Humanitext Reader

阿里斯托芬 · 马蜂 §962-1035

狗的无罪判决与歌队的中段演讲

第 14 段,共 20 段 · 希腊语

内容简介

布德律克勒翁设局诱使菲洛克勒翁投下无罪票释放了狗,随后温柔地安慰晕倒的父亲并带他回家。紧接着,歌队开始进行剧尾前的中段演讲,申诉诗人以往的丰功伟绩以及他敢于挑战庞大政敌的英勇事迹。

§962ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
哎呀,我的好老头,请听听我的证人们说的话。
§963ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα· §964σὺ γὰρ ταμιεύουσʼ ἔτυχες.
上台来吧,干酪擦,大声说;因为你当时正好负责看管。
ἀπόκριναι σαφῶς, §965εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
清楚地回答,你有没有把到手的东西磨碎分给士兵们。
§966φησὶ κατακνῆσαι.
她说磨碎分了。
§966bνὴ Δίʼ ἀλλὰ ψεύδεται.
凭宙斯起誓,她撒谎!
§967ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.
好老头,可怜可怜受苦的人吧。
§968οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει §969καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.
因为这个拉贝斯连脖子骨上的碎肉和鱼刺都吃,而且从不停留在一个地方。
§970ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
而另一个家伙,却只是个看家奴。
§971αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ §972τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
他守在原地,不管别人带进来什么,他都要讨要一份;要是不给,他就咬人。
§973αἰβοῖ.
哎呀。
τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
是什么邪门的东西让我心软了?
§974κακόν τι περιβαίνει με κἀναπείθομαι.
某种邪恶的东西正笼罩着我,我快被说服了。
§975ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ, §976καὶ μὴ διαφθείρητε.
求求您了;可怜可怜他吧,父亲,不要毁了他。
ποῦ τὰ παιδία;
小孩子们在哪儿?
§977ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα §978αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
上台来吧,可怜的小家伙们,呜呜咽咽地乞求吧,哀告吧,流泪吧。
§979κατάβα κατάβα κατάβα κατάβα.
下去,下去,下去,下去。
§979bκαταβήσομαι.
我这就下去。
§980καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ §981ἐξηπάτηκεν.
然而,这句‘下去’确实欺骗了极多的人。
ἀτὰρ ὅμως καταβήσομαι.
但不管怎样,我还是要下去。
§982ἐς κόρακας.
见鬼去吧!
ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
喝麦糊真不是件好事。
§983ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν §984οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.
因为我刚才违背了自己的心意流下了眼泪,不过是因为吃饱了麦糊而已。
§985οὔκουν ἀποφεύγει δῆτα;
那么,他不就被判无罪了吗?
§985bχαλεπὸν εἰδέναι.
这很难说。
§986ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
来吧,亲爱的爸爸,转入更仁慈的一边吧。
§987τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον §988μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.
拿着这枚选票,快步走到后面的投票箱,闭上眼睛,快放了他吧,父亲。
§989οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
绝不;因为我不会弹奏竖琴。
§990φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
来吧,现在让我拉着您从这边最快地绕过去。
§991ὅδʼ ἔσθʼ ὁ πρότερος;
这是前一个箱子吗?
§991bοὗτος·
就是这个。
§991cαὕτη ʼνταῦθʼ ἔνι.
(票)落在这里面了。
§992ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
他被骗了,违背本意地释放了他。
§993φέρʼ ἐξεράσω.
来,让我把票倒出来。
§993bπῶς ἄρʼ ἠγωνίσμεθα;
那么,我们辩论的结果如何?
§994δείξειν ἔοικεν.
马上就见分晓了。
ἐκπέφευγας ὦ Λάβης.
你无罪释放了,拉贝斯!
§995πάτερ πάτερ τί πέπονθας;
父亲,父亲,您怎么了?
οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;
天哪,水在哪儿?
§996ἔπαιρε σαυτόν.
快起来。
§996bεἰπέ νυν ἐκεῖνό μοι, §997ὄντως ἀπέφυγε;
现在快告诉我,他真的无罪释放了吗?
§997bνὴ Δίʼ·
是的,凭宙斯起誓。
§997cοὐδέν εἰμʼ ἄρα.
那我完蛋了。
§998μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
别放在心上,好老头;快站起来吧。
§999πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι, §1000φεύγοντʼ ἀπολύσας ἄνδρα;
放走了被告,我以后如何面对自己?
τί ποτε πείσομαι;
我到底该怎么办?
§1001ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι· §1002ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
噢,高贵的神明啊,原谅我吧;因为我是无心之过,这不是我的作风。
§1003καὶ μηδὲν ἀγανάκτει γʼ.
请千万别动怒。
