Humanitext Reader

阿里斯托芬 · 马蜂 §84-162

菲洛克勒翁的裁判热与逃跑企图

第 2 段,共 20 段 · 希腊语

内容简介

奴隶索西亚斯向观众解释他们的主人菲洛克勒翁患有一种严重的裁判狂热症,并讲述了其子步德留克勒翁试图通过各种方式治疗并禁锢他的失败过程。随后,被关在屋内的父亲企图通过烟囱和灶台逃走,与儿子及奴隶们展开了一场滑稽的围堵战。

§84ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
因为那个菲洛克塞诺斯确实是个极度好色之徒。
§85ἄλλως φλυαρεῖτʼ·
\n 你们是在白费口舌,因为你们永远猜不到。
οὐ γὰρ ἐξευρήσετε. §86εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν.
\n 如果你们真的想知道,现在就安静下来。
§87φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
\n 因为我这就告诉你们主人的病症。
§88φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ, §89ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει §90ἢν μὴ ʼπὶ τοῦ πρώτου καθίζηται ξύλου.
\n 他是个前所未有的裁判迷,\n 他狂热地爱着这件事,即审判,并且叹息,\n 如果他没能坐在最前排的木椅上。
§91ὕπνου δʼ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.
\n 在夜里,他连一丁点儿睡意都见不着。
§92ἢν δʼ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ §93ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
\n 如果他真的合上眼哪怕一瞬间,他的心\n 也会在夜里飞回到那只水钟周围。
§94ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι §95τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, §96ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
\n 并且因为习惯了手里握着投票石,\n 他起床时三个手指紧紧捏在一起,\n 就像在新月时献上乳香一样。
§97καὶ νὴ Δίʼ ἢν ἴδῃ γέ που γεγραμμένον §98υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, §99ἰὼν παρέγραψε πλησίον κημὸς καλός.
\n 凭宙斯发誓,如果他在哪里看到写着\n “皮里兰佩斯之子德摩斯真美”在门上,\n 他就会走过去在旁边写下“漏斗真美”。
§100τὸν ἀλεκτρυόνα δʼ, ὃς ᾖδʼ ἀφʼ ἑσπέρας, ἔφη §101ὄψʼ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, §102παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
\n 对于那只从傍晚起就鸣叫的公鸡,他说\n 它是被收买了才故意晚叫醒他的,\n 从那些需要接受审计的人那里拿了钱。
§103εὐθὺς δʼ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, §104κἄπειτʼ ἐκεῖσʼ ἐλθὼν προκαθεύδει πρῲ πάνυ, §105ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
\n 晚饭一结束,他就立刻大喊大叫着要鞋子,\n 然后走到那里,大清早就提前睡在法庭门口,\n 像一只帽贝一样贴在柱子上。
§106ὑπὸ δυσκολίας δʼ ἅπασι τιμῶν τὴν μακρὰν §107ὥσπερ μέλιττʼ ἢ βομβυλιὸς εἰσέρχεται §108ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
\n 并且由于脾气乖戾,为了给所有人画出长长的有罪线,\n 他像蜜蜂或马蜂一样飞进屋里,\n 指甲缝里塞满了指控用的蜂蜡。
§109ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ, §110ἵνʼ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
\n 他害怕投票石有朝一日会用尽,\n 为了保证有石可用以审判,他在家里囤积了一片沙滩。
§111τοιαῦτʼ ἀλύει· νουθετούμενος δʼ ἀεὶ §112μᾶλλον δικάζει.
\n 他就是这样疯狂;每当有人劝诫他,\n 他反而审判得更起劲。
τοῦτον οὖν φυλάττομεν §113μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ʼξίῃ.
因此我们看守着他,\n 用门闩把他锁在里面,不让他出去。
§114ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
\n 因为他的儿子对这病感到非常沉重。
§115καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος §116ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον §117μηδʼ ἐξιέναι θύραζʼ, ὁ δʼ οὐκ ἐπείθετο.
\n 起初他用好言相劝,\n 劝说他不要穿那件粗布外衣,\n 也不要出门,但他根本不听。
§118εἶτʼ αὐτὸν ἀπέλου κἀκάθαιρʼ, ὁ δʼ οὐ μάλα.
\n 接着,他给父亲洗浴、净化,但几乎没有效果。
§119μετὰ τοῦτʼ ἐκορυβάντιζʼ, ὁ δʼ αὐτῷ τυμπάνῳ §120ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
\n 在这之后,他带他去参加科里班特的狂欢仪式,而他竟拿着手鼓\n 冲了出去,跑进新法庭里继续审判。
§121ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, §122διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν §123νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
