Humanitext Reader

阿里斯托芬 · 云 §446-538

对斯特勒普西阿得斯的试探与诗伎段致词

第 7 段,共 19 段 · 希腊语

内容简介

斯特勒普西阿得斯表达了甘受一切恶名的决心后,苏格拉底开始对他进行天资和记忆力的测试。在一连串荒诞的误解后,歌队将他送入思想所。随后,诗人通过歌队向观众直接致词(诗伎段),阐述自己戏剧的艺术价值和创作历程,并强调其喜剧的高雅与克制。

§446βδελυρὸς ψευδῶν συγκολλητὴς §447εὑρησιεπὴς περίτριμμα δικῶν §448κύρβις κρόταλον κίναδος τρύμη §449μάσθλης εἴρων γλοιὸς ἀλαζὼν §450κέντρων μιαρὸς στρόφις ἀργαλέος §451ματιολοιχός·
一个令人厌恶的谎言拼接者、口齿伶俐的诉讼老手、法典碑、拨浪鼓、狡猾的狐狸、钻孔器、软皮带、佯装不知者、滑溜的家伙、吹牛大王、恶棍、肮脏的无赖、变色龙、麻烦的家伙、卑鄙的舔盘子奴!
§452ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες, §453δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,
如果相遇的人们这样称呼我,就让他们彻底去做任何他们想做的事吧。
§454κεἰ βούλονται §455νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν §456τοῖς φροντισταῖς παραθέντων.
只要他们愿意,凭德墨忒尔发誓,把我肚子里的内脏做成香肠供奉给思想家们也行。
§457λῆμα μὲν πάρεστι τῷδέ γʼ §458οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον.
这个男人确实拥有并非胆怯而是准备就绪的心。
ἴσθι δʼ ὡς §459ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες §460ἐν βροτοῖσιν ἕξεις.
要知道,从我这里学到这些后,你将在凡人中获得高耸入天的名声。
§461τί πείσομαι;
我会遭遇什么?
§462τὸν πάντα χρόνον μετʼ ἐμοῦ §463ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
你将永远与我同在,度过在世人看来最令人羡慕的一生。
§465ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ §467ὄψομαι;
我真的有一天能亲眼见到这景象吗?
§467bὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι, §470βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν §471πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, §475ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
因此,许多人将总是坐在你的门前,渴望向你咨询并与你商谈价值许多塔兰同的事务和诉讼,与你共同商议配得上你智慧的事。
§476ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν, §477καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
那么,开始向这个老人传授你准备教给他的第一课吧,并且启发他的思维,试探他的想法。
§478ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον, §479ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς §480ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
来吧,向我陈述你自己的性格,以便我了解你是怎样的人后,能够立即针对你采用新的策略。
§481τί δέ;
什么?
τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
凭诸神发誓,你打算对我用攻城器械吗?
§482οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
不,我只是想从你这里了解一些简短的事。
§483ἦ μνημονικὸς εἶ;
你的记性好吗?
§483bδύο τρόπω νὴ τὸν Δία· §484ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ· §485ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
凭宙斯发誓,有两种情况:如果有人欠我的,我记性极好;但如果是我欠人家的,可怜的我,就会忘得一干二净。
§486ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
在你的天性中,是否有学习的才能?
§487λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.
要说能说会道我是没有的,但要说赖账那倒是有的。
§488πῶς οὖν δυνήσει μανθάνειν;
那么你将如何能够学习呢?
§488bἀμέλει καλῶς.
放心,一定会学得很好。
§489ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν §490περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
来吧,这样一来,每当我向你提出有关天象的某种智慧问题时,你就能立刻领会。
§491τί δαί;
什么?
κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
我要像狗一样抢食智慧吗?
§492ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
这个家伙是个毫无教养的野蛮人。
§493δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.
老人啊,我担心你欠揍。
§494φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
来,让我看看,如果有人打你,你会怎么做?
§494bτύπτομαι, §495ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι, §496εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
我挨打,然后稍微等一会儿,叫来证人,接着再过一会儿,就去起诉。
§497ἴθι νυν κατάθου θοἰμάτιον.
来吧,现在把你的外衣脱下来。
§497bἠδίκηκά τι;
我犯了什么罪吗?
§498οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
不,只是按照规矩必须赤身裸体进去。
§499ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.
但我又不是去搜查赃物,用不着脱光!
§500κατάθου.
脱下来。
τί ληρεῖς;
你胡说些什么?
§500bεἰπὲ δή νύν μοι· §500cτὸ τί;
那么现在请告诉我:什么事?
§501ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, §502τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
如果我勤奋且热心地学习,我会变得像你的哪一个弟子?
§503οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
你的天性将和凯勒丰没有任何区别。
§504οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
哎呀,我这个倒霉蛋,要变得半死不活了!
§505οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ §506ἀνύσας τι δευρὶ θᾶττον;
你别再唠叨了,还不快跟着我赶快到这边来?
§506bἐς τὼ χεῖρέ νυν §507δός μοι μελιτοῦτταν πρότερον·
那么现在,先在我的双手里塞一块蜜饼吧。
ὡς δέδοικʼ ἐγὼ §508εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
因为我很害怕走下去,就像是进入特罗福尼乌斯的洞穴一样。
§509χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
快走,你为什么老是在门口探头探脑的?
§510ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας §511οὕνεκα ταύτης.
去吧,祝你因这番勇气而满怀喜悦。
§512εὐτυχία γένοιτο τἀνθρώπῳ, §513ὅτι προήκων §514ἐς βαθὺ τῆς ἡλικίας §515νεωτέροις τὴν φύσιν αὑτοῦ §516πράγμασιν χρωτίζεται §517καὶ σοφίαν ἐπασκεῖ.
愿好运降临到这个男人的身上,因为,尽管已经步入垂暮之年,他仍用年轻人的事务来浸染自己的天性,并潜心修习智慧。
§518ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως §519τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
观众们啊,我将向你们坦率地诉说真话,凭抚育我的迪奥尼索斯起誓。
§520οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός, §521ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς §522καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν, §523πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι §524ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν §525ἡττηθεὶς οὐκ ἄξιος ὤν·
愿我获得胜利并被视为智者,正如我把你们看作聪明的观众,并且认为这部作品是我的喜剧中最有智慧的一部一样,我认为你们最配首先再次品尝这部让我付出了最多心血的作品;然而之后,我却被俗不可耐的家伙们击败,蒙受了不应得的退却。
ταῦτʼ οὖν ὑμῖν μέμφομαι §526τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.
因此,我向你们这些智者提出责备,因为我是为了你们才如此费尽心血的。
§527ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.
但即便如此,我也绝不会自愿背弃你们中间的聪明人。
§528ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν, §529ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην, §530κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, §531ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο, §532ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε· §533ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια.
因为自从在这里,那些光是提及就令人愉悦的人们对我的《温和者》和《放荡者》给予了最高的赞誉起,而我——因为当时我还是个处女,还不允许生育—— 便把它弃置在野,另一个女孩把它捡起并带走,你们则慷慨地抚育并教育了它,从此,我便从你们那里得到了对你们判断力的可靠誓言。
§534νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία §535ζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς· §536γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
于是现在,像那个厄勒克特拉一样,这部喜剧走来寻找,看是否能遇上这样聪明的观众;因为如果她看到了,她定会认出她哥哥的卷发。
§537ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲν §538οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον
看看她天性中是多么温和吧:她首先来到这里时,绝没有缝着任何晃荡的皮制阳具……

