Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §88-170

揭露虚假使节与谋求单独媾和

第 2 段,共 14 段 · 希腊语

内容简介

狄开奥波利斯揭穿了使节们和所谓的“国王之眼”的骗局,并出资让安菲塞乌斯为他个人去缔结和约。随后,面对塞奥罗斯带来的色雷斯蛮族抢夺其大蒜的蛮横行径,他愤怒地向五十人团提出抗议。

§88καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου §89παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.
而且,凭着宙斯起誓,他摆在我们面前的鸟,有克勒奥尼穆斯的三倍大;它的名字叫“诈骗鸟”。
§90ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.
所以你领着两德拉克马的薪水,就是在这样欺骗我们。
§91καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, §92τὸν βασιλέως ὀφθαλμόν.
现在,我们带来了普修达尔塔巴斯,那位“国王之眼”。
§92bἐκκόψειέ γε §93κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.
狄开奥波利斯: 愿乌鸦啄瞎它,还有你这使节的眼睛!
§94ὁ βασιλέως ὀφθαλμός.
传令官: “国王之眼”!
§94bὦναξ Ἡράκλεις.
狄开奥波利斯: 赫拉克勒斯大王啊!
§95πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
看在诸神的份上,老兄,你是在用战舰一般的眼神看人吗?
§96ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
还是你正绕过海岬,打量着船坞?
§97ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.
你的眼睛下面怕不是垫着个皮质的桨座皮套吧。
§98ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον §99λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.
喂,你,快说大王派你来要对雅典人说什么,普修达尔塔巴斯。
§100ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.
普修达尔塔巴斯: 伊阿尔塔曼埃克萨克桑阿皮索纳萨特拉。
§101ξυνήκαθʼ ὃ λέγει;
使节: 你们听懂他说什么了吗?
§101bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
狄开奥波利斯: 凭着阿波罗起誓,我可不懂。
§102πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
使节: 他说大王会给你们送金子来。
§103λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
狄开奥波利斯: 喂,你把金子的事,再说得更大声、更清楚些。
§104οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.
普修达尔塔巴斯: 没金子拿,屁股松的雅典人。
§105οἴμοι κακοδαίμων ὡς σαφῶς.
狄开奥波利斯: 天哪,真是不幸,这下可太清楚了!
§105bτί δʼ αὖ λέγει;
使节: 他又在说什么?
§106ὅ τι;
狄开奥波利斯: 问什么?
χαυνοπρώκτους τοὺς Ἰάονας λέγει, §107εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
他说雅典人是屁股松的家伙,如果他们指望从异族那里得到金子的话。
§108οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.
使节: 不,他说的是大袋大袋的金子。
§109ποίας ἀχάνας;
狄开奥波利斯: 什么大袋?
σὺ μὲν ἀλαζὼν εἶ μέγας.
你真是个超级大骗子。
§110ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
给我走开;我要独自审问这家伙。
§111ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, §112ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· §113βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον;
喂,你对着这个(拳头)给我老实交代,免得我把你染成萨尔迪斯式的红色:伟大之王会给我们送金子来吗?
(ἀνανεύει.
(他摇头。
) §114ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων;
)那么,我们是被使节们白白地欺骗了吗?
(ἐπινεύει.
(他点头。
) §115Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί, §116κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν.
)这些家伙点头的姿势可是希腊式的,他们绝不可能不是本地人。
§117καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ §118ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.
而且这两个阉人里,这一个我知道他是谁,他是西比尔提乌斯的儿子克莱斯塞尼斯。
§119ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, §120τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων §121εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
噢,你这个把屁股剃得光溜溜的热辣家伙,你这泼猴,留着这么一副胡须,竟敢乔装成阉人来到我们这里?
§122ὁδὶ δὲ τίς ποτʼ ἐστίν;
那这另一个又是谁?
οὐ δήπου Στράτων;
该不会是斯特拉同吧?
§123σίγα, κάθιζε.
传令官: 安静,坐下。
§124τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ §125ἐς τὸ πρυτανεῖον.
议事会邀请“国王之眼” 进迎宾馆。
§125bταῦτα δῆτʼ οὐχ ἀγχόνη;
狄开奥波利斯: 这难道不让人气得想上吊吗?
§126κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;
而我却还要在这里虚度光阴?
§127τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.
而接待他们的门却永远也不会关闭。
§128ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
不,我要做一件惊天动地的大事。
§129ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;
不过,我的安菲塞乌斯在哪里?
§129bοὑτοσὶ πάρα.
安菲塞乌斯: 我在这儿。
§130ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς §131σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ §132καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·
