§42καὶ τοῦτ’ εἰδότες — ὀξύτατοι γὰρ τὴν μοχθηρίαν εἰσί — κατασοφίζονται τὸ Καίσαρος ὄνομα προκάλυμμα ποιησάμενοι, ᾧ προσάπτειν τι τῶν ἐπαιτίων οὐ θεμιτόν.
他们明知这一点——因为他们在邪恶方面极其精明——,便通过把凯撒的名字作为掩盖来耍弄诡计,而将任何应受谴责的事情与这个名字联系在一起都是不合神法的。
§43τί οὖν ὁ τῆς χώρας ἐπίτροπος;
那么,该地区的总督做了什么?
ἐπιστάμενος, ὅτι καὶ ἡ πόλις οἰκήτορας ἔχει διττούς, ἡμᾶς τε καὶ τούτους, καὶ πᾶσα Αἴγυπτος, καὶ ὅτι οὐκ ἀποδέουσι μυριάδων ἑκατὸν οἱ τὴν Ἀλεξάνδρειαν καὶ τὴν χώραν Ἰουδαῖοι κατοικοῦντες ἀπὸ τοῦ πρὸς Λιβύην καταβαθμοῦ μέχρι τῶν ὁρίων Αἰθιοπίας, καὶ ὡς ἡ πεῖρα κατὰ πάντων ἐστὶ καὶ ὡς οὐ λυσιτελὲς ἔθη πάτρια κινεῖν, ἀμελήσας ἁπάντων ἐπιτρέπει ποιήσασθαι τὴν ἀνάθεσιν, μυρία καὶ πάντα προνοητικὰ δυνάμενος ἢ ὡς ἄρχων κελεύειν ἢ συμβουλεύειν ὡς φίλος.
他明知这座城市也拥有双重居民,即我们和他们,且整个埃及也是如此,并且居住在亚历山大和该地区的犹太人,从通往利比亚的下降处直到埃塞俄比亚的边界,不下于一百万人,而且这一尝试是针对所有人的,动摇祖先的习惯也是无益的,但他无视了这一切,允许了进行这一设立,尽管他本可以作为统治者发出命令,或作为朋友提出建议,通过千万种全然具有先见之明的方式。
§44ὁ δὲ — συνεχειρούργει γὰρ ἕκαστα τῶν ἁμαρτανομένων — καὶ ἀπὸ μείζονος ἐξουσίας ἀναρριπίζειν καινοτέραις ἀεὶ κακῶν προσθήκαις τὴν στάσιν ἠξίου καὶ τό γ’ ἐφ’ αὑτὸν ἧκον μέρος ἅπασαν ὀλίγου δεῖν φάναι τὴν οἰκουμένην ἐμφυλίων πολέμων ἐπλήρωσεν.
但他——因为他在每一项罪行中都亲自动手协助——更以其更大的权力,总是通过不断增加新的恶行来煽动动乱,并且至少就他自身而言,几乎将整个居住世界都充满了内战。
§45οὐ γὰρ ἦν ἄδηλον, ὅτι ἡ περὶ τὴν κατάλυσιν τῶν προσευχῶν φήμη λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῆς Ἀλεξανδρείας διαδοθήσεται μὲν εὐθὺς εἰς τοὺς ἐν Αἰγύπτῳ νομούς, δραμεῖται δ’ ἀπὸ μὲν Αἰγύπτου πρὸς ἀνατολὰς καὶ ἔθνη τὰ ἑῷα, ἀπὸ δὲ τῆς ὑποταινίου καὶ Μαρείας, αἳ Λιβύης εἰσὶν ἀρχαί, πρὸς δυσμὰς καὶ ἔθνη τὰ ἑσπέρια· Ἰουδαίους γὰρ χώρα μία διὰ πολυανθρωπίαν οὐ χωρεῖ.
因为这并非不明显,关于摧毁会堂的传闻从亚历山大开始,将立即传播到埃及的各个省份,并从埃及向东奔向东方民族,而从利比亚开端的细长地带和马雷亚向西奔向西方民族;因为人口众多,单一的土地无法容纳犹太人。
§46ἧς αἰτίας ἕνεκα τὰς πλείστας καὶ εὐδαιμονεστάτας τῶν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κατά τε νήσους καὶ ἠπείρους ἐκνέμονται μητρόπολιν μὲν τὴν ἱερόπολιν ἡγούμενοι, καθ’ ἣν ἵδρυται ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος, ἃς δ’ ἔλαχον ἐκ πατέρων καὶ πάππων καὶ προπάππων καὶ τῶν ἔτι ἄνω προγόνων οἰκεῖν ἕκαστοι πατρίδας νομίζοντες, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν· εἰς ἐνίας δὲ καὶ κτιζομένας εὐθὺς ἦλθον ἀποικίαν στειλάμενοι, τοῖς κτίσταις χαριζόμενοι.
由于这个原因,他们居住在欧洲和亚洲各岛屿和大陆上最多且最繁荣的城市中,将立有至高神圣殿的圣城视为母都市,而将各自从父亲、祖父、曾祖父以及更往上的祖先那里继承下来居住的土地视为他们出生和成长的祖国;而在一些城市建立之初,他们就通过派遣殖民团立即迁入,对建立者们予以恩惠。
§47καὶ δέος ἦν, μὴ οἱ πανταχοῦ τὴν ἀφορμὴν ἐκεῖθεν λαβόντες ἐπηρεάζωσι τοῖς πολίταις αὐτῶν Ἰουδαίοις εἰς τὰς προσευχὰς καὶ τὰ πάτρια νεωτερίζοντες.
