Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §533-615

麦加拉法令的揭露与对拉马科斯的驳斥

第 7 段,共 14 段 · 希腊语

内容简介

狄开奥波利斯阐明了伯里克利的麦加拉法令如何引发战争,并正面迎战好战的将军拉马科斯,揭露了普通白发公民的艰辛与年轻投机分子垄断高薪军事职位的社会不公。

§533ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ §534μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.
那就是:麦加拉人无论在陆地上、在市场上、在海上,还是在天空中,都不得停留。
§535ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην, §536Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως §537μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· §538κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
从此,麦加拉人,当他们确实渐渐挨饿时,便请求斯巴达人,希望那项决议—— 那项因为三个娼妓而通过的决议——能够被废除;但即便他们多次请求,我们也不愿意让步。
§539κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
而从此开始,盾牌与盾牌的撞击声便响起了。
§540ἐρεῖ τις, οὐ χρῆν·
有人会说:“这本不该发生。
ἀλλὰ τί ἐχρῆν, εἴπατε.
”但你们说说,本该怎么做才对?
§541φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει §542ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, §543καθῆσθʼ ἂν ἐν δόμοισιν;
且看,如果有一个斯巴达人乘着小舟出航,告发并卖掉了一只塞里福斯人的小狗,你们会老老实实坐在家里吗?
ἦ πολλοῦ γε δεῖ·
差得远呢!
§544καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε §545τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα §546θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς, §547μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, §548στοᾶς στεναχούσης, σιτίων μετρουμένων, §549ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων, §550σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, §551στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων· §552τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων, §553τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, §554αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
确实,你们绝对会立刻拖出三百艘战船,而城邦将会充满士兵的喧嚣、争夺三段战船船长的呼喊、发放军饷、给雅典娜神像镀金、回廊的呻吟、分发口粮、皮袋、皮垫、购买水罐的人们、大蒜、橄榄、网里的洋葱、花环、小鱼、吹笛女、被打青的黑眼圈;另一方面,造船厂里将会满是刨光船桨、木钉作响、皮套安装在桨孔上、笛声、音头领、颤音和口哨声。
§555ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον §556οὐκ οἰόμεσθα;
我知道你们一定会这么做;但至于泰勒福斯,难道我们认为他不会这么做吗?
νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
那么我们简直是毫无理智了。
§557ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
半歌队A: 真的吗,你这该死的、最肮脏的家伙?
§558ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν, §559καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
你一个乞丐,竟敢对我们说这些,而且,即使有个把告密者,你竟敢以此指责我们?
§560νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει §561δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
半歌队B: 凭波塞冬起誓,他的确说了他所说的一切,全部都是公道话,没有一句是虚言。
§562εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
半歌队A: 就算说得对,难道该由他来说这些吗?
§563ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
但你休想高高兴兴地说了这些还能全身而退。
§564οὗτος σὺ ποῖ θεῖς;
喂,你往哪儿跑?
οὐ μενεῖς;
不站住吗?
ὡς εἰ θενεῖς §565τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
因为你要是打了这个男人,你很快也会被自己吊起来的。
§566ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς, §567βοήθησον ὦ γοργολόφα φανείς,
半歌队A: 噢,拉马科斯,目光如电的英雄,快现身来援助,摇动你那可怕的兜帽羽饰!
§568ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
噢,拉马科斯,朋友,同部落的人!
§569εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ §570τειχομάχας ἀνήρ, βοηθησάτω §571τις ἀνύσας.
不管这里有没有什么队长,或者将军,或者善于攻城的勇士,都请来援助,快一点!
ἐγὼ γὰρ ἔχομαι μέσος.
因为我已经被拦腰抱住了。
§572πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
拉马科斯: 我从哪里听到了战斗的呼喊?
§573ποῖ χρὴ βοηθεῖν;
应该去哪里援助?
ποῖ κυδοιμὸν ἐμβαλεῖν;
应该往哪里投下混乱?
§574τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
是谁把戈耳工从盾牌套里唤醒了?
§575ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
狄开奥波利斯: 噢,拉马科斯英雄,羽饰与战阵的主宰。
§575aὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι §576ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
半歌队A: 拉马科斯,这家伙难道不是在刚才一直辱骂我们整个城邦吗?
§577οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
拉马科斯: 你,身为乞丐,竟敢说这样的话?
§578ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε, §579εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
狄开奥波利斯: 噢,拉马科斯英雄,请宽恕我,如果我这个乞丐说了什么,唠叨了几句。
§580τί δʼ εἶπας ἡμᾶς;
拉马科斯: 你对我们说了什么?
οὐκ ἐρεῖς;
还不快说?
§580bοὐκ οἶδά πω· §581ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
狄开奥波利斯: 我还不知道呢;因为对你武器的恐惧,我头晕眼花。
§582ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.
求求你,把那个吓人的怪兽(戈耳工)从我面前拿开。
§583ἰδού.
拉马科斯: 拿开了。
§583bπαράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
狄开奥波利斯: 现在请把它反扣着平放在我面前。
§584κεῖται.
拉马科斯: 放好了。
§584bφέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
狄开奥波利斯: 现在把头盔上的那根羽毛拿来给我。
§585τουτὶ πτίλον σοι.
拉马科斯: 给你这根羽毛。
§585bτῆς κεφαλῆς νύν μου λαβοῦ, §586ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
狄开奥波利斯: 那么请扶着我的头,让我吐出来;我讨厌那头盔上的羽饰,真令人作呕。
§587οὗτος τί δράσεις;
拉马科斯: 喂,你要干什么?
τῷ πτίλῳ μέλλεις ἐμεῖν;
你打算用这根羽毛催吐吗?
§588πτίλον γάρ ἐστιν— §588bεἰπέ μοι τίνος ποτὲ §589ὄρνιθός ἐστιν;
狄开奥波利斯: 这是羽毛吗—— 告诉我,这到底是什么鸟的羽毛?
ἆρα κομπολακύθου;
难道是“吹牛鸟”的吗?
§590οἴμʼ ὡς τεθνήξεις.
拉马科斯: 哎,你死定了!
§590bμηδαμῶς ὦ Λάμαχε· §591οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ, §592τί μʼ οὐκ ἀπεψώλησας;
狄开奥波利斯: 绝不至于,拉马科斯;因为这可不是拼力气的事;但如果你真有力气,为什么不脱下我的裤子?
εὔοπλος γὰρ εἶ.
反正你武装得这么好。
§593ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
拉马科斯: 你身为乞丐,竟对将军说这些话?
§594ἐγὼ γάρ εἰμι πτωχός;
狄开奥波利斯: 我真的是个乞丐吗?
§594bἀλλὰ τίς γὰρ εἶ;
拉马科斯: 那你到底是什么人?
§595ὅστις;
狄开奥波利斯: 我是什么人?
πολίτης χρηστός, οὐ σπουδαρχίδης, §596ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης, §597σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
一个优秀的公民,绝非官职窥伺者,而是自战争爆发起,便一直在军营中效力的战士;而你,自战争爆发起,只是个津贴捞取者。
§598ἐχειροτόνησαν γάρ με — §598bκόκκυγές γε τρεῖς.
拉马科斯: 因为他们选出了我—— 狄开奥波利斯: 没错,选你的也就是三只布谷鸟(傻瓜)罢了。
§599ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην, §600ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, §601νεανίας δʼ οἵους σὺ διαδεδρακότας, §602τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς, §603Τεισαμενοφαινίππους Πανουργιππαρχίδας, §604ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν, §605Γερητοθεοδώρους Διομειαλαζόνας, §606τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
就是因为对这些事情感到厌恶,我才私下讲和,因为我看到战壕里都是白发苍苍的老兵,而像你这样的年轻人却四处逃窜,有的在色雷斯领着三德拉克马的津贴,成了这马那马的“伪军官们”,有的在哈雷斯手下,有的在卡奥尼亚人那里,成了“骗子大吹牛们”,还有的在卡马里纳、盖拉,或者直接在“嘲笑镇”(卡塔盖拉)。
§607ἐχειροτονήθησαν γάρ.
拉马科斯: 因为他们是被选出来的。
§607bαἴτιον δὲ τί §608ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, §609τωνδὶ δὲ μηδένʼ;
狄开奥波利斯: 但这又是什么原因,凭什么总是你们这帮人总有津贴可领,而这里(歌队)却谁也没有?
ἐτεὸν ὦ Μαριλάδη §610ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ;
说真话吧,马里拉德斯,你头发都白了,难道曾经有一次当过使臣吗?
§611ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
他摇头了;而他明明是个本分又勤劳的人。
§612τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
那么德拉库洛斯呢? 或者欧福里德斯、普里尼德斯呢?
§613εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
你们中有人见过埃克巴坦那或者卡奥尼亚吗?
§614οὔ φασιν.
他们都说没有。
ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος, §615οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
但柯叙拉的儿子和拉马科斯却见过,前不久他们还因为摊派和债务,

