Humanitext Reader

斐洛·尤迪厄斯 · 驳弗拉库斯 §33-41

嘲弄阿格里帕王与在会堂设肖像的要求

第 4 段,共 18 段 · 希腊语

内容简介

弗拉库斯默许亚历山大群众侮辱阿格里帕国王,并任由他们利用疯子卡拉巴斯进行模仿剧嘲弄。受到纵容的群众在剧场聚集,开始要求在犹太会堂中设立皇帝肖像。

§33τῷ γὰρ ἀργοῦντι καὶ σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων.
因为他允许城里那些游手好闲、无所事事的群众——这群人惯于搬弄是非,把闲暇消磨在诽谤和亵渎中——去诋毁国王,无论是由他自己首先开始辱骂,还是由他自己通过那些惯于充当此类手下的人来鼓动和驱使他们。
§34οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν βασιλέα καὶ σκώμματα συνείροντες· πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι.
而他们得到了这个借口,便整天呆在体育场里嘲笑国王,编造各种笑料;有时他们还雇用模仿剧诗人及喜剧教师,展示他们在下流勾当上的天赋,他们对于学习美德迟钝,但对于学习相反的坏事却极其敏捷和迅速。
§35διὰ τί γὰρ οὐκ ἠγανάκτησεν, οὐκ ἀπήγαγεν, οὐκ ἐπέπληξε τῆς αὐθάδους βλασφημίας;
为什么他不感到愤慨,不把人带走,不惩戒那傲慢的亵渎呢?
εἰ δὲ μὴ βασιλεὺς ἦν, ἀλλά τις τῶν ἐκ τῆς Καίσαρος οἰκίας, οὐκ ὤφειλε προνομίαν τινὰ καὶ τιμὴν ἔχειν;
即使他(阿格里帕)不是国王,而是凯撒家族中的一员,难道他不应当享有某种特权和尊荣吗?
ἀλλὰ ταῦτ’ εἰσὶ πίστεις ἐναργεῖς τοῦ συναίτιον γεγενῆσθαι τῶν βλασφημιῶν Φλάκκον·
然而这些都是弗拉库斯成为这帮亵渎者同谋的明证。
ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς εἰ μὴ κεκώλυκε, δῆλος ἦν ἐφιεὶς καὶ ἐπιτρέπων αὐτός.
因为一个本能够训诫或至少能加以制止的人,如果没有阻拦,显然是他自己默许和纵容了这一切。
πρὸς ὅ τι δ’ ἂν ὄχλος ἀσύντακτος ἀφορμὴν λάβῃ τῶν ἁμαρτημάτων, οὐχ ἵσταται, μέτεισι δ’ ἀφ’ ἑτέρων εἰς ἕτερα προσεπεξεργαζόμενος ἀεί τι νεώτερον.
无秩序的群众一旦得到了犯下罪行的借口,便不会止步,而是会一事接着一事,总是不断炮制出更新的恶行。
§36Ἦν τις μεμηνὼς ὄνομα Καραβᾶς οὐ τὴν ἀγρίαν καὶ θηριώδη μανίαν — ἄσκηπτος γὰρ αὕτη γε καὶ τοῖς ἔχουσι καὶ τοῖς πλησιάζουσιν —, ἀλλὰ τὴν ἀνειμένην καὶ μαλακωτέραν.
有一个名叫卡拉巴斯的疯子,他患的不是狂暴和野兽般的疯狂——因为这种狂疯对于患者本身和接近他们的人来说,确实像落雷般突发且无法控制——而是温和而较弱的那种。
οὗτος διημέρευε καὶ διενυκτέρευε γυμνὸς ἐν ταῖς ὁδοῖς οὔτε θάλπος οὔτε κρυμὸν ἐκτρεπόμενος, ἄθυρμα νηπίων καὶ μειρακίων σχολαζόντων.
这人整天整夜赤身裸体地在街上闲逛,既不避暑,也不避寒,成了孩童和无所事事的青少年的玩物。
§37συνελάσαντες τὸν ἄθλιον ἄχρι τοῦ γυμνασίου καὶ στήσαντες μετέωρον, ἵνα καθορῷτο πρὸς πάντων, βύβλον μὲν εὐρύναντες ἀντὶ διαδήματος ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ, χαμαιστρώτῳ δὲ τὸ ἄλλο σῶμα περιβάλλουσιν ἀντὶ χλαμύδος, ἀντὶ δὲ σκήπτρου βραχύ τι παπύρου τμῆμα τῆς ἐγχωρίου καθ’ ὁδὸν ἐρριμμένον ἰδών τις ἀναδίδωσιν.
他们把这个可怜的人轰到体育场,让他站在高处,以便所有人都能看见他。 他们把一张纸草纸展平,戴在他的头上代替王冠;又把一张粗糙的垫子围在他身体的其他部分代替外套;至于王笏,有人看见路边扔着一小截当地的纸草茎,便捡起来递给了他。