狄开奥波利斯: 你拿着这八德拉克马,为我一个人与拉刻代蒙人缔结和约,还有为了我的孩子们和妻子。
§133ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
至于你们,就继续去当使节、张口傻等吧。
§134προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
传令官: 西塔尔克斯那边的使节塞奥罗斯,请上前来。
§134bὁδί.
塞奥罗斯: 到了。
§135ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
狄开奥波利斯: 又宣布了一个满嘴大话的骗子!
§136χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν— §137μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.
塞奥罗斯: 我们本不想在色雷斯待那么久—— 狄开奥波利斯: 凭着宙斯起誓,要不是你拿着丰厚的津贴,你确实不会待那么久。
§138εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην §139καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,
塞奥罗斯: ——如果不是因为大雪覆盖了整个色雷斯,河流也结了冰。
§140ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
就在那个时候,塞奥格尼斯正在这里参加比赛。
§141τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον· §142καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς, §143ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ §144ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.
那段时间,我正和西塔尔克斯在一起喝酒;确实,他极其热爱雅典,也是你们真正的爱慕者,以至于他甚至在墙上写道:“雅典人真俊美。
§145ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, §146ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, §147καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ· §148ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων §149στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν, §150ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
” 他的儿子,就是我们接纳为雅典公民的那位,极想尝尝阿帕图里亚节的香肠,并恳求他的父亲援助祖国;于是他奠酒起誓,说他会带着庞大的军队来援助,多到让雅典人惊呼: “好一大群蝗虫飞过来了!
§151κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι §152ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
” 狄开奥波利斯: 如果我信了你在这里说的任何一句话,除了那蝗虫的事,就让我落得最悲惨的下场。
§153καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος §154ἔπεμψεν ὑμῖν.
塞奥罗斯: 现在,他给你们送来了色雷斯人中最骁勇善战的部落。 的战士。
§154bτοῦτο μέν γʼ ἤδη σαφές.
狄开奥波利斯: 哼,这下可太清楚了。
§155οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
传令官: 塞奥罗斯带来的色雷斯人们,到前面来!
§156τουτὶ τί ἐστι τὸ κακόν;
狄开奥波利斯: 这到底是个什么鬼灾星?
§156bὈδομάντων στρατός.
塞奥罗斯: 这是奥多曼提人的军队。
§157ποίων Ὀδομάντων;
狄开奥波利斯: 什么奥多曼提人?
εἰπέ μοι τουτὶ τί ἦν;
告诉我,这是怎么一回事?
§158τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
是谁把这些奥多曼提人的阳具给剥了皮?
§159τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ, §160καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
塞奥罗斯: 如果有人给他们发两德拉克马的军饷,他们就会作为轻盾兵横扫整个波奥提亚。
§161τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
狄开奥波利斯: 给这些剥了皮的家伙发两德拉克马?
§162ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς §163ὁ σωσίπολις.
那些拯救城邦的、最上排的桨手民人们,一定会叹息。
οἴμοι τάλας ἀπόλλυμαι, §164ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
天哪,可怜的我完蛋了,我的大蒜全被这些奥多曼提人给抢光了!
§165οὐ καταβαλεῖτε τὰ σκόροδʼ;
还不把大蒜放下!
§165bὦ μόχθηρε σὺ §166οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
塞奥罗斯: 噢,你这个倒霉鬼,千万别靠近这些吃了大蒜正火冒三丈的家伙!
§167ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με §168ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
狄开奥波利斯: 委员老爷们,你们就坐视我在祖国受罪,而且还是被这群蛮族折腾成这样吗?
§169ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν §170τοῖς Θρᾳξὶ περὶ μισθοῦ·
我现在禁止你们召开关于色雷斯人军饷的民会。
λέγω δʼ ὑμῖν ὅτι
我告诉你们——

词汇与语法注释

  1. §89φέναξ — 单词“φέναξ”(骗子)在当时的喜剧中常被用来咒骂欺骗者。此处利用其发音,将其伪装成波斯国王宴席上某种异国鸟类的名字,构成双关语。
  2. §112ἵνα μή — 引导否定目的从句(“免得”、“以免”)。其后的动词 `βάψω` 是第一人称单数不定过去时主动语态虚拟语气,此处作为隐喻,表示肉体暴力的威胁(“染上萨尔迪斯的染料”,即打得鲜血直流)。
  3. §131ποιήσαι — 解析为第二人称单数不定过去时中间语态命令语气(亦可理解为不定式用作命令句)。此处表达了要求对方为自己缔结私人和约的直接而紧迫的请求。
  4. §166οὐ μὴ πρόσει — 由 `οὐ μή` 加上将来时直陈语气(`πρόσει` 是 `πρόσειμι` 的将来时第二人称单数)构成的强烈禁止表达。传达了紧急的警告:“无论如何也不要靠近……”。

引用这一段

阿里斯托芬, 阿卡奈人 §88-170. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:88-170

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。