← アレクサンドリアのフィロン

フラックスへの抗弁

§42-51

会堂への皇帝肖像設置の容認とユダヤ人の反論

アレクサンドリアの群衆が皇帝の肖像を会堂に設置することを求めると、総督フラックスはこれを容認し、ユダヤ人たちはその不法性と皇帝への真の敬虔を損なう点を指摘して反論する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§42

καὶ τοῦτ’ εἰδότες — ὀξύτατοι γὰρ τὴν μοχθηρίαν εἰσί1 — κατασοφίζονται τὸ Καίσαρος ὄνομα προκάλυμμα ποιησάμενοι, ᾧ προσάπτειν τι τῶν ἐπαιτίων οὐ θεμιτόν.

そして彼らはこのことを知りながら――なぜなら彼らは邪悪さにおいて極めて抜け目がないからである――、カエサルの名を口実とすることによって悪知恵を働かせており、その名に対して非難されるべきいかなることも結びつけることは不当である。

§43

τί οὖν ὁ τῆς χώρας ἐπίτροπος; ἐπιστάμενος, ὅτι καὶ ἡ πόλις οἰκήτορας ἔχει διττούς, ἡμᾶς τε καὶ τούτους, καὶ πᾶσα Αἴγυπτος, καὶ ὅτι οὐκ ἀποδέουσι μυριάδων ἑκατὸν οἱ τὴν Ἀλεξάνδρειαν καὶ τὴν χώραν Ἰουδαῖοι κατοικοῦντες ἀπὸ τοῦ πρὸς Λιβύην καταβαθμοῦ μέχρι τῶν ὁρίων Αἰθιοπίας, καὶ ὡς ἡ πεῖρα κατὰ πάντων ἐστὶ καὶ ὡς οὐ λυσιτελὲς ἔθη πάτρια κινεῖν, ἀμελήσας ἁπάντων ἐπιτρέπει ποιήσασθαι τὴν ἀνάθεσιν, μυρία καὶ πάντα προνοητικὰ δυνάμενος2 ἢ ὡς ἄρχων κελεύειν ἢ συμβουλεύειν ὡς φίλος.

それでは、この地の総督はどうしたか。この都市も、そして全エジプトも、我々と彼らという二重の住民を擁していること、そしてアレクサンドリアとこの地に住むユダヤ人たちが、リビアに向かうカタバトモスからエチオピアの国境に至るまで100万人に下らないこと、また彼らに対する襲撃がすべての人々に及び、祖先の習慣を動かすことは有益ではないということを知りながら、彼はすべてを無視して、(肖像の)設置を行うことを許した。支配者として命じることも、あるいは友人として勧告することも、万事思慮深く無数の方法でできたはずであるのに。

§44

ὁ δὲ — συνεχειρούργει γὰρ ἕκαστα τῶν ἁμαρτανομένων — καὶ ἀπὸ μείζονος ἐξουσίας ἀναρριπίζειν καινοτέραις ἀεὶ κακῶν προσθήκαις τὴν στάσιν ἠξίου καὶ τό γ’ ἐφ’ αὑτὸν ἧκον μέρος ἅπασαν ὀλίγου δεῖν φάναι τὴν οἰκουμένην ἐμφυλίων πολέμων ἐπλήρωσεν.

しかし彼は――なぜなら、彼は犯される過ちの個々を手ずから手伝っていたからである――、より大きな権力から、常に新たな悪の追加によって不和をあおり立てることを良しとし、少なくとも彼自身に関する限りにおいては、居住世界全体を、言うなればほとんど内戦で満たした。

§45

οὐ γὰρ ἦν ἄδηλον, ὅτι ἡ περὶ τὴν κατάλυσιν τῶν προσευχῶν φήμη λαβοῦσα τὴν ἀρχὴν ἀπὸ τῆς Ἀλεξανδρείας διαδοθήσεται μὲν εὐθὺς εἰς τοὺς ἐν Αἰγύπτῳ νομούς, δραμεῖται δ’ ἀπὸ μὲν Αἰγύπτου πρὸς ἀνατολὰς καὶ ἔθνη τὰ ἑῷα, ἀπὸ δὲ τῆς ὑποταινίου καὶ Μαρείας, αἳ Λιβύης εἰσὶν ἀρχαί, πρὸς δυσμὰς καὶ ἔθνη τὰ ἑσπέρια· Ἰουδαίους γὰρ χώρα μία διὰ πολυανθρωπίαν οὐ χωρεῖ.

