Humanitext Reader

阿里斯托芬 · 马蜂 §883-961

审判盗食奶酪的狗拉贝斯与辩护

第 13 段,共 20 段 · 希腊语

内容简介

在结束对神明的祈祷后,菲洛克勒翁和布德律克勒翁开始了第一场家庭模拟审判。被告狗拉贝斯因独占干酪而被起诉,布德律克勒翁为其进行了极力的辩护。

§883καὶ παυσάμενον τῆς δυσκολίας §883aἀπὸ τῆς ὀργῆς §884τὴν ἀκαλήφην ἀφελέσθαι.
并愿他消除那冷酷的脾性,从怒火中拔除那带刺的坚刺。
§885ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν §886νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
我们与你同声祈祷,并同声歌唱,为了这新兴的职能,由于前述的缘故。
§887εὖνοι γάρ ἐσμεν ἐξ οὗ §888τὸν δῆμον ᾐσθόμεσθά σου §889φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ §890τῶν γε νεωτέρων.
因为我们对他怀有善意,自从我们察觉到你比任何人都热爱民众,至少在年轻一代中是如此。
§890aἰήιε Παιάν.
伊埃伊埃,派安!
§891εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω· §892ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
如果有裁判员在门外,请进来;因为一旦他们开始辩护,我们就不再放人进来了。
§893τίς ἆρʼ ὁ φεύγων;
那么被告是谁?
§893bοὗτος.
就是这家伙。
§893cὅσον ἁλώσεται.
他会被判定多重的罪啊!
§894ἀκούετʼ ἤδη τῆς γραφῆς.
现在听取起诉书。
ἐγράψατο §895κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα §896τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν §897τὸν Σικελικόν.
起诉人库达特奈翁区的狗,控告艾克索内区的拉贝斯,侵吞干酪罪,因为他独自吞食了那块西西里干酪。
τίμημα κλῳὸς σύκινος.
拟处惩罚:无花果木颈圈。
§898θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
不,一旦被定罪,他将面临狗之死刑。
§899καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
瞧,被告拉贝斯确实在这儿。
§900ὦ μιαρὸς οὗτος·
噢,这个肮脏的家伙!
ὡς δὲ καὶ κλέπτον βλέπει, §901οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
他看起来多像个贼啊;那样龇着牙,他以为能瞒过我。
§902ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
那么原告呢,那只库达特奈翁区的狗在哪儿?
§902aαὗ αὗ.
汪,汪!
§903πάρεστιν οὗτος.
他就在这儿。
§903bἕτερος οὗτος αὖ Λάβης.
这又是另一个拉贝斯了。
§904ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
只会吠叫,以及把锅舔个精光。
§905σίγα, κάθιζε·
肃静,坐下!
σὺ δʼ ἀναβὰς κατηγόρει.
你,上台起诉。
§906φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
来吧,我也一边给自己倒上麦糊一边喝着。
§907τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμην §908ἄνδρες δικασταὶ τουτονί.
裁判员先生们,你们已经听到了我起诉这家伙的起诉书。
δεινότατα γὰρ §909ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
因为他做出了最恶劣的勾当,既伤害了我,也伤害了全体桨手。
§910ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν §911κατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ — §912νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ·
因为他溜到了角落里,把一大块干酪 “西西里化”了,并在黑暗中填饱了肚子—— 凭宙斯起誓,这很明显!
ἔμοιγέ τοι §913τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν §914ὁ βδελυρὸς οὗτος.
至少对我来说,刚才这个令人作呕的家伙,打了一个最难闻的干酪嗝。
§914bκοὐ μετέδωκʼ αἰτοῦντί μοι.
而且我向他讨要时,他也不分给我。
§915καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται, §916ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
然而,如果不给我也扔点东西,作为你们的狗,谁能好好照料你们呢?
§917οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.
他什么也没分给我,哪怕我是为了公共利益守护的狗。
§918θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
这家伙的脾气火爆,一点也不输给这碗麦糊。
§919πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ, §920πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.
看在神明的份上,父亲,请不要预先定罪,在听到双方的陈述之前。
§920bἀλλʼ ὦγαθὲ §921τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
但是,我的好人,事情已经很明显了,事实本身就在呼喊。
§922μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺ §923κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον, §924ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ §925ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
所以千万不要放过他,因为他显然是所有狗中最独占食纳的独食鬼,他驾船绕着研钵转了一圈,把各个城邦的油水都吃了个精光。
§926ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
而我呢,却连修补水罐的泥土都没有。
§927πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε §928τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο· §929ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ· §930ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
因此,请惩罚这家伙;因为从来没有一个灌木丛能养活两只贼狗;免得我以后白白地空吠;否则的话,我以后就再也不叫了。
§931ἰοὺ ἰού.
哎呀,天哪!
§932ὅσας κατηγόρησε τὰς πανουργίας.
他指控了多少桩罪行啊。
§933κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ §934ὦλεκτρυόν;
这家伙真是个小偷;你难道不这么认为吗,公鸡啊?
νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
凭宙斯起誓,它确实在闭眼表示赞同。
§935ὁ θεσμοθέτης·
司政官!
ποῦ ʼσθʼ οὗτος;
他在哪儿?
ἀμίδα μοι δότω.
给我拿个尿壶来。
§936αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
你自己拿吧;因为我正在传唤证人。
§937Λάβητι μάρτυρας παρεῖναι τρύβλιον §938δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν, §939καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
请拉贝斯的证人出庭:小碗、研杵、干酪擦、火盆、陶锅,以及其他被烧焦的器皿。
§940ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
你还在撒尿,还不坐下吗?
§941τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
我瞧这家伙今天肯定要吓得拉肚子。
§942οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος, §943καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
你难道不能停止变得严厉和暴躁吗,而且是对着被告,你非要咬牙切齿不可吗?
§944ἀνάβαινʼ, ἀπολογοῦ.
上去,辩护。
τί σεσιώπηκας;
你为什么保持沉默?
λέγε.
说话!
§945ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
但是,这家伙似乎没什么可说的。
§946οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, §947ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης· §948ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
不,但我看他正处于这样一种状态,就像当年修昔底德受审时遭遇的一样:他的双颊突然瘫痪了。
§949πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
让开,我来替他辩护。
§950χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου §951ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
裁判员先生们,为一只遭受诽谤的狗进行辩护确实很难,但我还是要说。
§952ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
因为他是优秀的一员,且追赶财狼。
§953κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
相反,他就是个贼和共谋犯。
§954μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
凭宙斯起誓,才不是呢!
§955οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
他是当今最优秀的狗,能够照管大量的羊群。
§956τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
那有什么用,如果他把干酪都吃光了呢?
§957ὅ τι;
有什么用?
σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν §958καὶ τἄλλʼ ἄριστός ἐστιν·
他为你冲锋陷阵,守护大门,在其他方面也是最优秀的。
εἰ δʼ ὑφείλετο, §959ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
即便他有所偷窃,也请原谅他;因为他没学过弹奏竖琴。
§960ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα, §961ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
我倒希望他连字也不认识,这样他就不会在干了坏事之后,还写下辩词向我们交代了。

