Humanitext Reader

阿里斯托芬 · 公民大会妇女 §166-247

普拉克萨哥拉的演说与妇女掌权提议

第 3 段,共 15 段 · 希腊语

内容简介

普拉克萨哥拉代表妇女们开始进行演说演练,她批评了雅典政治的混乱,并从妇女对传统的忠诚以及生活智慧出发,极有说服力地论证了为何应该将国政托付给妇女。听到这番话的妇女们对她的聪明才智心服口服,并选举她为领袖。

§166γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
“又说‘妇女们’,你这个糊涂蛋! 你把男人叫做女人吗?
§167διʼ Ἐπίγονόν γʼ ἐκεῖνον· ἐπιβλέψασα γὰρ §168ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
” “都是因为那个埃皮戈诺斯;因为我朝那边望去,还以为是在对女人们说话呢。
§169ἄπερρε καὶ σὺ καὶ κάθησʼ ἐντευθενί· §170αὐτὴ γὰρ ὑμῶν γʼ ἕνεκά μοι λέξειν δοκῶ §171τονδὶ λαβοῦσα.
” “你也走开,坐在那边去;为了你们大家,我觉得还是我自己来发言吧,拿上这个。
τοῖς θεοῖς μὲν εὔχομαι §172τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
我向神明祈祷,能够成功实现我们的计划。
§173ἐμοὶ δʼ ἴσον μὲν τῆσδε τῆς χώρας μέτα §174ὅσονπερ ὑμῖν· ἄχθομαι δὲ καὶ φέρω §175τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
对我而言,在这个国家所占的份子与你们完全一样;但我深感忧虑,重重地承受着这个城邦的所有事务。
§176ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην §177ἀεὶ πονηροῖς· κἄν τις ἡμέραν μίαν §178χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
因为我看到这个城邦所任用的领导人总是些恶棍;即便有人在一天里表现得好,接下来十天他就会变坏。
§179ἐπέτρεψας ἑτέρῳ· πλείονʼ ἔτι δράσει κακά.
你若是托付给另一个,他会做出更多坏事来。
§180χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν, §181οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε, §182τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖθʼ ἑκάστοτε.
要规劝你们这些难以取悦的男人本就困难,你们害怕那些想要爱戴你们的人,却总是去恳求那些不愿爱戴你们的人。
§183ἐκκλησίαισιν ἦν ὅτʼ οὐκ ἐχρώμεθα §184οὐδὲν τὸ παράπαν· ἀλλὰ τόν γʼ Ἀγύρριον §185πονηρὸν ἡγούμεσθα· νῦν δὲ χρωμένων §186ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν, §187ὁ δʼ οὐ λαβὼν εἶναι θανάτου φήσʼ ἀξίους §188τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τἠκκλησίᾳ.
过去有一段时间,我们根本不举行公民大会;但那时,我们至少还认为阿居里奥斯是个恶棍;但现在我们举行大会了,领到津贴的人赞不绝口,而没领到的人则说,在公民大会上谋求领薪津的人都该被判死刑。
§189νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
” “凭阿佛洛狄忒发誓,你这话说的真好!
§190τάλαινʼ Ἀφροδίτην ὤμοσας;
” “你这个蠢女人,竟然凭阿佛洛狄忒起誓?
χαρίεντά γʼ ἂν §191ἔδρασας, εἰ τοῦτʼ εἶπας ἐν τἠκκλησίᾳ.
要是你在公民大会上说出这话,那你可就干得漂亮了!
§192ἀλλʼ οὐκ ἂν εἶπον.
” “但我本不会说的。
§192bμηδʼ ἐθίζου νῦν λέγειν.
” “现在也别养成说这话的习惯。
§193τὸ συμμαχικὸν αὖ τοῦθʼ, ὅτʼ ἐσκοπούμεθα, §194εἰ μὴ γένοιτʼ, ἀπολεῖν ἔφασκον τὴν πόλιν· §195ὅτε δὴ δʼ ἐγένετʼ, ἤχθοντο, τῶν δὲ ῥητόρων §196ὁ τοῦτʼ ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
还有,关于那个盟约,当我们讨论时,他们曾说,若是不成,城邦就会灭亡;可一旦成立了,他们又抱怨起来,而在辩论家中,说服大家同意此事的那个人,立刻开溜逃之夭夭了。
§197ναῦς δεῖ καθέλκειν· τῷ πένητι μὲν δοκεῖ, §198τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
‘必须让战船下水’;穷人赞成,但富人和农民却反对。
§199Κορινθίοις ἄχθεσθε, κἀκεῖνοί γέ σοι· §200νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
你们对科林斯人生气,而他们也同样对你们生气;现在他们是友好的,所以你现在也要表现友好。
§201Ἀργεῖος ἀμαθής, ἀλλʼ Ἱερώνυμος σοφός· §202σωτηρία παρέκυψεν, ἀλλʼ ὡρᾴζεται §203Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
阿耳戈斯人愚蠢,但希埃罗纽莫斯聪明;救星显露了身影,但是特拉叙布洛斯自己因为没被请去而拿乔。
§204ὡς ξυνετὸς ἁνήρ.
” “这人多聪明啊!
§204bνῦν καλῶς ἐπῄνεσας.
” “这次你称赞得很好。
§205ὑμεῖς γάρ ἐστʼ ὦ δῆμε τούτων αἴτιοι.
因为,民众啊,你们自己才是这些事的罪魁祸首。
§206τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα §207ἰδίᾳ σκοπεῖσθʼ ἕκαστος ὅ τι τις κερδανεῖ, §208τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
因为你们拿着公款当津贴,每个人私下里只盘算自己能捞到什么好处,而公共利益却像埃西莫斯一样东倒西歪。
§209ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθʼ ἔτι.
因此,如果你们听从我的话,就还有救。
§210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν §211ἡμᾶς παραδοῦναι.
因为我说,我们必须把城邦托付给妇女。
καὶ γὰρ ἐν ταῖς οἰκίαις §212ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
因为在我们的家庭中,我们也是让她们来当管理者和管家。
§213εὖ γʼ εὖ γε νὴ Δίʼ εὖ γε.
” “好极了,好极了,凭宙斯发誓,好极了!
§213bλέγε λέγʼ ὦγαθέ.
” “说吧,说吧,好汉子!
§214ὡς δʼ εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες §215ἐγὼ διδάξω.
” “至于她们在品性上如何优于我们,由我来指明。
πρῶτα μὲν γὰρ τἄρια §216βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον §217ἁπαξάπασαι, κοὐχὶ μεταπειρωμένας §218ἴδοις ἂν αὐτάς.
首先,所有人按照古老的规矩在热水里洗染,无一例外,你绝不会看到她们去尝试别的新方法。
ἡ δʼ Ἀθηναίων πόλις, §219εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, §220εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
然而雅典城邦,如果一件事进行得好,本来是可以得救的,偏要多管闲事去捣鼓别的新花样。
§221καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ· §222ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ· §223τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ· §224πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ· §225τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ· §225aμοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ· §226αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ· §227οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ· §228βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
她们坐着烘烤,和以前一模一样;她们用头顶着东西,和以前一模一样;她们庆祝地母节,和以前一模一样;她们烘焙扁饼,和以前一模一样;她们折磨自己的丈夫,和以前一模一样;她们在家里藏着奸夫,和以前一模一样;她们给自己买私房美食,和以前一模一样;她们喜爱喝纯温酒,和以前一模一样;她们乐于欢爱,和以前一模一样。
§229ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν §230μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα §231τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ §232ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, §233ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες §234σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία §235τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
因此,男子汉们,把城邦交给她们,我们不要唠唠叨叨,也不要过问她们到底打算怎么做,而是用简单的方式听凭她们去治理,只需考虑以下这几点:首先,作为母亲,她们一定会渴望保护士兵们的安全;其次,说到粮食,谁能比生身母亲送去得更慷慨充裕呢?
§236χρήματα πορίζειν εὐπορώτατον γυνή, §237ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ· §238αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
筹措资金,女人是最有门路的,并且在她执政时,也绝不会被欺骗;因为她们自己就习惯了欺骗别人。
§239τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι, §240εὐδαιμονοῦντες τὸν βίον διάξετε.
其余的事我就不多说了;如果你们在这些事上听我的,你们将一辈子过上幸福的生活。
§241εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
” “说得太好了,我最甜美的普拉克萨哥拉,真聪明!
§242πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;
” “你这个傻姑娘,到底是从哪儿把这些学得这么好的?
§243ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί· §244ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
” “在避难期间,我和丈夫一起住在普尼克斯;后来,我通过倾听那些演讲家,就把这些彻底学会了。
§245οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή· §246καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν §247αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
” “难怪啊,亲爱的,你竟然如此机敏和聪明;我们女人们立刻就选你来当将军,只要你能实现心里盘算的这些计划。 ”