词汇与语法注释

  1. §453δρώντων — 第三人称复数现在时主动命令式。主语为“人们”,表示斯特勒普西阿得斯带有自暴自弃色彩的听之任之与让步(“任凭他们做”)。§456 的 παραθέντων 同样是第三人称复数命令式。
  2. §461πείσομαι — 动词 πάσχω(经历、遭受、得到)的将来时直陈式中动语态第一人称单数。虽然在形式上与 πείθω(听从、相信)的将来时中动语态相同,但此处应理解为“(通过跟随你)我将会经历什么(得到什么好处)?”
  3. §489ὅπως — 连词 ὅπως 后接将来时直陈式(即 §490 的 ὑφαρπάσει),构成表示强烈的命令或劝告(“一定要领会”)的独立惯用句式。通常被认为省略了主句的命令式动词 ὅρα(“注意、务必”)。
  4. §499φωράσων — 动词 φωράω(搜查赃物)的将来时主动分词,表示目的(“为了搜查”)。根据当时雅典的法律程序,进入他人房屋搜查赃物的人必须脱光衣服,以防止其在衣服中私藏赃物进行栽赃嫁祸。斯特勒普西阿得斯听到苏格拉底要求“脱掉外衣”时,误以为是出于这一法律规定。
  5. §505οὐ μὴ λαλήσεις — 双重否定词 οὐ μή 后接第二人称将来时直陈式(λαλήσεις 与 ἀκολουθήσεις)。当用于第二人称时,此句式传达了强烈的禁止(“不要唠叨!”)以及随之而来的紧迫肯定命令(“跟我来!”),常用于喜剧中。

引用这一段

阿里斯托芬, 云 §446-538. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:446-538

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。