Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §443-532

获取乞丐道具与关于战争起因的申辩

第 6 段,共 14 段 · 希腊语

内容简介

狄开奥波利斯向欧里庇得斯讨要了各种乞丐的道具,最终惹怒了对方并离去。随后,他站在砧板前向观众发表申辩,指出战争的起因在于雅典一方的无理举动和微不足道的摩擦。

§443τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
另一方面,让歌队在旁边像傻子一样站着。
§444ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
这样我好用俏皮话去嘲弄他们。
§445δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
欧里庇得斯: 给你吧;因为你用那深沉的头脑策划着精妙的计谋。
§446εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
狄开奥波利斯: 愿你幸福,也愿泰勒福斯能如我所愿。
§447εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
多好啊,我已经满腹都是那些小词句了。
§448ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
不过我确实需要一根乞丐的拐杖。
§449τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
欧里庇得斯: 拿去这个,然后离开石造的门槛。
§450ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, §451πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ §452γλίσχρος προσαιτῶν λιπαρῶν τʼ.
狄开奥波利斯: 噢,我的心灵啊,你看到我被赶出了宅院,还需要这么多的小道具;现在你必须变得纠缠不休且死皮赖脸地乞讨。
Εὐριπίδη §453δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
欧里庇得斯,给我一个用油灯烧焦的小篮子吧。
§454τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;
欧里庇得斯: 不幸的家伙,你对这编织篮子有什么需要?
§455χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.
狄开奥波利斯: 没什么需要,但我还是想拿走。
§456λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
欧里庇得斯: 知道你很烦人,快离开这里。
§457φεῦ·
狄开奥波利斯: 唉!
§457aεὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
愿你幸福,就像你母亲曾经那样。
§458ἄπελθε νῦν μοι.
欧里庇得斯: 现在给我走开吧。
§458bμἀλλά μοι δὸς ἓν μόνον §459κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
狄开奥波利斯: 不,请再给我一样东西,一个缺了边的小杯子。
§460φθείρου λαβὼν τόδʼ·
欧里庇得斯: 拿着这个滚吧!
ἴσθʼ ὀχληρὸς ὢν δόμοις.
知道你对这宅子是个累赘。
§461οὔπω μὰ Δίʼ·
狄开奥波利斯: 凭宙斯起誓,还没完呢!
οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
你自己知道你写了多少烂悲剧。
§462ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον §463δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
但,最甜蜜的欧里庇得斯啊,就这一件,给我一个塞着海绵的小泥罐吧。
§464ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
欧里庇得斯: 喂! 你要把我整部悲剧都抢走啊!
§465ἄπελθε ταυτηνὶ λαβών.
拿去这个,滚吧。
§465bἀπέρχομαι.
狄开奥波利斯: 我这就走。
§466καίτοι τί δράσω;
可是我该怎么办?
δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν §467ἀπόλωλʼ.
因为我还需要一样东西,若得不到,我就死定了。
ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη· §468τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι· §469ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
听我说,最甜蜜的欧里庇得斯,拿了这个我就走,再也不来了;给我点蔫了的菜叶子放进我的小篮子里。
§470ἀπολεῖς μʼ.
欧里庇得斯: 你要害死我。
ἰδού σοι.
拿去吧。
φροῦδά μοι τὰ δράματα.
我的戏剧全泡汤了。
§471ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι.
狄开奥波利斯: 绝不再要了,我这就走。
καὶ γάρ εἰμʼ ἄγαν §472ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
因为我确实太烦人了,没料到主人们会讨厌我。
§473οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ.
哎呀,我这个倒霉蛋,彻底完了!
ἐπελαθόμην §474ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
我忘了那件系我生死存亡的东西。
§475Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, §476κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι, §477πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον, §478σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
欧里庇得斯,最亲爱、最甜蜜的欧里庇得斯啊,如果我再向你讨要任何东西,就让我死得最惨,除了一样,只有这一样,只有这一样,把你从你母亲那继承的野蒿(野芹)给我一些。
§479ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
欧里庇得斯: 这家伙太放肆了;把宅门关上!
§480ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
狄开奥波利斯: 噢,我的心灵啊,必须在没有野蒿的情况下一往无前了。
§481ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα, §482μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
你可知道你待会儿要面临多大的决斗,你竟要为斯巴达人辩护?
§483πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
向前迈进吧,我的心灵;起跑线就在这里。
§484ἕστηκας;
你站着不动吗?
οὐκ εἶ καταπιὼν Εὐριπίδην;
吞下了欧里庇得斯,还不往前走?
§485ἐπῄνεσʼ·
我赞许你!
ἄγε νυν ὦ τάλαινα καρδία §486ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ §487παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
来吧,可怜的心,走到那里去,然后把头伸到那里,说出你认为对的任何话。
§488τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
勇敢点,走,前进;我真佩服我的心。
§490τί δράσεις;
半歌队: 你要做什么?
τί φήσεις;
你要说什么?
εὖ ἴσθι νυν §491ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ, §492ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα §493ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
现在你得清楚,你是个厚颜无耻、铁石心肠的汉子,你竟要把脖子伸给城邦,独自一人去对所有人说相反的话。
§494ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ.
这家伙对这事毫不颤抖。
εἶά νυν, §495ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
来吧,既然这是你自己的选择,说吧。
§496μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι, §497εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν §498μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
狄开奥波利斯: 诸位观众,请不要对我产生反感,如果我身为乞丐,却在雅典人中间为了城邦而发表关于国家大事的演说,在这个演悲剧(滑稽戏)的场合。
§500τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
因为即便在滑稽的戏剧中,也有正义存在。
§501ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
我将要说些可怕却公道的话。
§502οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι §503ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
因为这次克里昂可无法诽谤我,说我在有外邦人在场的时候诋毁城邦。
§504αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών, §505κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι §506ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι· §507ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· §508τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
因为现在只有我们自己,而且这是雷奈亚节的竞赛,外邦人还没有到场;既没有贡赋送达,也没有各城邦的盟友到来;此时此刻,只有我们自己,像被彻底筛过的麦子;因为我把那些侨民称作公民的糠秕。
§509ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα, §510καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς §511σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας· §512κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.
而我本身确实极其痛恨斯巴达人,愿泰纳隆的那位神明波塞冬通过地震把他们所有的房屋都震塌;因为我的小葡萄藤也被砍光了。
§513ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, §514τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
不过,既然我们话里的在场者都是朋友,我们为什么要在这件事上责怪拉栖代梦人呢?
§515ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, §516μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω, §517ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα, §518ἄτιμα καὶ παράσημα καὶ παράξενα, §519ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια· §520κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον §521ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας, §522ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
因为我们这边的某些人——我不是指城邦,请记住这一点,我可不是指城邦—— 而是一些卑劣的小人,伪造的货色,不名誉的、劣质的、来历不明的家伙,经常去告发麦加拉人的小外套;要是他们在哪儿瞧见一根黄瓜、一只小野兔、一头小猪、一瓣大蒜或是一块粗盐,这些就会被归为“麦加拉产品”,并且当天就被拍卖。
§523καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, §524πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε §525νεανίαι κλέπτουσι μεθυσοκότταβοι· §526κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι §527ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· §528κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη §529Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
这些还只是琐碎的、本地的摩擦,可有些年轻人在玩投壶游戏喝醉之后,跑到麦加拉,抢走了妓女西迈塔;麦加拉人因此怒火攻心,作为报复,抢走了阿斯帕西娅的两个妓女;从此,战争的火种便爆发开来,席卷了全体希腊人,仅仅因为这三个婊子。
§530ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος §531ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα, §532ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
于是,奥林匹斯山般的伯里克利在愤怒中大发雷霆,震动并搅乱了整个希腊,制定了那些写得像祝酒歌一样的法律,