\n 既然这些仪式都无济于事,\n 他便乘船去了埃伊纳岛,然后带着他\n 在夜里躺在阿斯克勒庇俄斯神庙里。
§124ὁ δʼ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
\n 然而他却在黎明前出现在了法庭的栅栏门旁。
§125ἐντεῦθεν οὐκέτʼ αὐτὸν ἐξεφρίεμεν, §126ὁ δʼ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν §127καὶ τῶν ὀπῶν· ἡμεῖς δʼ ὅσʼ ἦν τετρημένα §128ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, §129ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους §130ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.
\n 从那以后,我们再也不放他出去了,\n 但他却从雨水管\n 和各种洞孔里往外逃;而我们把所有有孔的地方\n 都用破布塞住,密闭起来,\n 但他就像一只寒鸦一样,自己把木桩\n 钉进墙里,然后顺着往外跳。
§131ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις §132καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
\n 于是我们用网把整个院子\n 圈了起来,在周围戒备。
§133ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων §134ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων, §135ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
\n 这位老人的名字叫菲洛克勒翁,\n 凭宙斯发誓,是的,而这位儿子的名字叫步德留克勒翁,\n 他的脾气有些傲慢且自命不凡。
§136ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
\n 喂,克桑提亚斯和索西亚斯,你们睡着了吗?
§137οἴμοι.
\n 哎呀!
§137bτί ἔστι;
\n 怎么了?
§137cΒδελυκλέων ἀνίσταται.
\n 步德留克勒翁起来了。
§138οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
\n 你们两个不快点跑一个到这里来吗?
§139ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε §140καὶ μυσπολεῖ τι καταδεδυκώς.
\n 因为父亲已经钻进灶里去了,\n 像老鼠一样在里面悉悉索索。
ἀλλʼ ἄθρει §141κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται· §142σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
你们看好\n 澡盆的排水孔,别让他溜走了;\n 你,去顶住门。
§142bταῦτʼ ὦ δέσποτα.
\n 遵命,主人!
§143ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
\n 波塞冬主宰啊! 烟囱里到底是什么在响?
§144οὗτος τίς εἶ σύ;
\n 喂,你是谁?
§144bκαπνὸς ἔγωγʼ ἐξέρχομαι.
\n 我是烟,正要出去。
§145καπνός;
\n 烟?
φέρʼ ἴδω ξύλου τίνος σύ.
让我看看你是哪种木头烧出来的。
§145bσυκίνου.
\n 无花果木。
§146νὴ τὸν Δίʼ ὅσπερ γʼ ἐστὶ δριμύτατος καπνῶν.
\n 凭宙斯发誓,这确实是烟里最刺眼的一种!
§147ἀτὰρ οὐκέτʼ ἐρρήσεις γε, ποῦ ʼσθʼ ἡ τηλία;
\n 但你休想再跑了;盖子在哪里?
§148δύου πάλιν·
\n 缩回去!
φέρʼ ἐπαναθῶ σοι καὶ ξύλον.
让我再给你压上一块木头。
§149ἐνταῦθά νυν ζήτει τινʼ ἀλλην μηχανήν.
\n 现在,就在里面另想别的诡计吧。
§150ἀτὰρ ἄθλιός γʼ εἴιμʼ ὡς ἕτερός γʼ οὐδεὶς ἀνήρ, §151ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
\n 但我真是个命苦的人,无人能比,\n 如今我竟然要被称为“烟鬼之子”了。
§152ὅδε τὴν θύραν ὠθεῖ·
\n 他在推门了!
§152bπιέζέ νυν σφόδρα, §153εὖ κἀνδρικῶς·
\n 那就使劲顶住,\n 好好地、像个男子汉一样!
κἀγὼ γὰρ ἐνταῦθʼ ἔρχομαι.
因为我也要到那里去了。
§154καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ §155φύλατθʼ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
\n 盯好门销,看好门闩,\n 注意别让他把门销给咬断了。
§156τί δράσετʼ;
\n 你们要干什么?
οὐκ ἐκφρήσετʼ ὦ μιαρώτατοι §157δικάσοντά μʼ, ἀλλʼ ἐκφεύξεται Δρακοντίδης;
不放我出去吗,你们这些最可恶的无赖,\n 让我去审判? 难道要让德拉孔提德斯逃脱吗?
§158σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
\n 你对这件事感到如此沉重吗?
§158bὁ γὰρ θεὸς §159μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ, §160ὅταν τις ἐκφύγῃ μʼ ἀποσκλῆναι τότε.
\n 因为神\n 曾经在德尔斐对我求问神示时宣告过,\n 一旦有人从我手中逃脱,我届时便会枯萎而死。
§161Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
\n 避邪的阿波罗啊,这是什么神示!
§162ἴθʼ ἀντιβολῶ σʼ ἔκφρες με, μὴ διαρραγῶ.
\n 来,我求求你,放我出去,免得我憋得爆炸了。

