Humanitext Reader

阿里斯托芬 · 云 §621-698

月亮的警告与格律及名词性的教学

第 9 段,共 19 段 · 希腊语

内容简介

在乌云歌队警告雅典人因历法混乱而得罪神明后,苏格拉底把斯特雷普西阿得斯带到户外试图传授其格律和名词语法性,但由于后者极度愚钝,两人展开了一场鸡同鸭讲的荒诞对话。

§621πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, §622ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα, §623σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος §624τῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν §625τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται §626κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
很多时候,我们神明正在禁食,每当我们为门农或萨耳佩冬哀悼时,你们却在献祭并嘲笑;作为回报,许佩尔波洛斯今年抽签当选了神圣使节,然后被我们神明夺走了冠冕;因为这样他才能更好地懂得,应该如何根据月亮来安排他生命中的日子。
§627μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα
凭着“呼吸”,凭着“混沌”,凭着“空气”!
§628οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα §629οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα· §630ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων §631ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν·
我从未见过如此粗鲁的汉子,如此无可救药、如此笨拙、如此健忘;他刚学了一些小小的诡辩,还没学会就忘光了。
ὅμως γε μὴν §632αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
不过,无论如何,我要把他叫到这外面的光线下来。
§633ποῦ Στρεψιάδης;
苏格拉底:斯特雷普西阿得斯在哪?
ἔξει τὸν ἀσκάντην λαβών;
你拿着你的矮床出来吗?
§634ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.
斯特雷普西阿得斯:但是那些臭虫不让我把它拿出来。
§635ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
苏格拉底:赶紧放下,集中注意力。
§635bἰδού.
斯特雷普西阿得斯:瞧,好了。
§636ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν §637ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν;
苏格拉底:来吧,在那些你从未学过的东西中,你现在最想先学什么?
εἰπέ μοι.
告诉我。
§638πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;
是关于格律、诗句,还是节奏?
§639περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε §640ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
斯特雷普西阿得斯:我当然想学格律;因为前不久我被卖面粉的用一个“两合升”的量器给骗了。
§641οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον §642ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;
苏格拉底:我问的不是这个,而是你认为最美妙的格律是什么:是三步格还是四步格?
§643ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.
斯特雷普西阿得斯:我可认为没有什么比“半赫克提斯”更好的了。
§644οὐδὲν λέγεις ὦνθρωπε.
苏格拉底:你在胡说八道,你这人。
§644bπερίδου νυν ἐμοί, §645εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.
斯特雷普西阿得斯:那我们就打个赌,如果“半赫克提斯”不是四步格。
§646ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
苏格拉底:滚你的蛋! 你真是又粗鲁又难教。
§647ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
也许你能很快学会关于节奏的事。
§648τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
斯特雷普西阿得斯:可是节奏对我的大麦面粉有什么帮助?
§649πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, §650ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν §651κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
苏格拉底:首先能让你在交际中显得高雅,懂得哪种节奏是属于武装舞步,哪种又是属于指格。
§652κατὰ δάκτυλον;
斯特雷普西阿得斯:属于指格?
νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.
凭着宙斯起誓,这我知道!
§652bεἰπὲ δή.
苏格拉底:那你说说说看。
§653τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου; §654πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
斯特雷普西阿得斯:除了这个手指还能是哪个? 以前,在我还是个孩子的时候,是这一个。
§655ἀγρεῖος εἶ καὶ σκαιός.
苏格拉底:你真是粗俗、卑鄙。
§655bοὐ γὰρ ᾠζυρὲ §656τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
斯特雷普西阿得斯:可怜的先生,我可一点也不想学这些。
§656bτί δαί;
苏格拉底:那想学什么?
§657ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
斯特雷普西阿得斯:那个,就是那个,最不正义的辩论。
§658ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν, §659τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.
苏格拉底:但在那之前,你得先学别的,在四足动物中,哪些在语法上正确地属于阳性。
§660ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι· §661κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
斯特雷普西阿得斯:关于雄性我当然知道,除非我疯了:公羊、公山羊、公牛、狗、鸡。
§662ὁρᾷς ὃ πάσχεις;
苏格拉底:你看你犯的错了吗?
