Humanitext Reader

阿里斯托芬 · 马蜂 §1190-1277

宴会礼仪训练与饮酒歌排练

第 17 段,共 20 段 · 希腊语

内容简介

布德律克勒翁试图教会他的父亲菲洛克勒翁上流社会的社交礼仪,包括在宴会上得体的谈吐、如何躺卧以及如何接唱饮酒歌。随后,歌队唱起插曲,嘲弄了穷困潦倒的使节阿米尼亚斯,并赞美了奥托梅内斯及其才华横溢的儿子们。

§1190ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα §1191Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
布德律克勒翁:那您至少该讲讲,刚才埃普迪翁是如何在角力中精彩击败阿斯孔达斯的。
§1192ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι §1193πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ §1194θώρακʼ ἄριστον.
虽然他已年迈苍苍,却仍有着极其宽阔的肋骨、双手、腰部和极棒的胸膛。
§1194bπαῦε παῦʼ, οὐδὲν λέγεις.
菲洛克勒翁:停,快停下! 你尽在胡说八道。
§1195πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;
穿着胸铠怎么能参加角力呢?
§1196οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
布德律克勒翁:聪明人都是习惯这样叙述的。
§1197ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις §1198πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς §1199ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
那么请告诉我另一件事:当您与外邦人一同饮酒时,您认为自己会讲起年轻时的哪件最英勇的壮举呢?
§1200ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν, §1201ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
菲洛克勒翁:那件,那件绝对是我最勇敢的事迹,就是我偷走埃尔加西翁的葡萄支柱那次!
§1202ἀπολεῖς με.
布德律克勒翁:您要气死我了!
ποίας χάρακας;
什么支柱?
ἀλλʼ ὡς ἢ κάπρον §1203ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα §1204ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
您应该讲讲您以前是如何追捕野猪,或是野兔,或是参加火炬接力赛,找出任何最显年轻活力的事情来谈。
§1205ἐγᾦδα τοίνυν τό γε νεανικώτατον· §1206ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι §1207εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
菲洛克勒翁:那我安排,那我可知道一件最显年轻活力的事了:当我还是个大孩子时,那个赛跑运动员法伊鲁斯我起诉他诽谤,并以两票之差获胜。
§1208παὖ·
布德律克勒翁:快停下!
ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε §1209ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
您还是躺在这儿,开始学习如何成为一个懂得社交、适合宴饮的人。
§1210πῶς οὖν κατακλινῶ;
菲洛克勒翁:那我该怎么躺?
φράζʼ ἀνύσας.
快告诉我。
§1210bεὐσχημόνως.
布德律克勒翁:要优雅地躺。
§1211ὡδὶ κελεύεις κατακλινῆναι;
菲洛克勒翁:你命令我像这样躺着吗?
§1211bμηδαμῶς.
布德律克勒翁:绝对不行。
§1212πῶς δαί;
菲洛克勒翁:那到底要怎样?
§1212bτὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς §1213ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
布德律克勒翁:伸直双膝,像体育健儿那样,把您的身体柔顺地舒展在铺盖上。
§1214ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων, §1215ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·
接着,赞美几件青铜器皿,仰望一下天花板,欣赏一下庭院里的挂毯。
§1216ὕδωρ κατὰ χειρός·
“净手水来!
τὰς τραπέζας ἐσφέρειν·
把桌子抬进来!
§1217δειπνοῦμεν·
” “我们开饭了!
ἀπονενίμμεθʼ·
洗好手了!
ἤδη σπένδομεν.
现在开始奠酒!
§1218πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
” 菲洛克勒翁:凭诸神起誓,我们是在梦里赴宴吗?
§1219αὑλητρὶς ἐνεφύσησεν·
布德律克勒翁:吹笛女开始吹奏了。
οἱ δὲ συμπόται §1220εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων, §1221ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
同席的酒友有塞奥罗斯、艾斯奇奈斯、法诺斯、克勒翁,还有阿克斯托尔身边的另一个外邦人。
§1222τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
跟这些人在一起,您得好好接唱饮酒歌。
§1223ἄληθες;
菲洛克勒翁:真的吗?
ὡς οὐδεὶς Διακρίων δέξεται.
山地党人里也绝没人能比我接得更好。
§1224ἐγὼ εἴσομαι·
布德律克勒翁:我会看出来的。
καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων, §1225ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ. §1226οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις —
那好,假设我是克勒翁,我先唱起《哈尔莫狄乌斯之歌》,您来接唱: “在雅典诞生的人中,从未有谁——” 菲洛克勒翁:“——像他这样既是个恶棍又是强盗!
§1227οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.
” 布德律克勒翁:“您真敢这么做?
§1228τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
您会被他的咆哮声给彻底毁了!
§1229φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν §1230καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
他会扬言要消灭您、摧毁您,并把您赶出这片土地。
§1230bἐγὼ δέ γε, §1231ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι· §1232ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος, §1235ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς.
” 菲洛克勒翁:“而我,要是他敢威胁我,凭宙斯起誓,我就唱另一首来回敬他:” “你这疯狂追求巨大权力的家伙,” “你还要把城邦倾覆;而它已经危在旦夕。
