Humanitext Reader

阿里斯托芬 · 和平 §930c-1026

向和平女神祈祷与准备献祭仪式

第 12 段,共 16 段 · 希腊语

内容简介

特里盖俄斯和仆人准备好祭坛以供奉和平女神,向观众撒大麦粒以开始仪式。他们向女神祈求战争结束和市场繁荣,由于女神不喜欢流血,他们决定在室内宰杀祭羊,而特里盖俄斯则在室外堆放柴火。

§930cἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν §931τὸ ῥῆμʼ.
但这可是个伊奥尼亚式的词。
§931bἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ §932ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι §933ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—
这正是故意的,这样一来,每当有人在公民大会上宣称必须打仗时,坐在下面的人就会因为恐惧而用伊奥尼亚方言大喊:‘喂!
§934εὖ τοι λέγεις.
’—— 说得好啊。
§934bκαὶ τἄλλα γʼ ὦσιν ἤπιοι.
而且让他们在其他方面也温和起来。
§935ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους §936καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
这样我们在性情上对彼此都会像小羊一样,对同盟者也会温和得多。
§937ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών· §938ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.
快去,赶紧把羊牵来;我来准备一个供奉牺牲的祭坛。
§939ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ, §940χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ §941τούτων κατὰ καιρὸν ἀπαντᾷ.
凡是神明所意愿、命运所成就的,无不称心如意,而且一件接着一件,来得正是时候。
§942ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
这真是显而易见;因为祭坛已经就在门外了。
§943ἐπείγετέ νυν ἐν ὅσῳ §944σοβαρὰ θεόθεν κατέχει §945πολέμου μετάτροπος αὔρα.
赶快吧,趁着神明所赐、转变战争方向的狂风还在吹拂。
§946νῦν γὰρ δαίμων φανερῶς §947εἰς ἀγαθὰ μεταβιβάζει.
因为现在神明显然正在将我们转向好事。
§948τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν, §949καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
篮子在这里,里面装着大麦粒、花冠和小刀,还有这火也在这儿,除了那只羊,没有什么能耽搁你们的了。
§950οὔκουν ἁμιλλήσεσθον; ὡς
你们犹疑不决吗?
§951ἢν Χαῖρις ὑμᾶς ἴδῃ, §952πρόσεισιν αὐλήσων ἄκλητος, §953κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι §954φυσῶντι καὶ πονουμένῳ §955προσδώσετε δήπου.
因为要是凯里斯看见你们,他就会不请自来地吹起笛子,到那时候我敢肯定,看着他鼓腮吹气、辛苦巴拉的样子,你们少不得要施舍他点东西。
§956ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα §957περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
来吧,你拿着篮子和圣水,赶紧顺时针绕祭坛走一圈。
§958ἰδού·
瞧!
λεγοις ἂν ἄλλο· περιελήλυθα.
你可以说别的事了;我已经绕完了。
§959φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών, §960σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν, §961καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί, §962καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
来,让我拿着这根火把浸入水中;你快点洒圣水;你呢,把大麦粒呈上来,你自己也洗洗手,把这水盆交给我,并且把大麦粒扔给观众们。
§962bἰδού.
给。
§963ἔδωκας ἤδη;
你已经扔了吗?
§963bνὴ τὸν Ἑρμῆν ὥστε γε §964τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων §965οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
凭赫耳墨斯起誓,确实如此,以至于在座的这班观众里,没有一个人不拿着大麦粒的。
§966οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.
妇女们可没拿到。
§966bἀλλʼ εἰς ἑσπέραν §967δώσουσιν αὐταῖς ἅνδρες.
不过到了晚上,丈夫们会给她们的。
§967bἀλλʼ εὐχώμεθα.
好了,让我们祈祷吧。
§968τίς τῇδε;
这里有谁?
ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;
那些又多又好的人到底在哪儿?
§969τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
让我把圣水洒给这些人吧;因为他们又多又好。
§970τούτους ἀγαθοὺς ἐνόμισας;
你觉得这些人好吗?
§970bοὐ γάρ, οἵτινες
怎么不是呢?
§971ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ §972ἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;
既然我们往他们身上泼了这么多水,他们居然还聚在这个地方站着不动?
§973ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.
那么,我们赶紧祈祷吧。
§973bεὐχώμεσθα δή.
祈祷吧。
§974ὦ σεμνοτάτη βασίλεια θεὰ §975πότνιʼ Εἰρήνη, §976δέσποινα χορῶν, δέσποινα γάμων, §977δέξαι θυσίαν τὴν ἡμετέραν.
噢,最尊贵的王后女神,亲爱的和平,歌舞的主宰,婚礼的主宰,请接受我们的祭献。
§978δέξαι δῆτʼ ὦ πολυτιμήτη §979νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ §980μοιχευόμεναι δρῶσι γυναῖκες.
凭宙斯起誓,请务必接受吧,受人尊崇的女尊,不要像那些通奸的女人那样做。