§38ἐπεὶ δὲ ὡς ἐν θεατρικοῖς μίμοις τὰ παράσημα τῆς βασιλείας ἀνειλήφει καὶ διεκεκόσμητο εἰς βασιλέα, νεανίαι ῥάβδους ἐπὶ τῶν ὤμων φέροντες ἀντὶ λογχοφόρων ἑκατέρωθεν εἱστήκεσαν μιμούμενοι δορυφόρους.
当他像在戏剧性的模仿剧中那样,穿戴起王权的标志并装扮成国王时,肩上扛着棍棒代替长枪的青年们站在两样,模仿禁卫军。
εἶθ’ ἕτεροι προσῄεσαν, οἱ μὲν ὡς ἀσπασόμενοι, οἱ δὲ ὡς δικασόμενοι, οἱ δ’ ὡς ἐντευξόμενοι περὶ κοινῶν πραγμάτων.
接着,其他的人走上前来,有的仿佛要向他请安,有的仿佛要找他断案,有的仿佛要找他商议公事。
§39εἶτ’ ἐκ τοῦ περιεστῶτος ἐν κύκλῳ πλήθους ἐξήχει βοή τις ἄτοπος Μάριν ἀποκαλούντων — οὕτως δέ φασι τὸν κύριον ὀνομάζεσθαι παρὰ Σύροις —·
随后,从围在四周的群众中传出一种奇异的叫喊声,称呼他为“马林”——因为据说叙利亚人称呼主为这个名字——。
ᾔδεσαν γὰρ Ἀγρίππαν καὶ γένει Σύρον καὶ Συρίας μεγάλην ἀποτομὴν ἔχοντα, ἧς ἐβασίλευε.
因为他们知道阿格里帕在血统上是叙利亚人,并且拥有他所统治的叙利亚的一大块割让地。
ταῦτα δὲ ἀκούων, μᾶλλον δὲ ὁρῶν ὁ Φλάκκος, §40δεόντως ἂν καὶ τὸν μεμηνότα συλλαβὼν καὶ καθείρξας, ἵνα μὴ παρέχῃ τοῖς κατακερτομοῦσιν ἀφορμὴν εἰς ὕβριν τῶν βελτιόνων, καὶ τοὺς ἐνσκευάσαντας τιμωρησάμενος, ὅτι γε βασιλέα καὶ φίλον Καίσαρος καὶ ὑπὸ τῆς Ῥωμαίων βουλῆς τετιμημένον στρατηγικαῖς τιμαῖς ἐτόλμησαν καὶ ἔργοις καὶ λόγοις καὶ φανερῶς καὶ πλαγίως ὑβρίζειν, οὐ μόνον οὐκ ἐπέπληξεν, ἀλλ’ οὐδ’ ἐπισχεῖν ἠξίωσεν ἄδειαν καὶ ἐκεχειρίαν διδοὺς τοῖς ἐθελοκακοῦσι καὶ ἐθελέχθρως ἔχουσι, προσποιούμενος ἅ τε ἑώρα μὴ ὁρᾶν καὶ ὧν ἤκουε μὴ ἀκούειν.
弗拉库斯听到,更确切地说是看到这些,他本应当逮捕并监禁那个疯子,以免他给那些嘲弄者提供侮辱高贵者的机会,并且应当惩罚那些策划者,因为他们竟敢在行动和言语上、公然和拐弯抹角地侮辱一位国王、凯撒之友、且曾被罗马元老院授予法务官荣誉的人,但他不仅没有训诫他们,甚至不屑于加以制止,而是给那些甘心作恶、存心敌对的人以免责和纵容,假装没看见他所看见的,没听见他所听见的。
§41ὅπερ συναισθόμενος ὁὁ ὄχλος — οὐχ ὁὁ καθεστὼς καὶ δημοτικός, ἀλλ’ ὁ πάντα θορύβου καὶ ταραχῆς εἰωθὼς ἀναπιμπλάναι διὰ φιλοπραγμοσύνην καὶ ζῆλον ἀβιώτου βίου καὶ τὴν ἐξ ἔθους ἀργίαν καὶ σχολήν, πρᾶγμα ἐπίβουλον — συρρυέντες εἰς τὸ θέατρον ἐξ ἑωθινοῦ Φλάκκον ἤδη τιμῶν ἀθλίων ἐωνημένοι, ἃς ὁ δοξομανὴς καὶ παλίμπρατος ἐλάμβανεν οὐ καθ’ αὑτοῦ μόνον ἀλλὰ καὶ τῆς κοινῆς ἀσφαλείας, ἀνεβόησαν ἀφ’ ἑνὸς συνθήματος εἰκόνας ἐν ταῖς προσευχαῖς ἀνατιθέναι, καινότατον καὶ μηδέπω πραχθὲν εἰσηγούμενοι παρανόμημα.
察觉到这一点的群众——不是那秩序井然、守法的公民群体,而是那些由于爱管闲事、热衷于无法无天的生活、以及习惯性的游手好闲——这是一种阴谋式的作风——而惯于用骚乱和混乱填满一切的乌合之众——清晨便成群结队地涌入剧场。 他们已经从那个狂热追求名声且反复无常的弗拉库斯那里买到了卑鄙的特权,而弗拉库斯接受这些特权不仅损害了他自己,也损害了公共安全。 于是他们异口同声地呼喊着,要在会堂里立起肖像,提出了一项前所未有且从未实行过的违法提案。

