Humanitext Reader

阿里斯托芬 · 云 §1118-1196

与学成诡辩术的斐狄庇得斯重逢

第 15 段,共 19 段 · 希腊语

内容简介

歌队向裁判承诺利益并发出威胁后,斯特雷普西阿得斯因担心债务到期日而前前去迎接儿子斐狄庇得斯。已精通智者诡辩术的儿子,用关于到期日法律的狡辩让父亲大为惊奇。

§1118ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον.
我们会先给你们下雨,然后再给其他人下。
§1119εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν, §1120ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν.
然后我们将守护生出果实的葡萄藤,使它们既不受干旱压迫,也不受过度暴雨摧残。
§1121ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, §1122προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά, §1123λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου.
但若有人以凡人之躯,侮辱我们这些女神,让他好好注意,他将从我们这里遭受怎样的灾祸,他的土地上将既得不到葡萄酒,也得不到任何其他东西。
§1124ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι, §1125ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.
因为每当橄榄和葡萄发芽时,它们就会被斩断;我们将用这样的弹弓予以打击。
§1126ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους §1127τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
如果我们看见他做砖头,我们就会下雨,我们将用圆圆的冰雹粉碎他屋顶上的瓦片。
§1128κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, §1129ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεται §1130κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
如果他自己,或者他的亲友,在举行婚礼,我们将整夜下雨;以至于他大概会希望自己宁可在埃及,也不愿做出不公的判决。
§1131πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα, §1132εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν §1133δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι, §1134εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα.
斯特雷普西阿得斯:五日、四日、三日,接着是二日,然后是我在所有日子中最为恐惧、战栗并厌恶的,紧接着的就是“旧与新之日”(晦朔)。
§1135πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω, §1136θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν, §1137κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου, §1138ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς, §1139τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες , οὔ φασίν ποτε §1140οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με §1141ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
因为每一个我恰好欠他钱的人,交了诉讼保证金,就扬言要让我破产、把我灭绝,而当我提出温和而公正的要求说: “喂,老兄,这一部分你现在先别收,那部分替我延期,这部分就免了吧,”他们却说绝不这样收回债款,反而辱骂我,说我是个不义之人,还说要起诉我。
§1142νῦν οὖν δικαζέσθων·
现在他们要起诉就起诉吧!
ὀλίγον γάρ μοι μέλει, §1143εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
我一点也不在乎,只要斐狄庇得斯已经学会了能言善辩。
§1144τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον.
很快我就会去敲敲“思想所”的门来确认。
§1145παῖ, ἠμί, παῖ παῖ.
童子! 我说,童子,童子!
§1145bΣτρεψιάδην ἀσπάζομαι.
苏格拉底:我向斯特雷普西阿得斯致敬。
§1146κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·
斯特雷普西阿得斯:我也向你致敬。
§1147χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
但首先请收下这个;因为人们应该对老师表示某种敬意。
§1148καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον §1149ἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες.
并且请告诉我,我的儿子是否已经学会了那个论理,就是你不久前带他去学的那一个。
§1150μεμάθηκεν.
苏格拉底:他已经学成了。
§1150bεὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη.
斯特雷普西阿得斯:好极了,噢,万物的主宰者“欺瞒”啊!
§1151ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.
苏格拉底:因此,你可以逃脱任何你想要的诉讼。
§1152κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην;
斯特雷普西阿得斯:即使在我借钱时有证人在场?
§1153πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
苏格拉底:要容易得多,即使有一千人在场。
§1154βοάσομαί τἄρα τὰν ὑπέρτονον §1155βοάν.
斯特雷普西阿得斯:那么我一定要使使劲喊出那最高的呼喊。
ἰὼ κλάετʼ ὦ ʼβολοστάται §1156αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·
“嗬,哭泣吧,高利贷者们,你们自己、你们的本金和利息的利息!
