Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §351-442

向欧里庇得斯借取泰勒福斯的破衣

第 5 段,共 14 段 · 希腊语

内容简介

狄开奥波利斯决心把脑袋搁在砧板上为斯巴达人辩护,为了获得最能博取同情的悲惨伪装,他拜访了悲剧作家欧里庇得斯,并成功讨要到了泰勒福斯的破烂衣服。

§351ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
那个木炭篓子像乌贼一样喷出了煤灰。
§352δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι §353τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν §354ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον, §355ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν §356ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω· §357καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
\n 人们的脾气竟然像酸葡萄一样暴躁,\n 以至于他们乱扔石头、大声叫嚷,\n 并且根本不愿在平等的基础上倾听任何话,这真是可怕,\n 尽管我情愿把脑袋搁在砧板上,\n 为斯巴达人辩护,说出我所能说的一切;\n 然而,我确实珍惜我自己的生命。
§358τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ, §360ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;
\n 歌队: 那么你为什么还不说呢,把砧板拿到外面来,\n 噢,不幸的家伙,把你心中那个宏大的计划说出来?
§363πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.
\n 因为我极度渴望知道你到底在想什么。
§364ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω, §365θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
\n 那么就按照你大言不惭定下的条件,\n 把砧板放在这里,开始你的演说吧。
§366ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
\n 狄开奥波利斯: 瞧,看啊!
§367ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
这就是那块砧板,\n 而准备演说的男子就是这一个,如此渺小的我。
§368ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι, §369λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
\n 凭着宙斯起誓,我绝不会用盾牌护身,\n 我将为斯巴达人说出我认为正确的话。
§370καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους §371τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, §372ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν §373ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· §374κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·
\n 然而,我非常害怕;因为我了解\n 乡下人的习性,他们如何大喜过望,\n 只要有某个吹牛的家伙赞美他们和这座城市,\n 不管是公道话还是无理的话;\n 他们在不知不觉中就被出卖了。
§375τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι §376οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
\n 另外,我也了解那些老人们的心思,\n 除了用选票咬人之外,他们什么也看不见。
§377αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον §378ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
\n 还有,我自己从克里昂那里受到的苦头,\n 因为去年的那部喜剧,我都牢牢记在心里。
§379εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον §380διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου §381κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ §382ἀπωλόμην μολυνοπραγμονούμενος.
\n 他把我拽进议事会大厅,\n 诽谤我,用谎言恶毒地咒骂我,\n 像山洪一样咆哮,对我百般羞辱,以至于我\n 纠缠在纠纷的泥沼中,差一点就完蛋了。
§383νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε §384ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
\n 所以现在,在我开口演说之前,请先允许我\n 把自己打扮得尽可能惨不忍睹。
§385τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;
\n 歌队: 你为什么如此左右搪塞、耍弄花招、拖延时间?
§386λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου §390σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν· §391ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου, §392ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
\n 随你的便,去向希罗尼穆斯要来\n 冥府那顶漆黑、毛茸茸、浓密的长毛头盔吧;\n 或者展现出西绪福斯的所有诡计,\n 因为这场比试是不容许任何借口的。
§393ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν, §394καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
\n 狄开奥波利斯: 现在是打起勇敢精神的时候了,\n 我必须亲自去拜访欧里庇得斯。
§395παῖ παῖ.
\n 喂,仆人!
§395bτίς οὗτος,
\n 仆人: 是谁?
§395cἔνδον ἔστʼ Εὐριπίδης;
\n 狄开奥波利斯: 欧里庇得斯在里面吗?
§396οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
\n 仆人: 他不在里面,又在里面,如果你有脑子的话。
§397πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
\n 狄开奥波利斯: 怎么会又在里面又不在里面?
§397bὀρθῶς ὦ γέρον.
\n 仆人: 没错,老人家。
§398ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια §399οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ §400τραγῳδίαν.
\n 他的心思在外面,正在收集诗句,\n 所以不在里面;但他本人在里面,正高抬着双脚\n 创作悲剧呢。
§400bὦ τρισμακάριʼ Εὐριπίδη, §401ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
\n 狄开奥波利斯: 噢,三度幸福的欧里庇得斯啊,\n 连仆人都回答得如此透彻。
§402ἐκκάλεσον αὐτόν.
\n 把他叫出来。
§402bἀλλʼ ἀδύνατον.
\n 仆人: 但这不可能。
§402cἀλλʼ ὅμως·
\n 狄开奥波利斯: 但无论如何!
