Humanitext Reader

阿里斯托芬 · 马蜂 §801-882

设立家庭法庭与审判家犬的准备

第 12 段,共 20 段 · 希腊语

内容简介

步德里克勒翁在家里设立了一个临时法庭,陆续拿出了尿壶、雄鸡和神龛等审判工具,并准备将偷吃奶酪的家犬拉贝斯作为第一个起诉对象,同时向阿波罗神献上祈祷。

§801δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας, §802κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ §803αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ, §804ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
他们将在自家门前进行审判,每个人都会在自己的门廊里,为自己建造一个极小的法庭,就像赫卡忒的祭坛一样,处处立在门前。
§805ἰδού, τί ἔτʼ ἐρεῖς;
瞧,你还能说什么?
ὡς ἅπαντʼ ἐγὼ φέρω §806ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
我已经带齐了所有东西,凡是我所说过的,甚至还要多得多。
§807ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ §808παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
如果你尿急,这只尿壶就会挂在你身旁近处的钉子上。
§809σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον §810ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
这法子真聪明,对老人太合适了,你简直是找到了治疗尿频的灵丹妙药。
§811καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ §812ῥοφεῖν, ἐὰν δέῃ τι.
还有火在这儿,炉子上也备好了麦糊,要是需要,随时可以喝。
§812bτοῦτʼ αὖ δεξιόν·
这可真周到。
§813κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
因为即便我发烧,薪水也照拿不误。
§814αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
只要留在这儿,一边喝着麦糊就行。
§815ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;
不过,你们为什么把这只鸡也给我带出来了?
§816ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός, §817ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
这是为了在有人辩护时,如果你睡着了,这家伙就可以在上面啼叫,把你唤醒。
§818ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
我还想要一样东西,别的我都很满意。
§818bτὸ τί;
哪样?
§819θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
要是你能把吕科斯的祠堂也弄出来就好了。
§820πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
就在这儿呢,这位守护神大人也在这儿。
§821ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
噢,英雄主宰啊,看来你生得真是面目可憎!
§822οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
简直就像我们眼中的克勒翁尼莫斯一样。
§823οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
既然是英雄,却连他自己也没有武器。
§824εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
如果你早点坐下,我早就开始审判了。
§825ἐκάλουν. §825bκάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.
那就开审吧,我都坐了好半天了。
§826φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
那么,我该先给您呈上哪桩案子呢?
§827τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
这家里谁干了什么坏事?
§828ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν — §829ἐπίσχες οὗτος·
那个色雷斯女仆前天把锅烧焦了—— 住手,你这人!
ὡς ὀλίγου μʼ ἀπώλεσας.
刚才差点要了我的命。
§830ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, §831ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
你居然要在没有围栏的情况下开庭审判,那可是我们眼里最神圣的东西啊?
§832μὰ τὸν Δίʼ οὐ πάρεστιν.
凭宙斯起誓,这确实没有。
§832bἀλλʼ ἐγὼ δραμὼν §833αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
不过,我这就跑去亲自从屋里拿个应急的东西出来。
§834τί ποτε τὸ χρῆμʼ;
到底是怎么回事?
ὡς δεινὸν ἡ φιλοχωρία.
这种对特定场所的执念,真是可怕啊。
§835βάλλʼ ἐς κόρακας.
见鬼去吧!
τοιουτονὶ τρέφειν κύνα.
竟然养了这么个狗东西。
§836τί δʼ ἔστιν ἐτεόν;
到底发生什么事了?
§836bοὐ γὰρ ὁ Λάβης ἀρτίως §837ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας §838τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
刚才那只叫拉贝斯的狗窜进了厨房,抢走并吞下了一整块西西里干酪?
§839τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ §840εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.
所以,这桩罪行必须首先提交给父亲,由我来起诉;而您就在这儿,来指控他。
§841μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων §842κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
凭宙斯起誓,我才不呢;不过另一只狗说,只要有人递交起诉书,他就来指控。
§843ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
那么,现在把它们俩都带到这儿来。
§843bταῦτα χρὴ ποιεῖν.
确实该这么做。
§844τουτὶ τί ἔστι;
这是什么?
§844bχοιροκομεῖον Ἑστίας.
赫斯提亚的神前小猪圈。
§845εἶθʼ ἱεροσυλήσας φέρεις;
这么说,你是犯了亵渎神明之罪把它偷出来的?
§845bοὔκ, ἀλλʼ ἵνα §846ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
不,只是为了 “从赫斯提亚开始”,好惩治某人。
§847ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.
快点带进来吧,老朽已经等不及要判罪了。
§848φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
那么,我去拿告示板和起诉书来。
§849οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν· §850ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
哎呀,你拖拖拉拉的,这三天的延误可要了我的命;我真想在那块“田地”上划出深沟啊。
§851ἰδού.
拿来了。
§851bκάλει νυν.
那就传唤吧。
§851cταῦτα δή.
好的。
τίς οὑτοσὶ §852ὁ πρῶτός ἐστιν;
那么这第一个是谁呢?
§852bἐς κόρακας, ὡς ἄχθομαι §853ὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
该死,真让人懊恼,我居然忘了把投票箱拿出来。
§854οὗτος σὺ ποῖ θεῖς;
喂,你往哪儿跑?
§854bἐπὶ καδίσκους.
去拿投票箱。
§854cμη δαμῶς.
万万不可。
§855ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
我这儿刚好有这几个勺子。
§856κάλλιστα τοίνυν·
那太好了!
πάντα γὰρ πάρεστι νῷν §857ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
既然我们所需的一切都已经备齐了,除了水钟之外。
§858ἡδὶ δὲ δὴ τίς ἐστιν;
那么这儿这个是什么?
οὐχὶ κλεψύδρα;
难道不是水钟吗?
§859εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
您可真会就地取材,而且极具本地特色。
§860ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω §861καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, §862ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
那么,赶紧叫人把火拿出来,还有屋里的香桃木和乳香,好让我们先向神明祈祷。
§863καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς §864καὶ ταῖς εὐχαῖς §865φήμην ἀγαθὴν λέξομεν ὑμῖν, §866ὅτι γενναίως ἐκ τοῦ πολέμου §867καὶ τοῦ νείκους ξυνεβήτην.
我们也将在奠酒与祈祷之时,为你们说些吉祥的话,因为你们高尚地在战争与争斗中达成了和解。
§868εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
此时此刻,首先当肃静。
§869ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ §870τὸ πρᾶγμʼ ὃ μηχανᾶται §871ἔμπροσθεν οὗτος τῶν θυρῶν, §872ἅπασιν ἡμῖν ἁρμόσαι §873παυσαμένοις πλάνων.
噢,皮提亚的福玻斯·阿波罗啊,愿借吉兆,让这人在门前所筹划的这件事,迎合我们所有人的心意,使我们得以结束流离。
§874ἰήιε Παιάν.
伊埃伊埃,派安!
§875ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε, §876δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν, §877παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, §878ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας· §879ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις §879aἤπιον αὐτόν, §880τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον §881τῶν γραψαμένων §882κἀπιδακρύειν ἀντιβολούντων,
噢,主宰,君王,邻居阿圭乌斯,门廊与入口的守护神,王啊,请接纳这崭新的仪式,这是我们为父亲创立的新规,请消除他那过于冷酷、坚如硬木的脾性,用少许蜂蜜,取代他心中那如浓缩甜酒般的苦涩;愿他自此对众人温和相待,比起起诉者,更加同情被告,并为哀求他的被告洒下同情的泪水。

