Humanitext Reader

阿里斯托芬 · 和平 §746-845

颂扬诗人的功绩与特里盖奥斯重返凡间

第 10 段,共 16 段 · 希腊语

内容简介

歌队领队颂扬了阿里斯托芬提升喜剧艺术并反抗怪物克莱翁的功绩,呼吁观众给予支持,同时批评了竞争对手拙劣的舞蹈和歌唱。随后,特里盖奥斯从天上返回,与仆人重聚,讨论了他在天上的见闻以及死者灵魂变成星星的传闻,并吩咐为他与奥波拉的婚礼做好准备。

§746ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες;
噢,你这倒霉鬼,你的皮肉怎么了?
μῶν ὑστριχὶς εἰσέβαλέν σοι §747ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;
难道皮鞭带了大军攻入你的肋旁,把你的后背剃成光秃秃的秃山了吗?
§748τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ §749ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας §750ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, §751οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας, §752ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει, §753διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους, §754καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι, §755οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, §756ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο §757περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, §758φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
清除了这些恶俗、糟粕以及下流的插科打诨后,他为我们创造了伟大的艺术,并将它高高筑起,用的是宏伟的言辞、深邃的思想和绝非庸俗街头的讽刺,他并不在喜剧中嘲弄普通的小人物或妇女,而是怀着某种赫拉克勒斯般的怒火,向最强大的对手发起挑战,他跨越了可怕的皮革臭气和满是污泥的恶毒威胁,首先,我与那尖牙利齿的怪物本人搏斗,从它的眼睛里射出女恶狗般最可怕的光芒,而在它的头颅周围,围着一百个注定要哀号的谄媚者的脑袋,正咝咝地舔着舌头,它拥有如同孕育了毁灭的急流般的声音,以及海豹的气味、拉米亚肮脏的睾丸,和骆驼的肛门。
§759τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων §760ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων.
见到这样的怪物我并未畏惧,而是为了你们而战,始终坚持抵抗,同时也为了其他岛邦。
ὧν οὕνεκα νυνὶ §761ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
因此,在如今你们理当向我报恩,并牢记于心。
§762καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν §763παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν, §764παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
因为以往我在得意成功时,并没有去摔跤场逗留徘徊,去勾引男孩子,而是收拾好我的行囊,立刻离去,极少令人痛苦,极大令人快乐,提供了所有需要的东西。
§765πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ §766καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας· §767καὶ τοῖς φαλακροῖσι παραινοῦμεν §768ξυσπουδάζειν περὶ τῆς νίκης.
为此,应当与我同在,无论成年人还是小孩子;我们也奉劝那些秃顶的人,共同为我们的胜利而努力。
§769πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ §770κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις, §771φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ §772τῶν τρωγαλίων, καὶ μἀφαίρει §773γενναιοτάτου τῶν ποιητῶν §773bἀνδρὸς τὸ μέτωπον ἔχοντος .
因为一旦我获胜,大家都会在餐桌上和宴席间说道: “拿给那个秃子,赏给那个秃子一些点心,可不要夺走这位最高贵的诗人的,这位拥有宽阔额头的男人的。
§775Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦ §776τοῦ φίλου χόρευσον, §777κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας §780καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει.
” 缪斯啊,愿你推开战争,与我你的朋友,一同起舞吧,颂扬神明的婚礼、凡人的盛宴以及神明的庆典;因为这些自始就是你所关切的事。
§781ἢν δέ σε Καρκίνος ἐλθὼν §782ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι, §785μήθʼ ὑπάκουε μήτʼ ἔλθῃς §786συνέριθος αὐτοῖς, §787ἀλλὰ νόμιζε πάντας §788ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς §790ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας.
但如果卡尔基诺斯走来,哀求你与他的儿子们一同起舞,既不要理会他,也别去去当他们的帮手,只管把他们全都看作是家养的鹌鹑,缩颈的舞者,矮人般的身躯,羊粪蛋的碎屑,窥伺舞台机关的家伙。
§791καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας §795εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
因为他们的父亲曾说,出乎意料的是,黄鼠狼在傍晚掐死了他的戏剧。
§797τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων §798τὸν σοφὸν ποιητὴν §800ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν §801ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμος §802μηδὲ Μελάνθιος, οὗ δὴ