词汇与语法注释

  1. §170λέξειν δοκῶ — 这是带有将来时不定式 λέξειν 的主动用法 δοκῶ,意为“我打算发言”或“我想我将发言”。由于不定式的逻辑主语与主句主语相同,因此修饰分词 λαβοῦσα 和强调代词 αὐτή 均使用主格。
  2. §181οἳ τοὺς φιλεῖν — 关系代词 οἵ 在语法上的先行词是 §180 的 ἄνδρας(第三人称复数),但由于关系从句中的动词为第二人称复数(δεδοίκατε),因此该结构在逻辑上转为了对听众的直接第二人称呼唤(“你们这些……的男人”)。
  3. §193τὸ συμμαχικὸν αὖ τοῦθʼ — 该主格名词短语作为“独立主格”(nominativus pendens)或提题句置于句首,不直接参与后文的格支配,旨在引出后文论述的核心主题(“至于那个同盟关系……”)。
  4. §219οὐκ ἂν ἐσῴζετο, εἰ μή — 这是一个带有 ἄν 和直说过去时的反事实条件句。它以极具讽刺意味的逆说表明,雅典这个城邦哪怕现状良好也无法维持生存,“除非它不断折腾别的新花样”,以此讽刺雅典人喜新厌旧、好大喜功的国民性格。

引用这一段

阿里斯托芬, 公民大会妇女 §166-247. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg010.humanitext-grc2:166-247

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。