ἐγὼ γάρ σʼ ὦ πάτερ §1004θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ, §1005ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν, §1006ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον· §1007κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
父亲,我会好好奉养您,带您去任何地方,去吃晚宴,去酒宴,去剧场看戏,好让您愉快地度过余生;许珀耳波罗斯也就无法通过欺骗您来嘲笑您了。
§1008ἀλλʼ εἰσίωμεν.
那我们进去吧。
§1008bταῦτά νυν, εἴπερ δοκεῖ.
既然你这么想,那就这么办吧。
§1009ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.
去吧,高兴地去你们想去的地方吧。
§1010ὑμεῖς δὲ τέως ὦ μυριάδες §1010aἀναρίθμητοι, §1011νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαι §1012μὴ πέσῃ φαύλως χαμᾶζʼ
而你们,在这期间,噢,无数的民众啊,要留神,别让接下来的精彩言论白白掉落在地上。
§1013εὐλαβεῖσθε.
你们要警惕。
§1013aτοῦτο γὰρ σκαιῶν θεατῶν §1014ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
因为这是愚蠢观众的做派,而不适合你们。
§1015νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
现在,人们啊,如果你们热爱纯粹之物,请再次集中注意力。
§1016μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.
因为诗人现在想要指责一下观众。
§1017ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλʼ αὐτοὺς εὖ πεποιηκώς, §1018τὰ μὲν οὐ φανερῶς ἀλλʼ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς, §1019μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν, §1020εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι· §1021μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθʼ ἑαυτόν, §1022οὐκ ἀλλοτρίων ἀλλʼ οἰκείων Μουσῶν στόμαθʼ ἡνιοχήσας.
因为他说自己受了委屈,明明此前为他们做过那么多好事,有些事并非公开,而是暗中协助其他诗人,效仿欧律克勒斯的占卜术和心智,钻进别人的肚子里,倾倒出许多喜剧台词;而在此之后,他更是亲自公开冒险,驾驭他自己而非他人的缪斯之口。
§1023ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτʼ ἐν ὑμῖν, §1024οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδʼ ὀγκῶσαι τὸ φρόνημα, §1025οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν· οὐδʼ εἴ τις ἐραστὴς §1026κωμῳδεῖσθαι παιδίχʼ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, §1027οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τινʼ ἔχων ἐπιεικῆ, §1028ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
他声名鹊起,在你们中间获得了前所未有的尊崇,说自己并未因此而得意忘形,也没有膨胀自负,也未曾去摔跤场寻欢作乐;即使有什么情人因为怨恨自己的娈童,急急忙忙跑来求他写戏嘲讽,他说自己凭着公允的心思,从未答应过任何人,免得使他所侍奉的缪斯变成拉皮条的媒人。
§1029οὐδʼ ὅτε πρῶτόν γʼ ἦρξε διδάσκειν, ἀνθρώποις φήσʼ ἐπιθέσθαι, §1030ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν, §1031θρασέως ξυστὰς εὐθὺς ἀπʼ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, §1032οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, §1033ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο §1034περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, §1035φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
他说,即使在他刚开始排戏上演时,他也并非攻击普通凡人,而是怀着某种赫拉克勒斯式的愤怒,对付那最庞大的恶行,从一开始就勇敢地与那尖牙利齿的家伙直接抗衡,他的眼里射出如同辛娜般最可怕的光芒,他的头颅周围,有一百个注定要倒霉的谄媚者的脑袋在舔舐,他的声音如同孕育毁灭的急流山洪,散发着海豹的气味,拥有拉米亚未清洗的睾丸,以及骆驼的肛门。

词汇与语法注释

  1. 964ταμιεύουσʼ ἔτυχες — 分词 ταμιεύουσα 与动词 ἔτυχες(来自 τυγχάνω)结合,构成“恰好担任看管/管理人”的迂回句式。女性单数形式是为了配合拟人化的干酪擦(τυρόκνηστις)。
  2. 983γνώμην ἐμὴν — 此处作副词性关系宾格,意为“违背了我的心愿/判断”。表明菲洛克勒翁因受苦求情的影响,违背了自己作为裁判官原本严苛的判决准则。
  3. 1020χέασθαι — 不定过去时不定式,取决于第1017行的主控动词 φησίν,意为“倾倒出(许多喜剧台词)”。因为不定式的逻辑主语与主句动词的主语(诗人自身)一致,故未出现指示逻辑主语的宾格形式。
  4. 1024ἐπαρθεὶς — 被动语态不定过去时分词,意为“被抬高/得意”。修饰 φησὶν 的逻辑主语,并引出 ὀγκῶσαι τὸ φρόνημα,说明诗人尽管大获成功,却没有产生骄傲自满的心态。

引用这一段

阿里斯托芬, 马蜂 §962-1035. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:962-1035

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。