词汇与语法注释

  1. §33εἴτε ἀρξάμενος ... εἴτε προτρεψάμενος — εἴτε ... εἴτε 引导两个选择性分词短语。主格分词 ἀρξάμενος 和 προτρεψάμενος 与主句主语(弗拉库斯)一致,描述了他煽动谩骂的两种可能途径。
  2. §35ὁ γὰρ ἐπιπλήττειν ἢ τὸ πανύστατον ἐπέχειν ἂν δυνηθεὶς — 与分词 δυνηθείς 连用的虚词 ἂν 表示过去的可能性(“本能够……的人”),与条件从句 εἰ μὴ κεκώλυκε(“如果他没有阻拦”)相呼应,构成了虚拟语气的语境。
  3. §36οὐ τὴν ἀγρίαν καὶ θηριώδη μανίαν ..., ἀλλὰ τὴν ἀνειμένην καὶ μαλακωτέραν — 虽然 μανίαν 为宾格,但在语法上它作为关系宾格(accusative of respect)或松散的同位语,用来修饰主语卡拉巴斯,说明他所患狂气的性质。
  4. §40δεόντως ἂν ... συλλαβὼν ... καὶ ... τιμωρησάμενος — 带有 ἂν 的主格分词 συλλαβών 和 τιμωρησάμενος 表示过去应当履行却未履行的义务(“本应当逮捕……并惩罚”)。这与陈述语气过去时(不定过去时)的否定式主动词(ἐπέπληξεν 和 ἠξίωσεν)形成鲜明对比。
  5. §41ὅπερ συναισθόμενος ὁ ὄχλος ... συρρυέντες ... ἀνεβόησαν — 单数名词 ὁ ὄχλος 后面接复数分词 συρρυέντες 和复数动词 ἀνεβόησαν。这是典型的“按意合致”(constructio ad sensum)句法,即根据集合名词的实际复数含义进行语法搭配。

引用这一段

斐洛·尤迪厄斯, 驳弗拉库斯 §33-41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:33-41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。