なぜなら、会堂の破壊に関する噂が、アレクサンドリアから始まって、直ちにエジプトの各県へ広まり、エジプトからは東方および東洋の諸民族へ、また、リビアの始まりである細長い土地やマレイアからは、西方および西洋の諸民族へと走るであろうことは明らかであったからである。人口が多いために、一つの土地ではユダヤ人たちを収容しきれないのである。

§46

ἧς αἰτίας ἕνεκα τὰς πλείστας καὶ εὐδαιμονεστάτας τῶν ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κατά τε νήσους καὶ ἠπείρους ἐκνέμονται μητρόπολιν μὲν τὴν ἱερόπολιν ἡγούμενοι, καθ’ ἣν ἵδρυται ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος, ἃς δ’ ἔλαχον ἐκ πατέρων καὶ πάππων καὶ προπάππων καὶ τῶν ἔτι ἄνω προγόνων οἰκεῖν ἕκαστοι πατρίδας νομίζοντες, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν· εἰς ἐνίας δὲ καὶ κτιζομένας εὐθὺς ἦλθον ἀποικίαν στειλάμενοι, τοῖς κτίσταις χαριζόμενοι.

この理由のために、彼らは、いと高き神の聖なる神殿が建てられている聖都を母都市と見なし、一方で、父、祖父、曽祖父、そしてさらにその上の先祖たちから住むように分け与えられた国々を、それぞれが生まれ育った祖国であると考えて、島々や大陸におけるヨーロッパやアジアの最も多くかつ最も繁栄している都市に住み着いている。また、ある都市には、それが建設されるやいなや植民団を派遣して直ちに移住し、その建設者たちに恩恵を与えた。

§47

καὶ δέος ἦν, μὴ οἱ πανταχοῦ τὴν ἀφορμὴν ἐκεῖθεν λαβόντες ἐπηρεάζωσι τοῖς πολίταις αὐτῶν Ἰουδαίοις εἰς τὰς προσευχὰς καὶ τὰ πάτρια νεωτερίζοντες.

そして、各地の人々がそこからきっかけを得て、彼らの市民であるユダヤ人たちの会堂に危害を加え、祖先の習慣に関して不穏な動きをするのではないかという恐れがあった。

§48

οἱ δέ — οὐ γὰρ ἔμελλον ἄχρι παντὸς ἡσυχάζειν καίτοι πεφυκότες εὖ πρὸς εἰρήνην, οὐ μόνον ὅτι παρὰ πᾶσιν ἀνθρώποις οἱ περὶ τῶν ἐθῶν ἀγῶνες καὶ τοὺς περὶ ψυχῆς κινδύνους ὑπερβάλλουσιν, ἀλλ’ ὅτι καὶ μόνοι τῶν ὑφ’ ἥλιον ἅμα ταῖς προσευχαῖς ἀπεστεροῦντο τὴν εἰς τοὺς εὐεργέτας εὐσέβειαν, ὃ μυρίων θανάτων ἐτετίμηντο ἄν3 — οὐκ ἔχοντες ἱεροὺς περιβόλους, οἷς ἐνδιαθήσονται τὸ εὐχάριστον, καὶ τοῖς ἐναντιουμένοις εἶπον ἄν·

しかし、彼らは――というのも、彼らは最後まで沈黙しているつもりはなかったからであり、平和を愛するように生まれついているにもかかわらず、すべての人々において、習慣をめぐる争いは命をめぐる危険さえも超えるものであるからというだけでなく、太陽の下にある人々のうちで彼らだけが、会堂と同時に、恩人たちに対する敬虔の表明をも奪われることになるからである。彼らはそれを、一万の死をもってしても守るべき価値があると評価したであろうに――、感謝を表明する聖なる境内を持たなくなって、敵対する者たちにこう言ったであろう。

§49

„λελήθατε ἑαυτοὺς οὐ προστιθέντες4 τοῖς κυρίοις τιμήν, ἀλλ’ ἀφαιρούμενοι, οὐκ εἰδότες ὡς τοῖς πανταχόθι τῆς οἰκουμένης Ἰουδαίοις ὁρμητήρια τῆς εἰς τὸν Σεβαστὸν οἶκον ὁσιότητός εἰσιν αἱ προσευχαὶ ἐπιδήλως, ὧν ἡμῖν ἀναιρεθεισῶν τίς ἕτερος ἀπολείπεται τόπος ἢ τρόπος τιμῆς;