§1236τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος §1237ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
” 布德律克勒翁:“那如果塞奥罗斯躺在克勒翁脚边,握着克勒翁的右手,唱道:” “‘朋友啊,学习阿德梅托斯的故事吧,去爱那些高尚的人。
§1238Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
’?
§1239τούτῳ τί λέξεις σκόλιον;
” “您要对这个人回接什么饮酒歌?
§1239bᾠδικῶς ἐγώ. §1240οὐκ ἔστιν ἀλωπεκίζειν, §1241οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.
” 菲洛克勒翁:“我会用歌声唱道:” “不可像狐狸那样耍弄花招,” “也不可企图做双方的朋友。
§1242μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται, §1244ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται· §1245χρήματα καὶ βίαν §1246Κλειταγόρᾳ τε κἀμοὶ §1247μετὰ Θετταλῶν —
” 布德律克勒翁:“在他之后,塞鲁斯的儿子艾斯奇奈斯会接唱,” “他是个聪明又通晓音律的人,他会唱道:” “‘财富与权力,’ ‘给克莱塔哥拉和我,’ ‘伴着色萨利人——’ 菲洛克勒翁:“——你和我确实吹了很多牛皮。
§1248πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ. §1249τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
” 布德律克勒翁:“这方面您倒是指挥得相当得心应手。
§1250ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
” “现在,我们该去菲洛克特蒙家赴宴了。
§1251παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν, §1252ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
” “童子,童子,赫里索斯,快给我们收拾好行装,好让我们时隔多日大醉一场。
§1252bμηδαμῶς.
” 菲洛克勒翁:“千万不要。
§1253κακὸν τὸ πίνειν·
” “喝酒是坏事。
ἀπὸ γὰρ οἴνου γίγνεται §1254καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν, §1255κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
因为从酒里会生出砸人家大门、殴打别人、砸掷东西等事,然后还要在宿醉未醒时赔付银钱。
§1256οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
” 布德律克勒翁:“不,如果您和体面(又好又美)的人交往就不会。
§1257ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα, §1258ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα, §1259Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν, §1260ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων §1261τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.
” “因为他们要么替您向受害者求情,要么您自己讲个俏皮的故事,比如滑稽的伊索寓言,或是叙巴里斯的笑话,这些您在宴席上学来的东西;接着,把事情转化为一场哄堂大笑,对方就会放过您并离去了。
§1262μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων, §1263εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
” 菲洛克勒翁:“既然如此,那我可得学很多故事了,要是真的做了什么坏事也完全不需要赔钱的话。
§1264ἄγε νυν ἴωμεν·
” 布德律克勒翁:“那咱们走吧。
μηδὲν ἡμᾶς ἰσχέτω.
不要让任何事阻碍我们。
§1265πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι §1266καὶ σκαιὸς οὐδεπώποτε·
” 歌队:我经常觉得自己天生聪明伶俐,从未显得愚笨。
§1267ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων, §1268οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς §1269δειπνοῦντα μετὰ Λεωγόρου· §1270πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·
但塞鲁斯的儿子、那个留着‘发髻’的阿米尼亚斯更胜一筹—— 我曾见过他,不吃正餐而只以苹果和石榴充饥,与雷奥戈拉斯坐在一起;因为他像安提丰一样挨饿。
§1271ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ §1272μόνος μόνοις §1273τοῖς Πενέσταισι ξυνῆν τοῖς
但他作为使节前往法萨卢斯,在那个地方,独自一人与农奴们混在一起,那些色萨利的农奴。
§1274Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
而他自己也是个不亚于任何人的穷光蛋。
§1275ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,
哦,幸福的奥托梅内斯啊,我们多么为你祝福!
§1276παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους· §1277πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
你生下了手艺极其精湛的儿子们:首先是一个深受所有人喜爱且极其聪明的人……

词汇与语法注释

  1. 1207εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν — 结合了表示法庭术语“起诉”的现在分词 `διώκων` 与主动词 `εἶλον`(`αἱρέω` 的不定过去时,意为“胜诉”或“判决有罪”)。`λοιδορίας`(诽谤)是表示指控罪名的属格,而 `ψήφοιν δυοῖν`(以两票之差)是双数形式的与格,表示差异的程度或手段。
  2. 1235ἁ δʼ ἔχεται ῥοπᾶς — `ἔχεται`(`ἔχω` 的中动态)与属格 `ῥοπᾶς`(“倾斜、天平的摆动”)连用,意为“紧紧依附于”、“处于……的关头”,表示一种紧迫或危机四伏的状态。
  3. 1272μόνος μόνοις ... πενέστης ὢν — 此处使用了将同一形容词的不同格并置的修辞手法(同源异格,polyptoton) `μόνος μόνοις`(孤独者与孤独者单独相处),并结合了专有名词 `Πενέσται`(色萨利的农奴阶层)与普通名词 `πενέστης`(穷人,源自 `πένεσθαι`“贫穷”)之间的双关语。

引用这一段

阿里斯托芬, 马蜂 §1190-1277. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:1190-1277

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。