§981καὶ γὰρ ἐκεῖναι παρακλίνασαι §982τῆς αὐλείας παρακύπτουσιν, §983κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς §984ἀναχωροῦσιν, §985κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.
因为她们也是把院门推开一条缝往外偷看,要是有人注意到她们,她们就缩回去,而等那人一走,她们又探出头来窥视。
§986τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.
请你再也不要对我们做这些事了。
§987μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν §988γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς §989ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη §990τρία καὶ δέκʼ ἔτη,
凭宙斯起誓,反之,请向我们大方地展现你的全身,我们这些爱慕你的人,我们为了你已经憔悴了整整十三年。
§991λῦσον δὲ μάχας καὶ κορκορυγάς, §992ἵνα Λυσιμάχην σε καλῶμεν.
消除战争和骚乱吧,好让我们称呼你为“罢战者(吕西马刻)”。
§993παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας §994τὰς περικόμψους, §995αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους· §996μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας §997πάλιν ἐξ ἀρχῆς §998φιλίας χυλῷ καὶ συγγνώμῃ §999τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν·
也平息我们彼此之间用来闲言碎语的那些过于精明的猜忌吧;让我们希腊人重新用友谊的乳汁融为一体,用更加温和的宽恕来调和我们的心灵。
§999aκαὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν §1000ἐμπλησθῆναι, μεγάλων σκορόδων, §1001σικύων πρῴων, μήλων, ῥοιῶν. §1002δούλοισι χλανισκιδίων μικρῶν· §1003κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν §1004χῆνας νήττας φάττας τροχίλους· §1005καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας, §1006καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους §1007ὀψωνοῦντας τυρβάζεσθαι §1008Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις §1009τένθαις πολλοῖς· κᾆτα Μελάνθιον §1010ἥκειν ὕστερον ἐς τὴν ἀγοράν, §1011τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν, §1012εἶτα μονῳδεῖν ἐκ Μηδείας, §1013ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς §1014τᾶς ἐν τεύτλοισι λοχευομένας·
让我们的市场塞满好货,大头的大蒜、赶早的黄瓜、苹果、石榴,还有给奴隶穿的小外套;让我们看到人们从波俄提亚人那里运来鹅、鸭、林鸽和鹪鹩;还有科派斯鳗鱼成筐地运到,我们在它们周围挤成一团,为买佳肴而吵吵嚷嚷,与莫里科斯、忒勒阿斯、格劳刻忒斯以及其他许多馋鬼一起;然后让梅兰提俄斯晚一步来到市场,发现鳗鱼已经售罄,只能嚎啕大哭,接着独唱起《美狄亚》里的唱段: ‘我完啦,我完啦,失去了在甜菜叶中孕育出来的爱物!
§1015τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.
’ 而人们则在一旁幸灾乐祸。
§1016ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.
受人尊崇的女尊啊,请把这些赐予祈祷着的我们吧。
§1017λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς §1018σφάξεις τὸν οἶν.
拿着刀;然后像个专业厨子一样,把这只羊宰了。
§1018bἀλλʼ οὐ θέμις.
但这不合规矩。
§1018cτιὴ τί δή;
为什么? 到底为什么?
§1019οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς, §1020οὐδʼ αἱματοῦται βωμός.
和平女神当然不喜欢屠宰,她的祭坛也不能染上血。
ἀλλʼ εἴσω φέρων §1021θύσας τὰ μηρἴ ἐξελὼν δεῦρʼ ἔκφερε, §1022χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
所以把羊带进去,祭献之后,把大腿骨切下来拿到这外面来;这样一来,这只羊就给歌队主持省下来了。
§1023σέ τοι θύρασι χρὴ μένοντα τοίνυν §1024σχίζας δευρὶ τιθέναι ταχέως §1025τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.
既然如此,你就得留在门外,赶紧把木柴摆在这儿,并在上面放好所有合适的东西。
§1026οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
你难道不觉得我摆放这些柴火的方式,就像个先知一样神妙吗?

词汇与语法注释

  1. 931bἵνʼ ὅταν ... λέγῃ ... λέγωσʼ — 该结构呈现嵌套层次:在由 ἵνα 引导的目的从句(其主控动词为虚拟式 λέγωσʼ)内,嵌套了一个由 ὅταν + 虚拟式(λέγῃ)构成的泛指条件从句。
  2. 1005ὀψωνοῦντας τυρβάζεσθαι — 这里的一系列不定式(如 τυρβάζεσθαι, ἥκειν, πεπρᾶσθαι 等)承接自 §999a 的 τὴν ἀγορὰν ... ἐμπλησθῆναι,在祈祷文中作为表示愿望或命令的祈愿不定式(Infinitive of wish/command),其主语均采用宾格(对格)。
  3. 1017εἶθʼ ὅπως ... σφάξεις — ὅπως 结合将来指示幕(σφάξεις)的结构是古希腊语口语和喜剧中常见的独立句型,表示强烈的命令或敦促(类似于省略了主句动词的“务必要……”)。

引用这一段

阿里斯托芬, 和平 §930c-1026. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:930c-1026

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。