τήν τε θήλειαν καλεῖς §663ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
你把雌性的鸡也用和雄性一模一样的名字来称呼。
§664πῶς δὴ φέρʼ;
斯特雷普西阿得斯:怎么会? 快说说。
§664bὅπως;
苏格拉底:怎么会?
ἀλεκτρυὼν κἀλεκτρυών.
阿莱克特律翁和阿莱克特律翁。
§665νὴ τὸν Ποσειδῶ.
斯特雷普西阿得斯:凭波塞冬发誓!
νῦν δὲ πῶς με χρὴ καλεῖν;
那现在我该怎么称呼它?
§666ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.
苏格拉底:“阿莱克特律艾娜”,另一个叫“阿莱克托”。
§667ἀλεκτρύαιναν;
斯特雷普西阿得斯:“阿莱克特律艾娜”?
εὖ γε νὴ τὸν Ἀέρα·
太棒了,凭空气起誓!
§668ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου §669διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
单单为了这一个教导,我也要把你的面盆周围都装满大麦粉。
§670ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον §671ἄρρενα καλεῖς θήλειαν οὖσαν.
苏格拉底:瞧,这又是一个错误:你把“面盆” 当成阳性来称呼,而它本是阴性的。
§671bτῷ τρόπῳ §672ἄρρενα καλῶ ʼγὼ κάρδοπον;
斯特雷普西阿得斯:在什么方式上我把“面盆”叫作阳性了?
§672bμάλιστά γε, §673ὥσπερ γε καὶ Κλεώνυμον.
苏格拉底:当然是了,就像你叫“克勒奥尼莫斯”一样。
§673bπῶς δή;
斯特雷普西阿得斯:怎么会?
φράσον.
请解释。
§674ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
苏格拉底:对你来说,“卡尔多波斯”的词尾和“克勒奥尼莫斯”具有相同的性质。
§675ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ, §676ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.
斯特雷普西阿得斯:可是好先生,克勒奥尼莫斯连面盆都没有,他是在一个圆形的研钵里揉面的。
§677ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
斯特雷普西阿得斯:但今后我该怎么称呼它呢?
§677bὅπως;
苏格拉底:怎么称呼?
§678τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
叫“卡尔多佩”,就像你叫“索斯特拉特”那样。
§679τὴν καρδόπην θήλειαν;
斯特雷普西阿得斯:“卡尔多佩”当成阴性?
§679bὀρθῶς γὰρ λέγεις.
苏格拉底:正是,因为你说的对。
§680ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.
斯特雷普西阿得斯:那就会变成:卡尔多佩,克勒奥尼梅。
§681ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, §682ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.
苏格拉底:你还需要学学名字,哪些是阳性,哪些是阴性。
§683ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.
斯特雷普西阿得斯:我当然知道哪些是阴性。
§683bεἰπὲ δή.
苏格拉底:那你说说。
§684Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.
斯特雷普西阿得斯:吕西拉、菲林纳、克勒伊塔戈拉、德米特里娅。
§685ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
苏格拉底:那哪些名字是阳性呢?
§685bμυρία.
斯特雷普西阿得斯:成千上万。
§686Φιλόξενος Μελησίας Ἀμυνίας.
菲洛克塞诺斯、梅莱西阿斯、阿米尼亚斯。
§687ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.
苏格拉底:可是,你这个笨蛋,这些可不是阳性的。
§688οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;
斯特雷普西阿得斯:对你们来说它们不是阳性?
§688bοὐδαμῶς γʼ, ἐπεὶ
苏格拉底:绝不是。
§689πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
因为如果你碰见阿米尼亚斯,你会怎么称呼他?
§690ὅπως ἄν;
斯特雷普西阿得斯:怎么称呼?
ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.
就这样:“过来,过来,阿米尼亚!
§691ὁρᾷς;
” 苏格拉底:你瞧见了吗?
γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
你把阿米尼亚斯当成了女人来称呼。
§692οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
斯特雷普西阿得斯:难道不应该吗? 因为她连兵役都不服。
§693ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;
斯特雷普西阿得斯:可是我为什么要在这些大家全知道的事情上浪费时间学习?
§694οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ — §694bτί δρῶ;
苏格拉底:凭宙斯起誓,没什么,只要你躺到这里来—— 斯特雷普西阿得斯:我该做什么?
§695ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
苏格拉底:好好琢磨琢磨你自己的事情。
§696μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή, §697χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.
斯特雷普西阿得斯:求求你千万别在这儿;但如果必须这样做,请允许我在地上琢磨这些事情。
§698οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
苏格拉底:除了这样没有别的办法。

词汇与语法注释

  1. §625τὸν στέφανον ἀφῃρέθη — 动词 ἀφαιρέω(剥夺)在主动语态中支配双宾语(人与物的双宾语)。变为被动语态后,被剥夺的“人”(许佩尔波洛斯)成为主语,而被剥夺的“物”(τὸν στέφανον,冠冕)作为保留宾格继续维持宾格形式。
  2. §644bπερίδου — 动词 περίδομαι(中动语态,意为“打赌”)的第二人称单数过去不定时中动命令法。伴随第645行中的连词 εἰ(是否),构成了日常对话中“如果不是……就打赌”的习惯性打赌表达方式。
  3. §689πῶς ἂν καλέσειας — 由语气词 ἄν 与第二人称单数希求法卡形式 καλέσειας 构成的潜在希求法。用以询问在假设情况下(如果遇见阿米尼亚斯)的可能性或意图:“你会怎么称呼他呢?”

引用这一段

阿里斯托芬, 云 §621-698. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:621-698

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。