词汇与语法注释

  1. 443παρεστάναι — 不定动词 `παρεστάναι`(`παρίστημι` 的完成式主动不定词)受第440行的无人称动词 `δεῖ` 支配,其逻辑主语是宾格的 `τοὺς δʼ αὖ χορευτάς`。
  2. 445μηχανᾷ — `μηχανᾷ` 是动词 `μηχανάομαι`(策划、施计)的现在式直说语气中动/被动态第二人称单数形式(`-ῃ` 或 `-ᾳ`),在此作为由 `γάρ` 引导的原因从句的主动词。亦可被解释为名词 `μηχανή` 的与格形式 `μηχανῇ` 的异拼,但在此作动词解释更为自然。
  3. 504οὑπὶ Ληναίῳ τʼ ἀγών — `οὑπὶ` 是 `ὁ ἐπί` 的缩合(crasis)。短语 `οὑπὶ Ληναίῳ τʼ ἀγών`(雷奈亚节的竞赛)作为主语 `αὐτοί`(我们自己)的表语(或同位语),强调了当时只有雅典本地公民在场的情况。
  4. 515κοὐχὶ τὴν πόλιν λέγω — `κοὐχὶ` 是 `καὶ οὐχί` 的缩合。这一插入句(“我并非指整个城邦”)限制了主句的主语 `ἄνδρες`(某些人),以此辩解自己并未诋毁雅典城邦本身,从而巧妙地规避克里昂曾用来指控作者的叛国罪名。
  5. 526πεφυσιγγωμένοι — `πεφυσιγγωμένοι` 是动词 `φυσίγγω`(喂食大蒜使其兴奋、激怒)的完成式被动分词形式,该词派生自名词 `φυσίγξ`(蒜皮或大蒜)。此处的用法是一语双关,既影射了麦加拉的特产(大蒜),又生动地描绘了麦加拉人“怒火中烧”的状态。

引用这一段

阿里斯托芬, 阿卡奈人 §443-532. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:443-532

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。