并且存在一种担忧,即各地的居民会以此为契机,在会堂和祖先习惯方面侵害他们的犹太公民同胞,进行叛乱。
§48οἱ δέ — οὐ γὰρ ἔμελλον ἄχρι παντὸς ἡσυχάζειν καίτοι πεφυκότες εὖ πρὸς εἰρήνην, οὐ μόνον ὅτι παρὰ πᾶσιν ἀνθρώποις οἱ περὶ τῶν ἐθῶν ἀγῶνες καὶ τοὺς περὶ ψυχῆς κινδύνους ὑπερβάλλουσιν, ἀλλ’ ὅτι καὶ μόνοι τῶν ὑφ’ ἥλιον ἅμα ταῖς προσευχαῖς ἀπεστεροῦντο τὴν εἰς τοὺς εὐεργέτας εὐσέβειαν, ὃ μυρίων θανάτων ἐτετίμηντο ἄν — οὐκ ἔχοντες ἱεροὺς περιβόλους, οἷς ἐνδιαθήσονται τὸ εὐχάριστον, καὶ τοῖς ἐναντιουμένοις εἶπον ἄν· §49„λελήθατε ἑαυτοὺς οὐ προστιθέντες τοῖς κυρίοις τιμήν, ἀλλ’ ἀφαιρούμενοι, οὐκ εἰδότες ὡς τοῖς πανταχόθι τῆς οἰκουμένης Ἰουδαίοις ὁρμητήρια τῆς εἰς τὸν Σεβαστὸν οἶκον ὁσιότητός εἰσιν αἱ προσευχαὶ ἐπιδήλως, ὧν ἡμῖν ἀναιρεθεισῶν τίς ἕτερος ἀπολείπεται τόπος ἢ τρόπος τιμῆς;
但他们——因为他们不打算一直保持沉默,尽管他们天生爱好和平,这不仅是因为在全人类中,为习惯而进行的斗争甚至超过了为生命的冒险,而且还因为他们是太阳下唯一在失去会堂的同时,也被剥夺了对恩人敬虔的人,而他们本宁愿以一万次死亡来换取这种敬虔——在失去了可以寄托感激之情的圣所圈占地时,本可以对反对者们说: “你们在不知不觉中不仅没有增加主人们的名誉,反而剥夺了它,你们不知道对于世界各地的犹太人来说,会堂显然是他们对皇帝家表示敬虔的基地。 如果这些会堂被摧毁,我们还剩下什么其他的场所或致敬的方式呢?
§50εἰ μὲν γὰρ ἐφιέντων τῶν ἐθῶν ὀλιγωροῦμεν, τῆς ἀνωτάτω τιμωρίας δίκαιοι τυγχάνειν ἐσμὲν μὴ παρέχοντες ἀρτίους καὶ πλήρεις τὰς ἀμοιβάς.
因为如果我们的习惯允许,而我们却疏忽怠慢,那么由于没有提供充分和完整的报答,我们理应受到最高的惩罚。
εἰ δ’ οὐκ ἐξὸν τοῖς ἰδίοις ὑποστέλλομεν νομίμοις, ἃ καὶ τῷ Σεβαστῷ φίλον βεβαιοῦν, τί μικρὸν ἢ μέγα πλημμελοῦμεν οὐκ οἶδα· πλὴν εἰ μὴ ψέγειν τις ἐθελήσειε τὸ μὴ γνώμῃ ἑκουσίῳ παρανομεῖν τὰς ἐκδιαιτήσεις τῶν ἐθῶν οὐ φυλαξαμένους, αἵ, κἂν ἀφ’ ἑτέρων ἄρξωνται, τελευτῶσι πολλάκις εἰς τοὺς αἰτίους.
但如果因为我们自己的法律不允许而退缩——而这些法律也是尊严者所乐于确认的——我不知道我们犯了什么大大小小的罪过;除非有人想要指责那些因未能防范习惯的脱轨而并非出于自愿违背法律的人,而这些脱轨,即使是从其他人开始,也往往会归结到罪魁祸首身上。
“ §51ἀλλ’ ὁ μὲν Φλάκκος τά τε λεκτέα ἡσυχάζων καὶ τὰ ἡσυχαστέα λέγων οὕτως εἰς ἡμᾶς ἐξημάρτανεν.
” 然而弗拉库斯却对该说的话保持沉默,而对该保持沉默的话大加谈论,从而对我们犯下了这样的罪行。
ἐκεῖνοι δ’, οἷς ἐχαρίζετο, τίνα γνώμην εἶχον;
而那些他所迎合的人,又抱着怎样的意图呢?
ἆρά γε τὴν τῶν τιμᾶν ἐθελόντων;
难道真的是那些想要表达敬意的人的意图吗?
εἶτα σπάνις ἦν ἱερῶν κατὰ τὴν πόλιν, ἧς τὰ πλεῖστα καὶ ἀναγκαιότατα μέρη τετεμένισται, πρὸς ἀνάθεσιν ὧν ἐβούλοντο;
难道城市中真的缺乏圣所,以至于在其大部分且最主要的区域都已被辟为神殿的情况下,还找不到地方来设立他们所想要设立的东西吗? ”