430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
” “在此之后,一个长相俊美、像尼基阿斯一样白皙的年轻人跳了出来,准备发表公开演讲,他试图说道:应当把城邦的管理权移交给妇女。
§431εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι, §432τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν §433ἀνεβορβόρυξαν.
” “于是,鞋匠那帮乌合之众便起哄大喊,说他说得对,而从乡下来的人们则发出了不满的抱怨声。
§433bνοῦν γὰρ εἶχον νὴ Δία.
” “凭宙斯发誓,因为乡下人有脑子嘛。
§434ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ, §435τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ §436πολλὰ κακά.
” “但他们人数较少;他用洪亮的嗓门压倒了他们,极力赞美妇女,而对你说了许多坏话。
§436bκαὶ τί εἶπε;
” “那他说了些什么?
§437bκαὶ σέ;
” “还有你吗?
§437cμή πω τοῦτʼ ἔρῃ.
” “先别急着问这个。
§438κἄπειτα κλέπτην.
接着说是个小偷。
§438bἐμὲ μόνον;
” “单单说我?
§439bἐμὲ μόνον;
” “单单说我吗?
§440bτίς δὲ τοῦτʼ ἄλλως λέγει;
” “谁说不是呢?
§441γυναῖκα δʼ εἶναι πρᾶγμʼ ἔφη νουβυστικὸν §442καὶ χρηματοποιόν· κοὔτε τἀπόρρητʼ ἔφη §443ἐκ Θεσμοφόροιν ἑκάστοτʼ αὐτὰς ἐκφέρειν, §444σὲ δὲ κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
” “他还说,女人是极其聪明、善于理财的;而且他说她们绝不会泄露每年的特斯摩福里亚节的秘密,而做议员的你和我却总是干这种泄密的事。
§445καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γʼ οὐκ ἐψεύσατο.
” “凭赫尔墨斯发誓,这点他可没说谎。
§446ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη §447ἱμάτια χρυσίʼ ἀργύριον ἐκπώματα §448μόνας μόναις, οὐ μαρτύρων ἐναντίον, §449καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν, §450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
” “接着他说,妇女们彼此之间借用外套、金器、银器、杯子,只是私底下相互往来,无需证人在场,并且全都如数归还,绝不据为己有,而他说我们中的大多数人却总干这种赖账的事。
§451νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
” “凭波塞冬发誓,而且我们还是当着证人的面赖账!
§452οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν §453δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά, §454ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
” “她们不作告密者,不提起诉讼,也不推翻民主制度,此外,还有许多极其繁多的优点,他都对妇女们大加赞赏。
§455τί δῆτʼ ἔδοξεν;
” “那么最后决定了什么?
ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει §457οὔπω γεγενῆσθαι.
因为这似乎是城邦里唯一还没有发生过的事。
§457bκαὶ δέδοκται;
” “真的通过决议了?
§457cφήμʼ ἐγώ.
” “我敢说,是的。
§459bοὕτω ταῦτʼ ἔχει.
” “正是如此。
§460οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή;
” “这么说,以后去法庭的不是我,而是我老婆?
§461οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
” “以后不再是你养家糊口,而是你老婆养你。
§462οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
” “那么,大清早叹气也不再是我的事了吗?
” “凭宙斯发誓,对啊,这些事现在全归妇女管了;你只管呆在家里不声不响地放屁就是了。
§465ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, §466μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας §467ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν— §467bτί δρᾶν;
” “对于我们这个年纪的人来说,有一点挺可怕的:万一她们掌握了城邦的缰绳后,强迫我们——” “强迫干什么?
§468κινεῖν ἑαυτάς.
” “跟她们同房。
§468bἢν δὲ μὴ δυνώμεθα;
可如果我们力不从心呢?
§469ἄριστον οὐ δώσουσι.
” “那她们就不给你饭吃。
§471τὸ πρὸς βίαν δεινότατον.
” “被强迫这事最可怕了。
§473λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, §474ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα, §475ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
毕竟长老们有句俗话说,无论我们做出多么愚笨荒谬的决定,最终都会转化为对我们有利的好结果。
§476καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.
” “但愿真的有利吧,噢,尊贵的帕拉斯女神和众神啊。
§477ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.
那我先走了;你多保重。
§477bκαὶ σύ γʼ ὦ Χρέμης.
” “你也是,克雷墨斯。
§478ἔμβα χώρει.
” “迈步前进。
§479ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
” “男人们当中有谁在跟着我们吗?
§480στρέφου σκόπει, §481φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι, §482μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
” “转过身去瞧瞧,安全看好你自己,因为无赖很多,免得后面有人盯上我们的装束。