Humanitext Reader

阿里斯托芬 · 和平 §1027-1103

神托骗子希埃罗克勒斯的阻挠与特律盖奥斯的反驳

第 13 段,共 16 段 · 希腊语

内容简介

特律盖奥斯和奴隶正准备向和平女神献祭,来自奥留斯的神托骗子希埃罗克勒斯前来阻挠。希埃罗克勒斯搬出虚假的神托反对和平,但特律盖奥斯嘲笑他的贪婪,并引用荷马的诗句予以驳斥。

§1027πῶς δʼ οὐχί;
怎么会不是呢?
τί γάρ σε πέφευγʼ §1028ὅσα χρὴ σοφὸν ἄνδρα;
凡是一个聪明人应该懂得的事情,有什么能瞒得过你?
τί δʼ οὐ §1029σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν §1030τόν γε σοφῇ δόκιμον §1031φρενὶ πορίμῳ τε τόλμῃ;
你又有什么不晓得的,凡是对于那凭着聪慧的头脑和通达的勇气而受到赞许的人所合宜的一切?
§1032ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει, §1033καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
无论如何,这燃烧的柴火正让斯蒂尔比德斯也感到压力,我还要把桌子抬来,根本不需要仆人帮忙。
§1034τίς οὖν ἂν οὐκ ἐπαινέσειεν §1035ἄνδρα τοιοῦτον, ὅστις §1035aπόλλʼ ἀνατλὰς ἔσωσε §1036τὴν ἱερὰν πόλιν;
那么,有谁会不称赞这样一个人,他历尽千辛万苦而拯救了这座神圣的城邦?
§1037ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢν §1038ζηλωτὸς ἅπασιν.
因此,你将永远不会停止成为众人羡慕的对象。
§1039ταυτὶ δέδραται.
这事办妥了。
τίθεσο τὼ μηρὼ λαβών.
你拿着这两条大腿骨,放上去吧。
§1040ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.
至于我,我去拿内脏和祭饼。
§1041ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.
这些事就包在我身上;不过你本该早点回来的。
§1042ἰδοὺ πάρειμι.
瞧,我这不是来了。
μῶν ἐπισχεῖν σοι δοκῶ;
你觉得我耽搁了吗?
§1043ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ §1044προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
现在把它们好好烤一烤;因为确实有个人戴着月桂冠朝这边走过来。
§1045τίς ἄρα ποτʼ ἐστίν;
这到底会是谁呢?
§1045bὡς ἀλαζὼν φαίνεται·
看样子真是个骗子。
§1046μάντις τίς ἐστιν.
是个预言家吧。
§1046bοὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης §1047οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
不,凭宙斯起誓,这分明是希埃罗克勒斯,那个从奥留斯来的说神托的骗子。
§1048τί ποτʼ ἄρα λέξει;
他到底会说些什么呢?
§1048bδῆλός ἐσθʼ οὗτός γʼ ὅτι §1049ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
很显然,这家伙一定会对这和解百般阻挠。
§1050οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
不,他是顺着烤肉的香味找进来的。
§1051μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
那我们就假装没看见他。
§1051bεὖ λέγεις.
好主意。
§1052τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
这儿举行的是什么祭祀? 又是给哪位神明的?
§1053ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.
你,闭嘴烤肉,把手从腰肉那儿挪开。
§1054ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;
你们不肯说是在祭祀谁吗?
§1054bἡ κέρκος ποιεῖ §1055καλῶς;
尾巴烤得好吗?
§1055bκαλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη.
烤得极好,亲爱而尊贵的和平女神啊。
§1056ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
来吧,开始献祭,然后把初熟的祭品给我。
§1057ὀπτᾶν ἄμεινον πρῶτον.
先烤熟了更好。
§1057bἀλλὰ ταυταγὶ §1058ἤδη ʼστὶν ὀπτά.
但是这些已经烤熟了。
§1058bπολλὰ πράττεις, ὅστις εἶ.
不管你是谁,你管得真宽。
§1059κατάτεμνε.
把肉切开。
ποῦ τράπεζα;
桌子在哪儿?
τὴν σπονδὴν φέρε.
把奠酒拿过来。
§1060ἡ γλῶττα χωρὶς τέμνεται.
舌头是要单独切出来的。
§1060bμεμνήμεθα.
我们记着呢。
§1061ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;
但你知道该怎么做吗?
§1061bἢν φράσῃς.
只要你指点。
§1061cμὴ διαλέγου §1062νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
别跟我们搭腔;因为我们正在向和平女神献上神圣的祭品。
§1063ὦ μέλεοι θνητοὶ καὶ νήπιοι, §1063bἐς κεφαλὴν σοί.
噢,可怜又愚昧的凡人啊,报应在你自己头上!
§1064οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες §1065συνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις, §1066αἰβοιβοῖ.
你们愚昧无知,不领会神明的意旨,居然与目光凶狠的猴子结盟,你们这些凡人哪,呸,呸!
§1066bτί γελᾷς;
你笑什么?
§1066cἥσθην χαροποῖσι πιθήκοις.
我听到“目光凶狠的猴子”觉得好笑。
§1067καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε, §1068ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
你们这些胆小的海鸟,竟然相信了小狐狸,它们的灵魂充满诡计,它们的心思充满阴谋。
§1068bεἴθε σου εἶναι §1069ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.
你这骗子,但愿你的肺也像这块肉一样滚烫!
§1070εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, §1071μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν— §1072ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.
因为,要不是女神宁芙们欺骗了巴克斯,巴克斯也没有欺骗凡人,宁芙们更没有欺骗巴克斯本人的话—— 你要是再不停止你的神托鬼话,就让你彻底完蛋!
§1073οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι, §1074ἀλλὰ τόδε πρότερον— §1074bτοῖσδʼ ἁλσί γε παστέα ταυτί.
解开和平女神锁链的时机尚未写在神托中,而是要先完成这件事—— 这些肉非得撒上盐不可。
§1075οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν, §1076φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
因为让争斗停息,还不是福乐的神明所悦纳的事,除非狼与绵羊成亲。
§1077καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
你这该死的家伙,狼怎么可能跟绵羊成亲?
§1078ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ, §1078a†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει, §1079τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
正如甲虫逃跑时放出极恶劣的臭气,金翅雀急忙产下双目失明的幼鸟,在那之前,本来不该缔结和平。
§1080ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
那我们该怎么办?
§1081ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον, §1082ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
难道不停止战争,还是要抓阄来看看我们哪一方哭得更厉害,明明我们可以讲和,共同统治整个希腊?
§1083οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
你永远无法让螃蟹直着走路。
§1084οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ, §1085οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
今后你休想再在市政厅里吃白食,事情办成之后,你也别想再兴风作浪。
§1086οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
你永远无法把浑身是刺的刺猬摸平。
§1087ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
你到底什么时候才能停止欺骗雅典人?
§1088ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
你们是根据什么神托,向神明焚烧大腿骨的?
§1089ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος· §1090ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο §1091Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
当然是根据荷马创作出的最美妙的神托: “于是,他们驱散了战争那可恶的阴云,迎来了和平,用牺牲的礼仪安奉了她。
§1092αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο, §1093ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον· §1094χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
待到大腿骨烧尽,他们尝了内脏,便用酒杯奠酒;而我指引着道路;至于那说神托的骗子,谁也没给他闪光的酒杯。
§1095οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.
” 我不参与这些;因为西比拉可没说过这些话。
§1096ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν· §1097ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος, §1098ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
但凭宙斯起誓,聪明的荷马说得很妙: “无宗无族、无天理、无炉灶之人,竟然喜爱那同胞相残、令人战栗的战争。
§1099φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας §1100ἰκτῖνος μάρψῃ.
” 你可得当心,免得谁用诡计蒙蔽了你的心,鸢鹰趁机抢走了肉。
§1100bτουτὶ μέντοι σὺ φυλάττου, §1101ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
不过,你倒是要防备着点,因为这神托对内脏来说确实可怕。
§1102ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
斟上奠酒,把一些内脏拿到这儿来。
§1103ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
既然如此,那我也要自己动手丰衣足食了。