美发的美惠女神的这般世俗歌谣,聪明的诗人应当歌唱,当春天燕子栖息着鸣啭,而莫尔西莫斯也没有,美兰提奥斯也没有合唱团时。
§805πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ §806ἡνίκα τῶν τραγῳδῶν §807τὸν χορὸν εἶχον ἁδελφός §808τε και αὐτός, ἄμφω §810Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι, §811γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι· §815ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ §816Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
尤其是那个家伙我曾听过他发出最刺耳的歌声,当在悲剧诗人们获得合唱团,由他的兄弟与他自己带领时,两人都是贪食鱼肉、窥伺鳐鱼的戈耳工和哈耳庇厄,吓唬老太婆、肮脏、腋下有羊骚味、消灭鲜鱼的家伙;对他们狠狠地、大口地吐一口痰,神圣的缪斯啊,同我一起在节日里嬉戏吧。
§819ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
直奔神明那里竟然是如此困难啊!
§820ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
我的两条腿可真是彻底累坏了。
§821μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ.
从上面看,你们可真小。
ἔμοιγέ τοι §822ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ, §823ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
对我来说,从天上看来,你们显得极其险恶,而从这儿看,还要险恶得多呢。
§824ὦ δέσποθʼ ἥκεις;
噢,老爷,您回来了?
§824bὡς ἐγὼ ʼπυθόμην τινός.
正如我从某人那里听说的那样。
§825τί δʼ ἔπαθες;
您怎么了?
§825bἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν §826διεληλυθώς.
走了这么长的一段路,我两条腿疼得厉害。 走了这么长的一段路。
§826bἴθι νυν κάτειπέ μοι— §826cτὸ τί;
那请您告诉我—— 什么事?
§827ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα §828πλανώμενον πλὴν σαυτόν;
除了您自己之外,您在空中还看见别的人在游荡吗?
§828bοὔκ, εἰ μή γέ που §829ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.
没有,除非大概是两三个酒神赞歌教师的灵魂。
§830τί δʼ ἔδρων;
他们在那儿干什么呢?
§830bξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι §831τὰς ἐνδιαεριαυερινηχέτους τινάς.
飞来飞去,在收集那些在云雾空气中飘荡回响的玩意儿。
§832οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα §833ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;
那么,人们所说的“人一死,就会在空中变成星星”,这难道不是真的吗?
§834μάλιστα.
不,是真的。
§834bκαὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
那现在那里有谁变成了星星?
§835Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι §836ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως §837ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
希奥斯的伊翁,他很久以前在这儿写过一首《晨歌》;他一到那里,大家立刻管他叫作“晨星”了。
§838τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες, §839οἳ καόμενοι θέουσιν;
那么,那些在空中奔跑、燃烧着穿梭的星又是什么呢?
§839bἀπὸ δείπνου τινὲς §840τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων, §841ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
那是富有的星辰中有的人吃饱了晚饭正在散步,手里提着火炉,火炉里燃着火呢。
§842ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών, §843καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ, §844στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
好啦,把这女人接过去,尽快带进去,把浴盆洗干净,烧热些水,为我和她铺好新婚的床铺。
§845καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·
办完这些事,你就再回到这儿来;

词汇与语法注释

  1. 746τί τὸ δέρμʼ ἔπαθες — tò dérma 为关系(或方面)宾格,直译为“关于你的皮肤,你遭遇了什么?”。
  2. 753διαβὰς — 分词 diabὰs(diabaínō 的无定过去时主动分词)在此意为“跨越”或“克服”,形象地描绘了诗人勇于面对皮革的恶臭(指代克莱翁)和其威胁的气概。
  3. 762πράξας κατὰ νοῦν — 分词 práxas 与 katà noûn(“顺心如意”)连用,起时间或条件分词的作用,意为“当我在事业上顺心如意地获得成功时”。
  4. 782ἀντιβολῇ ... χορεῦσαι — 虚拟语气动词 antibolêi 是由 ên dé 引导的条件从句的主动词,并以不定式 choreûsai 作为其宾语补足语。
  5. 824bὡς ἐγὼ ʼπυθόμην τινός — hōs 从句作为一种幽默、间接的肯定回答:“正如我自己从某人那里听说的那样(即我已经回来了)。” 动词 eputhómēn 搭配属格 tinós 表示信息的来源。

引用这一段

阿里斯托芬, 和平 §746-845. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:746-845

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。