Humanitext Reader

阿里斯托芬 · 马蜂 §163-239

菲洛克勒翁逃跑失败与老陪审员歌队入场

第 3 段,共 20 段 · 希腊语

内容简介

菲洛克勒翁企图贴在驴肚子底下逃走,但被儿子们发现并强行推回屋内。随后,老陪审员组成的歌队到来呼唤他,并聚在一起回忆起年轻时在军队里的往事。

§163μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
凭波塞冬发誓,菲洛克勒翁,绝不放你出去!
§164διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
那我就用牙齿把这网咬断。
§165ἀλλʼ οὐκ ἔχεις ὀδόντας.
可你连牙齿都没有。
§165bοἴμοι δείλαιος·
哎呀,我真命苦!
§166τῶς ἄν σʼ ἀποκτείναιμι;
我怎么才能杀了你?
πῶς;
怎么杀?
δότε μοι ξίφος §167ὅπως τάχιστʼ, ἢ πινάκιον τιμητικόν.
快给我一把剑,或者是判决用的写字板!
§168ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
这家伙想干一件大坏事。
§169μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλʼ ἀποδόσθαι βούλομαι §170τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις· §171νουμηνία γάρ ἐστιν.
凭宙斯发誓,绝非如此,我只是想牵着带着背篓的驴子去卖掉它;因为今天是新月。
§171bοὔκουν κἂν ἐγὼ §172αὐτὸν ἀποδοίμην δῆτʼ ἄν;
难道我不能自己替你去卖吗?
§172bοὐχ ὥσπερ γʼ ἐγώ.
你卖得不如我好。
§173μὰ Δίʼ ἀλλʼ ἄμεινον.
凭宙斯发誓,我会卖得更好。
§173bἀλλὰ τὸν ὄνον ἔξαγε.
那就把驴子牵出来吧。
§174οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς, §175ἵνʼ αὐτὸν ἐκπέμψειας.
他编了多么好的借口,多么具有讽刺意味,好让你把他放出去!
§175bἀλλʼ οὐκ ἔσπασεν §176ταύτῃ γʼ· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
但他这招没有得逞,因为我早就看穿了他的诡计。
§177ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ §178ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
不过我想我还是进去把驴牵出来吧,免得老头子又往外张望。
§179κάνθων τί κλάεις;
驴子啊,你为什么哭?
ὅτι πεπράσει τήμερον;
因为今天要把你卖掉吗?
§180βάδιζε θᾶττον.
走快点。
τί στένεις, εἰ μὴ φέρεις §181Ὀδυσσέα τινʼ;
你叹什么气,除非你背着某位奥德修斯?
§181bἀλλὰ ναὶ μὰ Δία φέρει §182κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
可是,凭宙斯发誓,他确实背着一个人贴在下面呢,就在这儿。
§183ποῖον;
哪个?
φέρʼ ἴδωμαι τουτονί.
让我瞧瞧这个。
τουτὶ τί ἦν;
这是个什么东西?
§184τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
你到底是谁,说实话?
§184bΟὖτις νὴ Δία.
凭宙斯发誓,我是“无人”(乌提斯)。
§185Οὖτις σύ;
你是“无人”?
ποδαπός;
哪里人?
§185bἼθακος Ἀποδρασιππίδου.
伊萨卡人,“逃跑之子”。
§186Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
“无人”? 凭宙斯发誓,你绝对不会有好下场。
§187ὕφελκε θᾶττον αὐτόν.
快把他拉下来。
ὦ μιαρώτατος §188ἵνʼ ὑποδέδυκεν·
噢,这可恶的家伙,竟然钻到了这种地方!
ὥστʼ ἔμοιγʼ ἰνδάλλεται §189ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
在我看来,他简直就像是传票递送员的驴驹子。
§190εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
如果你们不让我安宁,我们就开战。
§191περὶ τοῦ μαχεῖ νῷν δῆτα;
你到底要和我们争什么?
§191bπερὶ ὄνου σκιᾶς.
争驴子的影子。
§192πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
你诡计多端,而且胆大妄为。
§193ἐγὼ πονηρός;
我诡计多端?
οὐ μὰ Δίʼ ἀλλʼ οὐκ οἶσθα σὺ §194νῦν μʼ ὄντʼ ἄριστον· ἀλλʼ ἴσως, ὅταν φάγῃς §195ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
凭宙斯发誓,绝非如此,你只是不知道我现在有多优秀;但也许等你会明白的,当你吃下老陪审员的肚下肉时。
§196ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
把驴和你自己都推回屋里去。
§197ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
噢,陪审员同僚们,克翁啊,救救我!
§198ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
在关上的门里大喊大叫去吧。
§199ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν, §200καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν, §201καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν §202ἀνύσας τι προσκύλισον.
你,快把大石头推到门口,把销子重新插回门闩里,把大石臼顶在横木上,赶紧推过去。
§202bοἴμοι δείλαιος·
哎呀,真倒霉!
§203πόθεν ποτʼ ἐμπέπτωκέ μοι τὸ βωλίον;
到底是从哪里掉下来一块泥巴砸中了我?
§204ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
可能是上面的老鼠从什么地方扔到你身上的。
§205μῦς;
老鼠?
οὐ μὰ Δίʼ ἀλλʼ ὑποδυόμενός τις οὑτοσὶ §206ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
凭宙斯发誓,绝非如此,而是这家伙正钻在屋瓦下面,是个在屋顶爬的陪审员!
§207οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται·
哎呀,倒霉,这人变成麻雀了!
§208ἐκπτήσεται.
他要飞走了。
ποῦ ποῦ ʼστί μοι τὸ δίκτυον;
我的网在哪里,在哪里?
§209σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δίʼ ἦ μοι κρεῖττον ἦν
嘘,嘘,回去,嘘!
§210τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
凭宙斯发誓,对我来说,去看守斯基奥内也比看守这个父亲强。
§211ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν, §212κοὐκ ἔσθʼ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, §213τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
好了,既然我们已经把他轰回去了,而且他不可能再瞒过我们溜出去了,我们为什么不稍微打个盹儿,哪怕只睡一会儿呢?
§214ἀλλʼ ὦ πόνηρʼ ἥξουσιν ὀλίγον ὕστερον §215οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ §216τὸν πατέρα.
但是,好伙伴,过不了一会儿,陪审员同僚们就会来叫这位父亲了。
§216bτίλέγεις;
你说什么?
ἀλλὰ νῦν γʼ ὄρθρος βαθύς.
但现在分明还是深更半夜、黎明前夕。
§217νὴ τὸν Δίʼ, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
凭宙斯发誓,今天他们至少起得算晚的了。
§218ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσʼ ἀεί, §219λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη §220ἀρχαῖα μελισιδωνοφρυνιχήρατα, §221οἷς ἐκκαλοῦνται τοῦτον.
因为他们总是从半夜就来叫他,拿着灯笼,哼唱着古老的、像蜜一样甜的、弗律尼科斯所钟爱的歌谣,用这些歌声把他唤出来。
§221bοὐκοῦν, ἢν δέῃ, §222ἤδη ποτʼ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
那么,如果有必要,我们就立刻用石头砸他们。
§223ἀλλʼ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ §224τὸ τῶν γερόντων, ἔσθʼ ὅμοιον σφηκιᾷ.
但是,好伙伴,如果有人激怒了那些老人们的群体,那简直就像是马蜂窝。
§225ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος §226ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες §227πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
因为他们从腰部带有一根极其锋利的刺,用来刺人,而且他们大声叫喊着像火星一样又跳又砸过来。
§228μὴ φροντίσῃς· ἐὰν ἐγὼ λίθους ἔχω, §229πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
别担心;只要我有石头,我就能把众多陪审员的马蜂窝给砸个稀烂。
§230χώρει πρόβαινʼ ἐρρωμένως.
走吧,迈步用力向前。
ὦ Κωμία βραδύνεις.
噢,科米亚斯,你太慢了。
§231μὰ τὸν Δίʼ οὐ μέντοι πρὸ τοῦ γʼ, ἀλλʼ ἦσθʼ ἱμὰς κύνειος· §232νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
凭宙斯发誓,以前你可不是这样,你曾像狗皮鞭一样结实;但现在哈里纳德斯走得都比你快了。
§233ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, §234Εὐεργίδης ἆρʼ ἐστί που ʼνταῦθʼ ἢ Χάβης ὁ Φλυεύς;
噢,孔提列区的斯特里莫多罗斯,陪审员中最棒的一位,埃维尔吉德斯或者弗利亚区的哈贝斯在这附近吗?
§235πάρεσθʼ ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν, ἀππαπαῖ παπαιάξ, §236ἥβης ἐκείνης ἡνίκʼ ἐν Βυζαντίῳ ξυνῆμεν §237φρουροῦντʼ ἐγώ τε καὶ σύ· κᾆτα περιπατοῦντε νύκτωρ §238τῆς ἀρτοπώλιδος λαθόντʼ ἐκλέψαμεν τὸν ὅλμον, §239κᾆθʼ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
这就是我们还剩下的残存了,啊,阿帕派,帕派阿克斯,想当年我们在拜占庭一起驻军守卫时的那份青春,我和你;然后我们在夜间巡逻时,瞒着卖面包的妇人偷走了她的石臼,然后把它劈开来煮野菜。