词汇与语法注释

  1. 801δικάσοιεν... ἐνοικοδομήσοι — 承接前一节 §800 中的 ἠκηκόη ὡς(曾听说雅典人……),由于主句动词为过去时态(过去完成时),间接引语中的将来直说形式转变为将来祈愿式(δικάσοιεν, ἐνοικοδομήσοι)。
  2. 819εἴ πως ἐκκομίσαις — 由 εἴ πως(若能设法……)引导的独立 optative(祈愿式),表示一种难以实现但强烈希望实现的愿望(“要是你能设法把……拿出来就好了”)。
  3. 824εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην ἐκάλουν — 使用未完成过去时直说式加上 ἄν 构成的非真实条件句(虚拟语气),表示与现在事实相反的假设:“如果你坐得更快些(实际上并未坐下),我就会更快地开庭审判了(实际上并未开庭)。”
  4. 846ἀφʼ Ἑστίας ἀρχόμενος — 这是一个常用的原语,意为“从赫斯提亚(炉灶)开始”(即从最根本、最神圣的地方,或者从头开始)。此处与步德里克勒翁刚刚拿出的“赫斯提亚的小猪圈(围栏)”构成双关。
  5. 872ἁρμόσαι — 祈祷语境中的“命令性不定词”(infinitive for imperative),或代替祈愿式的动词不定式。也可以理解为省略了主句中表示祈愿的动词(如 εὔχομαι)。

引用这一段

阿里斯托芬, 马蜂 §801-882. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:801-882

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。