§403οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
\n 因为我绝不走,我要一直敲门。
§404Εὐριπίδη, Εὐριπίδιον, §405ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί· §406Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
\n 欧里庇得斯,亲爱的欧里庇得斯,\n 答应我吧,如果你曾答应过任何人;\n 霍莱德区人狄开奥波利斯在叫你,就是我。
§407ἀλλʼ οὐ σχολή.
\n 欧里庇得斯: 但我没有闲暇。
§408ἀλλʼ ἐκκυκλήθητʼ.
\n 狄开奥波利斯: 那就用旋转舞台推出来吧。
§408bἀλλʼ ἀδύνατον.
\n 欧里庇得斯: 但这不可能。
§408cἀλλʼ ὅμως.
\n 狄开奥波利斯: 但无论如何。
§409ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
\n 欧里庇得斯: 好吧,我用舞台推出来;但我可没有空下来。
§410Εὐριπίδη,
\n 狄开奥波利斯: 欧里庇得斯!
§410bτί λέλακας;
\n 欧里庇得斯: 你嚷嚷什么?
§410cἀναβάδην ποιεῖς, §411ἐξὸν καταβάδην;
\n 狄开奥波利斯: 你高抬着脚创作,\n 既然你可以放下脚来写?
οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
难怪你写出那么多瘸子。
§412ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις, §413ἐσθῆτʼ ἐλεινήν;
\n 还有,你身上穿的这些悲剧烂衣服,\n 如此可怜的衣裳是怎么回事?
οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
难怪你写出那么多乞丐。
§414ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη, §415δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
\n 欧里庇得斯,我抱住你的膝盖哀求你,\n 给我一件你旧剧本里的破烂衣服吧。
§416δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν· §417αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
\n 因为我必须对歌队发表一通长篇大论;\n 如果我说得不好,那就会招来杀身之祸。
§418τὰ ποῖα τρύχη;
\n 欧里庇得斯: 什么样的破烂?
μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ §419ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
难道是那个不幸的\n 老奥纽斯在剧本里穿过的烂衣服?
§420οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.
\n 狄开奥波利斯: 不是奥纽斯的,而是比他还要惨的人的。
§421τὰ τοῦ τυφλοῦ Φοίνικος;
\n 欧里庇得斯: 盲人菲尼克斯的?
§421bοὐ Φοίνικος, οὔ· §422ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
\n 狄开奥波利斯: 不是菲尼克斯的,不;\n 而是比菲尼克斯还要惨的另一个人。
§423ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
\n 欧里庇得斯: 这家伙到底想要什么样破碎的衣衫?
§424ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
\n 你指的是乞丐菲洛克特特斯的那些衣服吗?
§425οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
\n 狄开奥波利斯: 不,是比他还要穷酸得多的多的人的。
§426ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα, §427ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
\n 欧里庇得斯: 难道你想要那些肮脏的衣裳,\n 那个瘸子贝勒罗丰曾经穿过的?
§428οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν §429χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
\n 狄开奥波利斯: 不是贝勒罗丰的;虽然那个人确实也是\n 一个瘸子、乞丐、爱唠叨且极擅长辩论的人。
§430οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.
\n 欧里庇得斯: 我知道了:是缪西亚人泰勒福斯。
§430bναὶ Τήλεφον·
\n 狄开奥波利斯: 对,就是泰勒福斯!
§431τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
\n 我哀求你,把他的烂布衣服给我。
§432ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
\n 欧里庇得斯: 仆人,把泰勒福斯的烂衣服拿给他。
§433κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν §434μεταξὺ τῶν Ἰνοῦς.
\n 它们放在塞伊斯忒斯的破烂衣服上面,\n 夹在伊诺的破衣服中间。
§434bἰδοὺ ταυτὶ λαβέ.
\n 仆人: 拿去,就是这些。
§435ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, §436ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
\n 狄开奥波利斯: 噢,洞察一切、高高在上的宙斯啊,\n 让我把自己打扮得尽可能惨不忍睹。
§437Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί, §438κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, §439τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
\n 欧里庇得斯,既然你把这些赏给了我,\n 请把那些和破衣服配套的东西也给我,\n 戴在头上的那个缪西亚小帽子。
§440δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, §441εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή· §442τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
\n 因为我今天必须装扮成一个乞丐,\n 虽然实质上是我自己,但外表上却不能是;\n 这样观众们知道我是谁,

词汇与语法注释

  1. 352ὀμφακίαν — 源自 ὀμφακίας(未成熟葡萄的、酸涩的),作动词不定式 πεφυκέναι(具有……的本性)的补语,修饰 τὸν θυμόν(脾气、怒火)。这里将人们的怒气比作“酸涩”的葡萄,并引出后面的结果从句 ὥστε。
  2. 355ἐμοῦ ʼθέλοντος — 属格绝对结构,在语义上对主句(δεινὸν...)起让步作用(“尽管我情愿……”)。
  3. 375τῶν τ' αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι — 称为“先行/提早引入”(prolepsis)的句法结构。本应作为后面 ὅτι 从句主语的名词短语(τῶν γερόντων τὰς ψυχάς),被提前用作主句动词 οἶδα 的直接宾语。
  4. 411ἐξὸν — 非人称动词 ἔξεστι(可能、允许)的中性单数宾格分词,用于宾格绝对结构。在此处表示让步:“虽然(把脚放下来写)是可能的/本可以如此”。

引用这一段

阿里斯托芬, 阿卡奈人 §351-442. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:351-442

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。