词汇与语法注释

  1. 541εἰ ... ἀπέδοτο ... καθῆσθʼ ἂν ...; ἦ πολλοῦ γε δεῖ · καὶ κάρτα μέντἂν ... καθείλκετε — 双重条件句结构。前半部分条件从句 εἰ... ἀπέδοτο(直陈式过去时)对应的非真实条件主句为 καθῆσθʼ ἂν(未完成过去时带 ἄν),构成一个表示违背事实(针对现在或过去)的疑问句。在 ἦ πολλοῦ γε δεῖ(“差得远呢!”)之后,紧接着的 καὶ κάρτα μέντἂν... καθείλκετε(含有 μέντοι ἄν 的缩合以及未完成过去时)作为强烈肯定的非真实条件结论,用以增强该虚拟结果的说服力。
  2. 571ἔχομαι μέσος — 源自摔跤(pale)的惯用语。被动语态的 ἔχομαι(被抓住)加上形容词 μέσος(中部、腰部),字面意思是“在摔跤中被对方抱住腰部无法动弹”,隐喻“陷入无法脱身的绝境”或“处于极度被动的境地”。
  3. 590τεθνήξεις — 动词 θνῄσκω(死)的完成时态 τέθνηκα 所派生的所谓“完成将来时”主动语态第二人称单数形式。相比普通的将来时 θανῇ,此形式带有更为即时和确定的威胁语气,即“你死期就在眼前(你跟死人没两样)”。
  4. 595σπουδαρχίδης ... στρατωνίδης ... μισθαρχίδης — 喜剧中特有的滑稽拟古/恶搞名词。它们借用了高贵的父称后缀 -ίδης(意为“……之子”或“……之徒”)的形式,却融合了鄙俗的内容(σπουδαρχία“窥伺官职者”、στρατός“军队/军营”、μίσθαρχος“榨取津贴者”),借此创造出具有贵族色彩的假名,来极力讽刺各人行为的真实本质。

引用这一段

阿里斯托芬, 阿卡奈人 §533-615. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:533-615

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。