词汇与语法注释

  1. §883παυσάμενον — 宾格分词,修饰前文中的 `αὐτόν`(父亲),并充当不定式 `ἀφελέσθαι`(第884行)的逻辑主语。
  2. §897κλῳὸς σύκινος — 意为“无花果木制的颈圈”。无花果木(συκινος)常被用来比喻脆弱无用之物,暗示了一种滑稽而轻微的处罚。
  3. §909τὸ ῥυππαπαῖ — 雅典战船桨手的呼喊声。此处借代指代支持海军的雅典普通平民(民主制的基础)。
  4. §910κατεσικέλιζε — 阿里斯托芬创造的词汇。它兼具“大嚼西西里干酪”和“在西西里侵吞公款(将西西里据为己有)”的双重含义,影射拉克斯在西西里远征中的贪污指控。
  5. §943ὀδὰξ ἔχει — 字面意思是“用牙咬住(不放)”。形容菲洛克勒翁对被告抱有顽固的敌意、执拗不放的严苛态度。
  6. §959κιθαρίζειν γὰρ οὐκ ἐπίσταται — “不懂得弹奏竖琴”在当时的雅典是一个惯用语,意思是“没有接受过良好的基础教育或教养(诗乐)”。
  7. §960ἐβουλόμην ἂν — 带有 `ἄν` 的未完成过去时直陈式,表示在现在无法实现的愿望(与事实相反的假设)。意为“(尽管他实际上认识字)我倒希望他连字都不认识”。

引用这一段

阿里斯托芬, 马蜂 §883-961. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:883-961

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。