词汇与语法注释

  1. §89τούτου, τοῦ δικάζειν — 动词 `ἐράω`(热烈追求、喜爱)支配属格,因而使用指示代词属格 `τούτου`。其后并列了带冠词不定式的属格 `τοῦ δικάζειν` 作为同格语,具体说明他所热烈喜爱的事物内容。
  2. §94ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γʼ ἔχειν εἰωθέναι — 介词 `ὑπό` 支配属格的带冠词不定式 `τοῦ εἰωθέναι` 以表示原因。完成时不定式 `εἰωθέναι`(习惯于)带有一个不带冠词的不定式短语 `τὴν ψῆφόν γʼ ἔχειν`(手握投票石)作为其宾语。
  3. §101ἀναπεπεισμένον — 这是一个完成时被动分词单数阳性宾格,修饰由 `ἔφη`(§100)引导的间接引语(宾格加不定式结构)中不定式 `ἐξεγείρειν` 的主语 `ἀλεκτρυόνα`(公鸡),含有“被说服”、“收买”的隐喻含义。
  4. §113ὡς ἂν μὴ ʼξίῃ — 这是一个由目的连词 `ὡς` 与语气词 `ἄν` 连用,后接现在时虚拟式 `ἐξίῃ`(动词 `ἐξέρχομαι` 的单数第三人称)组成的目的从句。这种结构在古典雅典喜剧中常见,为目的表达增添了某种潜在性或条件性色彩。
  5. §138οὐ περιδραμεῖται — 否定词 `οὐ` 与将来时直陈式单数第三人称 `περιδραμεῖται`(源自 `περιτρέχω`)结合。这种结构表面上是疑问句,实际上是雅典方言中表达紧迫命令或催促的惯用句型(“你们两个难道不快点跑过来一个吗?!”)。
  6. §160ἀποσκλῆναι τότε — 这是无定过去时主动不定式(`ἀποσκλῆναι`,源自 `ἀποσκέλλω`,意为枯萎),依赖于动词 `ἔχρησεν`(§159)。它用于表达神示的具体内容或注定的结果。

引用这一段

阿里斯托芬, 马蜂 §84-162. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:84-162

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。