§1104σπονδὴ σπονδή.
奠酒,奠酒!
§1105ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
倒给我一份,把内脏也分给我一份。
§1106ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν· §1107ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
但这还不是福乐的神明所悦纳的事;而是要先完成这件事,我们奠酒,你滚开。
§1108ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
噢,尊贵的和平女神,愿你伴随我们度过一生。
§1109πρόσφερε τὴν γλῶτταν.
把舌头递过来。
§1109bσὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
你倒是把你的舌头拿开。
§1110σπονδή.
奠酒!
§1110bκαὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
伴着奠酒,快把这个也拿走。
§1111οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
难道没人分我一点内脏吗?
§1114οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
朋友,你求也是白求;因为你永远无法把浑身是刺的刺猬摸平。
§1116bτί δὴ ʼγώ;
那我呢?
§1116cτὴν Σίβυλλαν ἔσθιε.
去吃你的西比拉吧!
凭大地发誓,你们休想两个人独吞这些,我要把它们从你们手里抢过来,反正这肉摆在中间!
§1119ὦ παῖε τὸν Βάκιν.
喂,揍那个巴克斯!
§1119bμαρτύρομαι.
我要控告你们!
§1120κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
我也要作证,说你是个贪嘴的骗子。
§1121παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
拿棍子不停地揍他,那个大骗子!
你来动手;而我,要把他的羊皮,就是他招摇撞骗得来的那些,全给他剥个精光。
§1124οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;
还不快把羊皮放下,你这个献祭的祭司!
§1125ἤκουσας;
听到了吗?
ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.
真是个从奥留斯飞来的老乌鸦。
§1126οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
还不快飞回你的埃吕姆尼翁去!
真是痛快,真是痛快啊,终于摆脱了头盔,还有奶酪和洋葱。
§1130οὐ γὰρ φιληδῶ μάχαις, §1131ἀλλὰ πρὸς πῦρ διέλκων §1132μετʼ ἀνδρῶν ἑταίρων φίλων, §1133ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ §1134δανότατα τοῦ θέρους §1135†ἐκπεπρισμένα†, §1136κἀνθρακίζων τοὐρεβίνθου §1137τήν τε φηγὸν ἐμπυρεύων, §1138χἄμα τὴν Θρᾷτταν κυνῶν §1139τῆς γυναικὸς λουμένης.
因为我不喜欢打仗,而是喜欢在火炉旁痛饮,与亲爱的伙伴们一起,烧着在夏天里砍下的、最干燥的木柴,劈好的木头,在炭火上烤着鹰嘴豆,把橡子丢在火里煨熟,顺便亲吻着色雷斯女仆,趁着妻子正在沐浴。
§1140οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα, §1141τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα, §1142εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη;
因为最美妙的事莫过于庄稼已经播种,上天正洒着细雨,而某个邻居开口说道: “告诉我,科马耳基德斯,这种时候我们做什么好呢?
§1143ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
” “既然上天如此眷顾,我可乐意痛饮一番。
§1144ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας, §1145τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, §1146τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου.
老婆子,快去烘上三升蚕豆,把一些麦子掺在一起,再拿些无花果出来,让叙利亚女仆把马涅斯从田里喊回来。
因为今天绝对无法去修剪葡萄藤,也不能给地松土,因为地里全是泥泞。
§1149κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω· §1150ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, §1151εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας· §1152ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα· §1153ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί· §1154μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων· §1155χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω, §1156ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν, §1157εὖ ποιοῦντος κὠφελοῦντος §1158τοῦ φεοῦ τἀρώματα.
” “还有人从我家里捎只鸫鸟和两只金翅雀来;屋里本该还有些初乳和四块野兔肉,除非黄鼠狼在傍晚时偷走了几块;反正昨晚屋里确实有些动静,乱糟糟的;孩子,把那些拿三个来给我们,留一个送给父亲;再去埃斯奇纳得斯那儿讨些结了果的香桃木枝;顺道让谁把查里纳得斯也喊上,好让他和我们一起痛饮,既然神明大发慈悲,滋润了庄稼。
§1159ἡνίκʼ ἂν δʼ ἀχέτας §1160ᾄδῃ τὸν ἡδὺν νόμον, §1161διασκοπῶν ἥδομαι §1162τὰς Λημυνίας ἀμπέλους, §1163εἰ πεπαίνουσιν ἤ- §1164δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ, §1165τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ· §1166εἶθʼ ὁπόταν ᾖ πέπων, §1167ἐσθίω κἀπέχω §1168χἄμα φήμʼ,
ὧραι φίλαι·
” 当蝉儿唱起甜美的歌谣,我便乐于去张望那雷姆诺斯的葡萄藤,看看它们是否已经成熟;因为那品种天生早熟;看着那早熟的无花果渐渐膨大;待到它熟透的时候,我便吃着它,大口喝酒,同时也呼唤道:“可爱的时令啊!
καὶ §1169τοῦ θύμου τρίβων κυκῶμαι· §1170κᾆτα γίγνομαι παχὺς §1171τηνικαῦτα τοῦ θέρους §1172μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων §1173τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ, §1174ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν· §1175ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα, §1176τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν· §1177κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν §1178τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος. †
”并且捣碎些百里香,调制成麦酒;于是我变得心宽体胖,在那仲夏时节,比起看着那个连神明也厌恶的步兵队长要畅快得多,那家伙戴着三重羽饰,穿着极其显眼的绯红斗篷,他还硬说那是什么萨耳迪斯名产染料;可要是穿着那件绯红斗篷上阵交锋,那时候他自己就被染成了基济科斯染料;接着他就最先逃之夭夭,像一只黄褐色的马鸡,抖动着羽饰;而我却守在网边张望。
§1179ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά, §1180τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω §1181ἐξαλείφοντες δὶς ἢ τρίς.
可是等他们回到家,做的事简直让人无法容忍,他们把我们中的一些人写进名册,把另一些人上上下下地涂改个两三次。
αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος· §1182τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών· §1183εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος §1184εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
而明天就要开拔了;有人连干粮都没买,因为他根本不知道自己要走;于是他走到潘狄翁的雕像前,看到自己的名字,顿时手足无措,拉长了脸,愁眉苦脸地跑开了。
§1185ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως
他们就是这样作践我们乡下人,对待城里的人却没那么严重。
§1186ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
这些家伙,真是神明和人类共同唾弃的丢盾逃兵!