Humanitext Reader

阿里斯托芬 · 和平 §846-930b

交付忒俄里亚与商定献给和平女神的祭品

第 11 段,共 16 段 · 希腊语

内容简介

特里盖俄斯将忒俄里亚移交给议会,并通过节日与性暗示的体育竞技比喻来庆祝和平的归来。随后,他们讨论了祭祀和平女神的合适牺牲。

§846ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
我这就先把这位忒俄里亚移交给议会。
§847πόθεν δʼ ἔλαβες ταύτας;
不过,你从哪里弄来这些女人的?
§847bὁπόθεν;
从哪里?
ἐκ τοὐρανοῦ.
从天上。
§848οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον, §849εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
我再也不会为神明花上三个奥博尔了,如果他们像我们凡人一样经营着妓院。
§850οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
不,但在那边也有一些人靠这些东西生活。
§851ἄγε νυν ἴωμεν.
来,我们走吧。
§851bεἰπέ μοι, δῶ καταφαγεῖν §852ταύτῃ τι;
告诉我,我要不要给这位吃点什么东西?
§852bμηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν §853οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ §854παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
什么都不用;因为她不会想吃面包或大麦饼,她总是习惯于在上面的神明那里舔食仙馔妙药。
§855λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
那么,在这儿我们也得为她准备一些可舔的东西。
§856εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης, §857ὅσα γʼ ὧδʼ ἰδεῖν, §858τὰ νῦν τάδε πράττει.
这位老人真是幸福,就目前所见,他现在做着这些事。
§859τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;
那么,当你们看到我成为光彩照人的新郎时,又会怎样呢?
§860ζηλωτὸς ἔσει, γέρον, §861αὖθις νέος ὢν πάλιν, §862μύρῳ κατάλειπτος.
你会令人羡慕的,老人家,再次变得年轻,身上涂满了香油。
§863οἶμαι.
我想是的。
τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
那么,当我与她在一起、抚摸她的乳房时,又会怎样呢?
§864εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
你会显得比卡尔基诺斯的旋转独乐还要幸福。
§865οὔκουν δικαίως;
这难道不公道吗?
ὅστις εἰς §865aὄχημα κανθάρου ʼπιβὰς §866ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ §866aἐν τοῖς ἀγροῖσιν αὐτοὺς §867ἅπαντας ὄντας ἀσφαλῶς §867aβινεῖν τε καὶ καθεύδειν.
我登上了蜣螂的战车,拯救了希腊人,以至于他们所有人在田野里安全地交欢并安睡。
§868ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά· §869ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
姑娘已经洗过澡了,臀部也很漂亮;烤饼已经烤好,芝麻饼也捏好了。
§870καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
其他一切也都准备就绪;但我们还需要那话儿。
§871ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν §872ἀνύσαντε τῇ βουλῇ.
来,我们赶紧把这位忒俄里亚移交给议会吧。
§872bτίς αὑτηί;
这是谁?
§872cτί φῄς;
你说什么?
§873αὕτη Θεωρία ʼστίν.
这就是忒俄里亚。
§873bἣν ἡμεῖς ποτε §874ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;
就是我们曾经带着微醺去布劳隆时,亲近过的那个女人?
§875σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.
确实如此,而且还是费了好大劲才抓到的。
§875bὦ δέσποτα §876ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
噢,老爷,她的臀部承载着多么伟大的五年一度的节日啊。
§877εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
好啦,你们中谁是正直的人,到底是谁?
§878τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
谁来接管她,并为议会好好看守?
§879οὗτος τί περιγράφεις;
喂,你在地上画些什么呢?
§879bτὸ δεῖνʼ εἰς Ἴσθμια §880σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
没什么,我在为伊斯特米亚竞技会用我的那话儿占一个自己的帐篷。
§881οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων.
你们还不说谁来看守。
δεῦρο σύ· §882καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
你到这儿来;因为我要自己把她带到中间放下。
§883ἐκεινοσὶ νεύει.
那个人在点头。
§883bτίς;
谁?
§883cὅστις;
还能有谁?
Ἀριφράδης, §884ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.
阿里弗拉德斯,正恳求把她带到自己那里。
§884bἀλλʼ ὦ μέλε §885τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
但是,我的好朋友,他会扑上去,把她的体液舔得一干二净的。
§886ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
来,你先在地上把行李放下。
§887βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
议会啊,执政委员们啊,看哪,这就是忒俄里亚。
