§539ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως· §540οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν, §541οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ §542τύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα, §543οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ,
(也没有缝着)顶端又红又粗的东西、好让小孩子们发笑;她既不嘲笑秃头,也不跳粗俗的康康舞,念台词的老人也没有用拐杖去打身旁的人以掩盖拙劣的笑话,也没有手拿火把冲进来,也没有大喊“哎呀,哎呀!
§544ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν.
”,而是单单凭着信赖自己和她的诗句而来到这里。
§545κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, §546οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων, §547ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι, §548οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
而我,作为这样一个诗人和创作者,并不自负,也不企图通过两遍三遍地引入同样的东西来欺骗你们,而是不断引入全新的创意来施展才华,它们彼此毫无相似之处,并且全都充满智慧。
我曾在克勒翁势力最鼎盛时击中了他的腹部,却不敢在他倒地之后再次践踏他。
然而这些家伙,一旦许佩尔波洛斯露出了把柄,便总是践踏这个可怜的家伙和他的母亲。
§553Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν §554ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς, §555προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν §556Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.
欧波利斯首先拉扯出了他的《马里卡斯》,用极其卑劣的手法歪曲了我们的《骑士》,为了跳康康舞而给它加上了一个醉酒的老太婆,而这弗吕尼科斯很久以前就写过这个角色,就是那个差点被海怪吃掉的女人。
§557εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον, §558ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, §559τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
接着,赫尔米波斯再次创作了针对许佩尔波洛斯的作品,而现在其他所有人都在猛烈抨击许佩尔波洛斯,模仿着我那个“浑水摸鱼(捉鳗鱼)”的比喻。
§560ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω· §561ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν, §562ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
因此,凡是为那些家伙发笑的人,就不要因我的作品而高兴;但如果你们喜欢我和我的发明,在未来的岁月里,你们将被认为是有智慧的人。
§563ὑψιμέδοντα μὲν θεῶν §564Ζῆνα τύραννον ἐς χορὸν §565πρῶτα μέγαν κικλήσκω· §566τόν τε μεγασθενῆ τριαίνης ταμίαν, §567γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν· §568καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ §570Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων· §571τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις §572ἀκτῖσιν κατέχει §573γῆς πέδον μέγας ἐν θεοῖς §574ἐν θνητοῖσί τε δαίμων.
首先,在诸神中统治高天的统治者宙斯,请到我们盛大的歌舞中来,我首先召唤他;还有那拥有强大力量的三叉戟守护者,大地和咸涩海洋的狂暴震动者;以及我们名声显赫的父亲,最神圣的、养育万物生命的埃忒尔;还有那驭马前行者,他以极璀璨的光芒普照着大地的平原,在神明中也是伟大的神,在凡人中亦然。
§575ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.
最聪明的观众们啊,请把你们的注意力转向这里。
§576ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον· §577πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν, §578δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε, §579αἵτινες τηροῦμεν ὑμᾶς.
因为我们受到了不公的对待,特在你们面前提出责备;因为在所有神明中,我们是对这座城市帮助最多的,却唯独对我们这些神明,你们既不献祭也不敬酒,而我们一直在看守着你们。
ἢν γὰρ ᾖ τις ἔξοδος §580μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.
因为,如果有什么行动是毫无理智的,那时我们要么打雷,要么下雨。
§581εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα §582ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν §583κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς· §584ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος §585τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας §586οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.
接着,当你们选择那个神明所憎恶的皮匠帕夫拉戈尼亚人作为将军时,我们皱紧了眉头,并制造了可怕的异象,雷声夹杂着闪电轰鸣而起;月亮偏离了她的轨道,而太阳立刻把他的灯芯卷缩回自己体内,宣称如果克勒翁当选将军,他就绝不再照耀你们。
§587ἀλλʼ ὅμως εἵλεσθε τοῦτον.
但即便如此,你们还是选了他。
φασὶ γὰρ δυσβουλίαν §588τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς §589ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.
因为人们说,虽然愚蠢的决策总是伴随着这座城市,但神明们总能将你们所犯的各种错误转化为更好的结果。
§590ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν· §591ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς §592εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα, §593αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε, §594ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
而这要如何变得对你们有利,我们也将轻松予以说明:如果你们判定克勒翁这个贪婪的海鸥犯有受贿和盗窃罪,然后用枷锁套住这个家伙的脖子,那么对你们来说,重回过去,即便你们犯了什么错,事情最终也会朝着对这座城市更有利的方向转化。
请再次临到我身边,主宰斐玻斯,统治着金索斯的巍峨岩石的提洛岛之神。
§598ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις §600οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν, §601ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς §602αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα, §603Παρνασσίαν θʼ ὃς κατέχων §604πέτραν σὺν πεύκαις σελαγεῖ §605Βάκχαις Δελφίσιν ἐμπρέπων, §606κωμαστὴς Διόνυσος.
还有你,以弗所的福乐女神,你拥有那黄金神殿,在那里吕底亚的少女们极度尊崇你;以及我们本地的女神,手持埃癸斯的御手、城市的守护者雅典娜;还有你,统治着帕纳塞斯岩石、高举松明闪耀光芒的,在德尔斐的狂女中格外引人瞩目的,狂欢者迪奥尼索斯。
§607ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα, §608ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι, §609πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις· §610εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναι §611ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς.
当我们准备动身来这里的时候,月亮与我们相遇,嘱托我们转告,首先,向雅典市民及其盟友致以问候;接着,她说她非常生气;因为她遭受了可怕的不公待遇,用行动而非言语给你们所有人带来好处,却受到了可怕的对待。
§612πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν, §613ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας, §614μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν.
首先,每个月至少让你们省下了一打火把的钱,以至于每个人在黄昏出门时都会说: “仆人,别买火把了,因为月光正美。
§615ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας §616οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν· §617ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε §618ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε, §619τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
” 她还说她做了其他许多好事,而你们却完全没有正确地安排日子,反而把它们搞得颠三倒四;因此,她说神明们每次都会威吓她,每当他们被骗了晚饭、两手空空回家时,因为没有按照日子的计算赶上祭典。
§620κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε·
然而,当应该献祭的时候,你们却在刑讯和审判;