词汇与语法注释

  1. 1037οὐχὶ μὴ παύσῃ — 双重否定词 `οὐχὶ μή` 后接虚拟语气过去时(`παύσῃ`),用以强烈否定未来的可能性,意为“绝不会停止……”。
  2. 1048bδῆλός ἐσθʼ οὗτός γʼ ὅτι — 这是一个先行(prolepsis)句式,即 `ὅτι` 从句中的主语(`οὗτος`)被提前作为主句形容词 `δῆλος` 的主语。字面意思是“他很显然是……”,意即“显然他将……”。
  3. 1061οἶσθʼ ὃ δρᾶσον — 一种希腊语口语惯用语,直译为“你知道该做什么:做吧!”,由 `οἶσθα`(你知道吗)接带命令法(`δρᾶσον`)的关系从句构成,意为“你知道该怎么做吗?”。
  4. 1068bεἴθε σου εἶναι ὤφελεν — 语气词 `εἴθε` 与 `ὤφελεν`(`ὀφείλω` 的过去时直说语气)加不定式(`εἶναι`)连用,表示对现在无法实现的愿望(“但愿你的肺是……”)。
  5. 1082ἐξὸν — 无人称动词 `ἔξεστι` 的中性分词宾格,在此作宾格绝对(accusative absolute)使用,意为“在可能/允许……的情况下”或“既然可以……”。

引用这一段

阿里斯托芬, 和平 §1027-1103. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg005.humanitext-grc2:1027-1103

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。