§888σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων, §889ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει §890ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
看看我给你们带来了多少好东西,让你们可以立刻抬起双腿,将她的“升空”付诸实行。
§891τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.
看看我们的这个厨房(臀部)是多么美丽。
§892διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν §893πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
正因为如此,它才被熏黑了;因为在战争之前,议会的五徳(便盆)曾在这里。
§894ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν §895ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, §896ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι, §897πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι, §898καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς §899παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει· §900τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε, §901ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, §902ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα §903φυσῶντα καὶ πνέοντα προσκινήσεται· §904ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι §905περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
然后明天,你们拥有了她,就可以立即举办一场非常精彩的竞技会,在地上摔跤,四脚着地俯卧,侧向摔倒,双膝跪地俯首,并涂上油,像年轻人那样进行潘克拉辛竞技,用拳头和那话儿一同击打和挖掘;在此之后,第三天你们将举行赛马,在那儿,赛马将骑在另一匹赛马上,而战车一辆接一辆地倾覆,喘着粗气互相撞击;其他的御者则会露着那话儿躺着,纷纷倒在转弯处。
§906ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
来吧,执政委员们,请接受忒俄里亚。
§907θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.
瞧,执政委员接受得多么热切。
§908ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει, §909ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.
但如果你必须带点嫁妆来,你可不会这样,而我会发现你只会伸出双手去迎接休战协定。
§910ἦ χρηστὸς ἀνὴρ πολίτης §911ἐστὶν ἅπασιν ὅστις §911aγʼ ἐστὶ τοιοῦτος.
他真是个好公民,对所有人来说,只要是这样的人。
§912ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
等到收获季节,你们就会更清楚我是怎样的人了。
§913καὶ νῦν σύ γε δῆλος εἶ· §914σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις §915γεγένησαι.
现在你已经很明显了;因为你成了所有人的救主。
§916φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
等你喝干一大杯新酒时,你就会这么说了。
§917καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
除了神明之外,我们永远把你当成第一人。
§918πολλῶν γὰρ ὑμῖν ἄξιος §919Τρυγαῖος ἁθμονεὺς ἐγώ, §920δεινῶν ἀπαλλάξας πόνων §920aτὸν δημότην ὅμιλον, §921καὶ τὸν γεωργικὸν λεὼν §921aὙπέρβολόν τε παύσας.
因为我,阿特莫农的特里盖俄斯,对你们来说大有价值,我将平民百姓从可怕的劳役中解脱,救了农夫们,并终结了许佩尔博洛斯。
§922ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
来吧,我们两个接下来该做什么?
§923τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;
还能做什么,当然是用锅来供奉她?
§924χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
用锅?
§925τί δαὶ δοκεῖ;
就像对待备受冷落的赫耳墨斯小像那样? 那该怎么办?
βούλεσθε λαρινῷ βοΐ;
你们要一头肥牛吗?
§926βοΐ;
牛?
μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
万万不可,免得我们必须到哪里去救援(谐音)。
§927ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;
那么,用一头又肥又大的母猪?
§927bμὴ μή.
别,别。
§927cτιή;
为什么?
§928ἵνα μὴ γένηται Θεογένους ὑηνία.
免得出现像戴奥革尼斯那样的猪猡行径。
§929τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
那么剩下的东西里,你觉得用什么好?
§929bὀί.
羊。
§930ὀί;
羊?
§930bναὶ μὰ Δίʼ.
对,对宙斯起誓。

词汇与语法注释

  1. 851bδῶ καταφαγεῖν — 虚拟语气 `δῶ` 是表示商量或意愿的虚拟语气(“要我给……吗?”)。紧接着的不定式 `καταφαγεῖν` 表示目的,修饰所给之物。
  2. 865ὅστις — 关系代名词 `ὅστις` 指代一个隐含的第一人称先行词(特里盖俄斯本人),因此关系从句中的动词使用的是第一人称单数 `ἔσωσα`。
  3. 889ὥστʼ — 连词 `ὥστε` 引导结果从句。宾格 `ὑμᾶς` 作不定式 `καταγαγεῖν` 的逻辑主语,分词 `ἄραντας` 在性、数、格上与该宾格主语保持一致。

引用这一段

阿里斯托芬, 和平 §846-930b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:846-930b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。