Humanitext Reader

阿里斯托芬 · 马蜂 §1113-1189

菲洛克勒翁改换贵族装束与礼仪学习

第 16 段,共 20 段 · 希腊语

内容简介

在马蜂歌队批判不劳而获的雄蜂之后,布德律克勒翁说服父亲菲洛克勒翁脱下旧衣,换上奢华的波斯外套与拉科尼亚鞋,并试图教导他在上流社交场合中应当谈论的高雅话题。

§1113πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
因为我们蜇刺每一个人,并以此谋生。
§1114ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι §1115οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου §1116τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
然而,我们之中却坐着些雄蜂,他们没有蜇针,只留在家里,把我们辛勤挣来的贡金一扫而光,自己却毫不受苦。
§1117τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν §1118ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ §1119μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
而这最让我们痛心:一个未曾服役的人,不曾为这个国家拿过桨,拿过枪,手掌上也不曾磨出过一个水泡,却能把我们的津贴大口喝光。
§1120ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ §1121ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
但在我看来,简而言之,今后的公民中,凡是没有蜇针的人,就不该领到那三奥博尔的酬金。
§1122οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι, §1123ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον, §1124ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
菲洛克勒翁:只要我活着,就绝不脱下这件旧外套,因为当年强大的北风来袭、我在阵中列队时,唯有它救了我的命。
§1125ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
布德律克勒翁:您似乎一点也不想享受什么好东西。
§1126μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
菲洛克勒翁:凭宙斯起誓,那对我可一点好处也没有。
§1127καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος §1128ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
因为以前我吃饱了烤小鱼,结果弄脏了衣服,还倒贴了漂洗工三奥博尔。
§1129ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ §1130ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
布德律克勒翁:好吧,但总得试一试,既然您已经一次把您自己交托给我,让我好好待您。
§1131τί οὖν κελεύεις δρᾶν με;
菲洛克勒翁:那么,你命令我做什么?
§1131bτὸν τρίβωνʼ ἄφες, §1132τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
布德律克勒翁:脱掉那件破旧的粗袍,像这样把这件厚斗篷帅气地披在身上。
§1133ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν, §1134ὅθʼ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
菲洛克勒翁:难道生养孩子,就是为了现在这个家伙想要把我闷死吗?
§1135ἔχʼ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
布德律克勒翁:拿着,披上它,别唠叨了。
§1136τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;
菲洛克勒翁:凭所有的神明起誓,这该死的究竟是什么东西?
§1137οἱ μὲν καλοῦσι Περσίδʼ οἱ δὲ καυνάκην.
布德律克勒翁:有人称它为波斯袍,也有人叫它卡乌纳克斯。
§1138ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
菲洛克勒翁:而我还以为是塞麦提亚产的羊毛粗毯呢。
§1139κοὐ θαῦμά γʼ· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
布德律克勒翁:这不奇怪,因为您没去过萨尔迪斯。
§1140ἔγνως γὰρ ἄν·
要是去过您就认得了。
νῦν δʼ οὐχὶ γιγνώσκεις.
现在您却不认识。
§1140bἐγώ;
菲洛克勒翁:我?
§1141μὰ τὸν Δίʼ οὐ τοίνυν· ἀτὰρ δοκεῖ γέ μοι
凭宙斯起誓,确实不认得。
§1142ἐοικέναι μάλιστα Μορύχου σάγματι.
但在我看来,这最像莫律科斯的毛皮毯子。
§1143οὔκ, ἀλλʼ ἐν Ἐκβατάνοισι ταῦθʼ ὑφαίνεται.
布德律克勒翁:不对,这可是在埃克巴坦那织成的。
§1144ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
菲洛克勒翁:埃克巴坦那也用动物肚子里的下水作纬线吗?
§1145πόθεν ὦγάθʼ;
布德律克勒翁:我的好父亲,您说什么呢?
ἀλλὰ τοῦτο τοῖσι βαρβάροις §1146ὑφαίνεται πολλαῖς δαπάναις.
这可是异民族们花大本钱织成的。
αὕτη γέ τοι §1147ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
单单这一件,就轻而易举地吞掉了整整一塔兰托的羊毛。
§1148οὔκουν ἐριώλην δῆτʼ ἐχρῆν αὐτὴν καλεῖν §1149δικαιότερον ἢ καυνάκην;
菲洛克勒翁:既然如此,叫它“羊毛强盗(埃里欧莱)” 不是比叫卡乌纳克斯更贴切吗?
§1149bἔχʼ ὦγαθέ, §1150καὶ στῆθʼ ἀναμπισχόμενος.
布德律克勒翁:拿着吧,我的好父亲,披好它,站直了。
§1150bοἴμοι δείλαιος·
菲洛克勒翁:哎呀,我真命苦!
§1151ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.
这恶毒的东西朝我喷出多么闷热的一股气啊。
§1152οὐκ ἀναβαλεῖ;
布德律克勒翁:您不披上吗?
§1152bμὰ Δίʼ οὐκ ἔγωγʼ.
菲洛克勒翁:凭宙斯起誓,我才不呢。
ἀλλʼ ὦγαθέ, §1153εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.
不过,我的好儿子,要是实在非穿不可,你不如把一个烤炉套在我身上。
§1154φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ·
布德律克勒翁:来吧,还是让我来替您裹上。
