Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §616-692

述怀:诗人的功绩与老兵的诉求

第 8 段,共 14 段 · 希腊语

内容简介

拉马科斯与狄开奥波利斯决裂,各自宣告了不同的立场。随后歌队进行“述怀”(帕拉巴西斯),一方面为作者辩护,阐明其创作对雅典的实际益处,另一方面控诉老兵在法庭上遭受年轻雄辩家欺凌的悲惨处境。

§616ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας, §617ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
正如人们在傍晚泼掉洗脚水一样, “所有人,让开! ”他们的朋友们这样劝告他们。
§618ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
噢,民主制啊,这些事难道是可以容忍的吗?
§619οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
绝非如此,除非拉马科斯领不到津贴。
§620ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις §621ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ §622καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
但无论如何,我一定会与所有伯罗奔尼撒人战斗到底,在各处扰乱他们,无论是用船只还是步兵,竭尽全力。
§623ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις §624ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις §625πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
而我,则向所有伯罗奔尼撒人、麦加拉人和波奥蒂亚人宣布:可以与我交易、买卖,但绝不与拉马科斯交易。
§626ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει §627περὶ τῶν σπονδῶν.
这个男人用言辞赢得了胜利,并说服民众改变了主意,关于和平。
ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
来吧,让我们脱去外衣,走向阿纳派斯特诗节。
§628ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, §629οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν· §630διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, §631ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει, §632ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
自从我们的导师掌管喜剧歌队以来,他还从未走到剧场前,自夸他有多么聪明;但由于在急于做出决定的雅典人中受到敌人的诽谤,说他用喜剧嘲弄我们的城邦并侮辱民众,他现在需要向容易改变主意的雅典人做出答辩。
§633φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής, §634παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι, §635μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας.
诗人说,他配得上为你们带来许多福分,因为他阻止了你们被外国人的花言巧语过度欺骗,阻止了你们因受奉承而沾沾自喜,也不再做愚蠢的市民。
§636πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες §637πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι, §638εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
以前,来自各邦的使节为了欺骗你们,首先称你们为“戴着紫罗兰冠冕的”;而一旦有人这么说,你们就会立刻因为这句“冠冕”而坐立不安,屁股半悬。
§639εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, §640ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
如果有人阿谀奉承,称你们为“油亮闪耀的雅典”,他仅凭这句“闪耀”,把你们和油腻的小鱼相提并论,就能要什么有什么。
§641ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται, §642καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
通过做这些事,他已经为你们带来了许多益处,并且揭示了各个邦国的民众是如何被民主统治的。
§643τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες §644ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον, §645ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.
因此,现在那些从各邦给你们送来贡金的人,都会怀着渴望来见见这位最杰出的诗人,他曾冒着生命危险在雅典人中说出公道话。
§646οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει, §647ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων §648ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν, §649εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά· §650τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι §651καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
他的这种胆识之名已经传扬到远方,以至于连波斯大王在盘问斯巴达使团时,首先问他们,哪一方在海上称雄,接着又问,这位诗人对哪一方指责得更厉害;因为大王说,这些人已经变得优秀得多,并且拥有他作为顾问,将在战争中大获全胜。
§652διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται §653καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης §654οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
也是因为这个,斯巴达人向你们提出和平倡议,并要求索回埃吉纳岛;其实对于那座岛屿,他们并不关心,而只是为了把这位诗人夺走。
§655ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια· §656φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι, §657οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων, §658οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
但你们千万不要放弃他;因为他会用喜剧展现公理;他还说会教给你们许多有益的事,好让你们幸福,既不奉承,也不用赏金引诱,更不欺骗,既不耍诡计,也不用谄媚灌输,而是传授最美好的事。
§659πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω §660καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
至于这些,让克里昂去耍手段吧,让他对我施展一切阴谋。
§661τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον §662ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ §663περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος §664δειλὸς καὶ λακαταπύγων.
因为善与正义将会是我的盟友,我绝不会被抓住,像他对待城邦那样,成为一个懦夫和无耻之徒。
§665δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
来吧,阿卡奈的缪斯,带着火焰般炽烈的力量,威猛无比。
§668οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι, §670ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, §673οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα, §674οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον §675ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
正如橡木炭火中,在顺风的扇子扇动下,火星四溅,当烤小鱼并排放在一旁,有人搅拌着闪亮冠冕的萨索斯酱汁,有人揉着面团;来吧,带着同样猛烈、强劲、粗犷的歌声,抓住我这个同乡人,来到我这里。
§676οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· §677οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν §678γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, §679οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς §680ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, §681οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, §682οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
我们这些昔日的老人们,要谴责这个城邦;因为我们未能得到与当年海战功绩相称的老年赡养,反而遭受了可怕的对待,你们把我们这些老人们拉进诉讼中,任由年轻的辩论家们嘲弄,他们已形同虚设,耳聋眼花,如同吹不响的旧笛,支撑他们的安全之神波塞冬,如今只是一根拐杖。
§683τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν, §684οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
我们因年老而嘟嘟囔囔,站在法庭的石台前,除了诉讼的阴暗,什么也看不见。
§685ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν, §686ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· §687κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν §688ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
而那个年轻的辩论家,为了自己的名利热切地充当助手,吐出连串圆滑的词句,迅速予以打击;接着他把老人逼上前来问话,设下言语的陷阱,把提托诺斯般的老人撕裂、折磨、搞得晕头转向。
§689ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται, §690εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους, §691οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
老人因年迈只能嘴里嘟哝,最终输了官司愤然离去,随后抽泣流泪,对朋友们说: “我本该用来买棺材的钱,如今却作为罚金输掉而离去了。
§692ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
” 这怎能算合情合理:在水钟计时下,毁掉一个白发苍苍的老人?

词汇与语法注释

  1. §642τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται — 前置(prolepsis)句法。从句 ὡς 以下本应作为主语的名词短语 τοὺς δήμους,被提前作为主句动词(此处为分词 δείξας)的直接宾语(宾格)。其意为“通过展示各城邦的民众是如何被民主统治的”。
  2. §662κοὐ μή ποθʼ ἁλῶ — 否定词 οὐ μή 与虚拟语气(此处为 ἁλῶ,即 ἁλίσκομαι 的第一人称单数不定过去时被动语态虚拟语气)相结合,表达极强的否定未来预测。意为“我绝不会被(作为不正之人)抓住”。
  3. §691οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλών — 伴随关系代词格同化(attraction)的复杂结构。οὗ 在此起到了表示价格的属格作用(由本应代表价格属格的先行词同化而来)。整句的语意骨架为:“被判罚掉了那笔我本来应该用来买棺材的钱(τοῦτο)”。分词 ὀφλών(源自 ὀφλισκάνω,意为“败诉”或“被判罚金”)以宾格的 τοῦτο 作为直接宾语。

引用这一段

阿里斯托芬, 阿卡奈人 §616-692. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:616-692

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。