词汇与语法注释

  1. 166πῶς ἄν σʼ ἀποκτείναιμι — 带有 ἄν 的潜在希求法(potential optative),与疑问词 πῶς 结合,表达了强烈的愿望或寻找无法实现的手段来杀死某人。
  2. 168δρασείει — 在动词 δράω(做)的词干后加上后缀 -σείω 形成的欲求动词(desiderative verb),表示想要做某事或企图做某事。
  3. 171bκἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτʼ ἄν — 语气词 ἄν 的双重使用(第一个在 κἄν = καὶ ἄν 的合音中,第二个在句末)。在单个从句中重复 ἄν 强调了潜在或条件语气。
  4. 189κλητῆρος εἶναι πωλίῳ — 与格 πωλίῳ(小马、幼驴)取决于最高级形容词 ὁμοιότατος(最像)。这是对奥德修斯藏在公羊腹下神话的滑稽模仿,将驴子地下的菲洛克勒翁比作“法庭传票呈递员(κλητήρ)的驴驹”。
  5. 195ὑπογάστριον γέροντος ἡλιαστικοῦ — 意为“老陪审员的下腹肉”。这是一个幽默的双关语,既指高档食材“猪下腹肉”,又指紧贴在驴肚子(下腹)底下的菲洛克勒翁自己的身体。
  6. 235ὃ δὴ λοιπόν γʼ ἔτʼ ἐστίν — 由关系代名词 ὅ 引导的从句,其先行词未明确写出,但暗指昔日的青春或“我们这些(老陪审员)残存的人”。主句动词为 πάρεστι(在此),幽默地表现了幸存老兵们的悲凉。

引用这一段

阿里斯托芬, 马蜂 §163-239. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:163-239

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。