σὺ δʼ οὖν ἴθι.
您尽管朝前走。
§1155παράθου γε μέντοι καὶ κρεάγραν.
菲洛克勒翁:那你至少也在旁边放一把肉叉。
§1155bτιὴ τί δή;
布德律克勒翁:这又是为什么?
§1156ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
菲洛克勒翁:好在我不至于在融化殆尽前没人把我捞出来。
§1157ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας, §1158τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
布德律克勒翁:好了,现在脱下您那双该死的便鞋,赶紧穿上这双拉科尼亚鞋。
§1159ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε §1160ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;
菲洛克勒翁:我怎么能忍受穿上仇敌们生产的、充满恶意的鞋底呢?
§1161ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως §1162ἐς τὴν Λακωνικὴν ἀνύσας.
布德律克勒翁:伸脚进去吧,好爸爸,用劲踩下去,快穿上这拉科尼亚鞋。
§1162bἀκικεῖς γέ με §1163ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
菲洛克勒翁:你这是在迫害我,硬把我的脚送上敌人的土地。
§1164φέρε καὶ τὸν ἕτερον.
布德律克勒翁:来,把另一只也穿上。
§1164bμηδαμῶς τοῦτόν γʼ, ἐπεὶ §1165πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.
菲洛克勒翁:这只绝对不行,因为它的一根脚趾是铁杆的拉科尼亚仇视者。
§1166οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
布德律克勒翁:别无选择,必须穿上。
§1166bκακοδαίμων ἐγώ, §1167ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
菲洛克勒翁:我可真倒霉,到了这把年纪,连个冻疮都长不成了。
§1168ἄνυσόν ποθʼ ὑποδησάμενος·
布德律克勒翁:快点穿上吧。
εἶτα πλουσίως §1169ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
然后像个富人一样,这样迈步,带着几分骄奢和扭捏走几步。
§1170ἰδού.
菲洛克勒翁:瞧着。
θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳ §1171μάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
看我这个身段,瞧瞧我最像哪个富人踱步的姿态。
§1172ὅτῳ;
布德律克勒翁:像谁?
Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
像一个敷了蒜泥药膏的疖子。
§1173καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
菲洛克勒翁:不过,我还真的很想扭着屁股走呢。
§1174ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν §1175ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
布德律克勒翁:那好,在一群博学而儒雅的人面前,您懂得如何发表庄重高雅的言谈吗?
§1176ἔγωγε.
菲洛克勒翁:当然懂。
§1176bτίνα δῆτʼ ἂν λέγοις;
布德律克勒翁:那您会说些什么呢?
§1176cπολλοὺς πάνυ.
菲洛克勒翁:多着呢。
§1177πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο, §1178ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
首先是拉米亚被捕时是如何放屁的,接着是卡尔多皮翁如何对待他的母亲。
§1179μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων, §1180οἵους λέγομεν μάλιστα τοὺς κατʼ οἰκίαν.
布德律克勒翁:别给我讲神话,讲点人世间的事,就是我们通常在家里谈论的那种家常话。
§1181ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατʼ οἰκίαν §1182ἐκεῖνον ὡς οὕτω ποτʼ ἦν μῦς καὶ γαλῆ.
菲洛克勒翁:那我知道一些极其家常的话了,那个故事:‘从前,有一只耗子和一只鼬鼠……’ 布德律克勒翁:‘你这个粗鄙无知的家伙!
§1183ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη §1184τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος, §1185μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
’正如塞奥革涅斯在痛骂掏粪工时所说的那样,难道您要在体面人面前谈论耗子和鼬鼠吗?
§1186ποίους τινὰς δὲ χρὴ λέγειν;
菲洛克勒翁:那应该谈论什么样的事情呢?
§1186bμεγαλοπρεπεῖς, §1187ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
布德律克勒翁:高雅体面的事,比如您和安德罗克勒斯及克莱斯塞涅斯一同充当使节的往事。
§1188ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖ §1189πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
菲洛克勒翁:可我一生中从未去过任何地方充当使节,除了去帕罗斯岛,而且那还是为了赚两个奥博尔的桨手钱。

词汇与语法注释

  1. 1115ἡμῶν τοῦ φόρου τὸν πόνον — 虽然看似双重属格,但 ἡμῶν(我们的)修饰 τὸν πόνον(劳苦)或 τοῦ φόρου(贡品),意为“我们为贡品付出的劳苦成果”。φόρου 在此作 πόνον 的宾格性属格或来源属格。
  2. 1121μὴ φέρειν — 不定式 φέρειν 依赖于主句中的非人称动词 δοκεῖ(§1120)。它在关系从句 ὅστις ἂν μὴ ʼχῃ 之后,表示主句中应当或命令性的结果(“不应当领到”)。
  3. 1140ἔγνως γὰρ ἄν — 这是由直说过去时(ἔγνως)加上 ἄν 构成的与过去事实相反的条件句归结从句。其条件从句(“如果你去过萨尔迪斯的话”)在上下文中被省略了。
  4. 1187ὡς ξυνεθεώρεις — 连词 ὡς 引导方式从句(“像……一样”)。它使用动词 ξυνεθεώρεις(共同参与使节团或祭典考察)的内容作为范例说明。

引用这一段

阿里斯托芬, 马蜂 §1113-1189. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:1113-1189

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。