§1157οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι, §1158οἷος ἐμοὶ τρέφεται §1159τοῖσδʼ ἐνὶ δώμασι παῖς, §1160ἀμφήκει γλώττῃ λάμπων, §1161πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, §1162λυσανίας πατρῴων μεγάλων κακῶν·
因为你们再也不能对我做出任何坏事了,因为有这样的一位儿子为我抚育,在这屋宇里,闪耀着双刃的舌头,我的前锋,家中的救星,仇敌的灾星,消除父亲巨大苦难的解脱者!
§1163ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
快跑,把他从里面叫出来见我。
§1165ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων, §1166ἄιε σοῦ πατρός.
” “噢,孩子,噢,我的儿子,从屋里出来,听你父亲的声音。
§1167ὅδʼ ἐκεῖνος ἀνήρ.
” 苏格拉底:这就是那个人。
§1168ὦ φίλος ὦ φίλος.
斯特雷普西阿得斯:噢,亲爱的,噢,亲爱的孩子!
§1169ἄπιθι συλλαβών.
苏格拉底:带上他走吧。
§1170ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
斯特雷普西阿得斯:噢,噢,孩子,噢,哈,哈!
§1171ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
看到你的脸色,我首先是多么高兴啊!
§1172νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς §1173κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον §1174ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ;
现在你一看起来,首先就是一副极力否认与反驳的模样,而这本地特有的气质简直开花般显露出来,那就是“你说什么?
καὶ δοκεῖν §1175ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·
”的态度,以及明明在作恶却显得像是受害者,这我知道。
§1176ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.
而且在你的脸上有着雅典人的眼神。
§1177νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.
所以现在,既然你让我破产了,就一定要救救我。
§1178φοβεῖ δὲ δὴ τί;
斐狄庇得斯:你到底在害怕什么?
§1178bτὴν ἕνην τε καὶ νέαν.
斯特雷普西阿得斯:“旧与新之日”(晦朔)。
§1179ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
斐狄庇得斯:难道还有什么日子是既旧又新的吗?
§1180εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
斯特雷普西阿得斯:他们就是说要在这一天交纳针对我的诉讼保证金。
§1181ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπως §1182μίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο.
斐狄庇得斯:那么交纳保证金的人就要赔个精光了;因为绝对不可能一天能变成两天。
§1183οὐκ ἂν γένοιτο;
斯特雷普西阿得斯:不可能吗?
§1183bπῶς γάρ;
斐狄庇得斯:怎么可能?
εἰ μή πέρ γʼ ἅμα §1184αὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.
除非同一个人既能变成老太婆,又能变成年轻姑娘。
§1185καὶ μὴν νενόμισταί γʼ.
斯特雷普西阿得斯:可法律就是这么规定的。
§1185bοὐ γάρ, οἶμαι, τὸν νόμον §1186ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.
斐狄庇得斯:那是,我想,因为他们并不真正理解法律的真正用意。
§1186bνοεῖ δὲ τί;
斯特雷普西阿得斯:那它是什么用意?
§1187ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
斐狄庇得斯:古时的梭伦天生亲近民众。
§1188τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.
斯特雷普西阿得斯:这跟“旧与新之日”还没有半点关系。
§1189ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέρας §1190ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν, §1191ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
斐狄庇得斯:因此,他将传唤期限设定为两天,也就是“旧与新之日”,这是为了让诉讼保证金在新月之日交纳。
§1192ἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ;
斯特雷普西阿得斯:那他为什么要把“旧的”加进去?
§1192bἵνʼ ὦ μέλε §1193παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ §1194πρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή, §1195ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.
斐狄庇得斯:是为了,我的好爸爸,让被告们提前一天到场,好自愿达成和解解决此事;如果不这样,他们将在新月早晨受到折磨。
§1196πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
斯特雷普西阿得斯:那为什么官吏们不在新月之日接收,

词汇与语法注释

  1. 1144εἴσομαι κόψας — 与 εἴσομαι(οἶδα“知道”的将来时)连用的分词。通常表示“我将知道……”,在这里表示“我将通过敲门来确认”或“一旦我敲门,我就立刻会知道”。
  2. 1172ἰδεῖν — 不定式 ἰδεῖν 用于限定形容词 ἐξαρνητικὸς ἐξαρνητικὸς 和 ἀντιλογικός,起说明性不定式(epexegetic infinitive)的作用,意为“从外观上看”或“看上去”。
  3. 1192ἵνα δὴ τί — 意为“究竟为了什么?”或“有什么目的?”的椭圆句式惯用表达。源自 ἵνα γένηται τί(为了发生什么),省略了后面的动词。

引用这一段

阿里斯托芬, 云 §1118-1196. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:1118-1196

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。