「あなた方は、主人たちに名誉を加えるどころか、奪っていることに、自分自身気づいていない。居住世界各地のユダヤ人にとって、会堂こそが皇帝家に対する敬虔の、明らかに拠点であることを知らないのである。これらが我々から奪われた場合、他にいかなる場所や、名誉を捧げる手段が残されているだろうか。

§50

εἰ μὲν γὰρ ἐφιέντων τῶν ἐθῶν5 ὀλιγωροῦμεν, τῆς ἀνωτάτω τιμωρίας δίκαιοι τυγχάνειν ἐσμὲν μὴ παρέχοντες ἀρτίους καὶ πλήρεις τὰς ἀμοιβάς. εἰ δ’ οὐκ ἐξὸν τοῖς ἰδίοις ὑποστέλλομεν νομίμοις, ἃ καὶ τῷ Σεβαστῷ φίλον βεβαιοῦν, τί μικρὸν ἢ μέγα πλημμελοῦμεν οὐκ οἶδα· πλὴν εἰ μὴ ψέγειν τις ἐθελήσειε τὸ μὴ γνώμῃ ἑκουσίῳ παρανομεῖν τὰς ἐκδιαιτήσεις τῶν ἐθῶν οὐ φυλαξαμένους, αἵ, κἂν ἀφ’ ἑτέρων ἄρξωνται, τελευτῶσι πολλάκις εἰς τοὺς αἰτίους.“ ἀλλ’ ὁ μὲν Φλάκκος τά τε λεκτέα ἡσυχάζων καὶ τὰ ἡσυχαστέα λέγων οὕτως εἰς ἡμᾶς ἐξημάρτανεν. ἐκεῖνοι δ’, οἷς ἐχαρίζετο, τίνα γνώμην εἶχον; ἆρά γε τὴν τῶν τιμᾶν ἐθελόντων; εἶτα σπάνις ἦν ἱερῶν κατὰ τὴν πόλιν, ἧς τὰ πλεῖστα καὶ ἀναγκαιότατα μέρη τετεμένισται, πρὸς ἀνάθεσιν ὧν ἐβούλοντο;

もし我々の習慣がそれを許しているにもかかわらず怠慢であるなら、我々は十分で完全な報いを捧げないことで、最高の刑罰を受けるに値する。しかし、もし許されておらず、我々独自の法律に従っているのだとしたら――そしてそれらは皇帝にとっても確認することが好ましいものであるが――、我々がいかなる小さな、あるいは大きな過ちを犯しているのか、私にはわからない。ただし、習慣の破壊を警戒せず、自発的な意志によらずに法を破ることを、誰かが非難したいと思わない限りは。そしてそのような不法行為は、たとえ他の人々から始まるとしても、しばしば原因を作った者たちに帰着するのであるが。」しかし、フラックスは語るべきことを黙り、黙るべきことを語りながら、このように我々に対して罪を犯した。一方、彼がへつらっていたあの者たちは、いかなる意図を持っていたのか。果たして、皇帝を称えたいと願う者たちの意図であったか。さらに、都市の大部分かつ最も主要な部分が神域として取り分けられているというのに、彼らが望むものを設置するための神域が、都市において不足していたのだろうか。」

構文注5 件
  1. 42ὀξύτατοι γὰρ τὴν μοχθηρίαν εἰσί

    対格 τὴν μοχθηρίαν は観点の対格。主語がどのような性質(ここでは「邪悪さ」)において優れているかを示す。

  2. 43μυρία καὶ πάντα προνοητικὰ δυνάμενος

    分詞 δυνάμενος は譲歩のニュアンスを持ち、さらに条件文の帰結節のように潜在的な可能性(「〜できたはずであるのに」)を表す。

  3. 48ὃ μυρίων θανάτων ἐτετίμηντο ἄν

    動詞 ἐτετίμηντο ἄν は過去の事実に反する潜在・反実仮想を表す。関係代名詞 ὃ の先行詞は前文の敬虔の表明(τὴν... εὐσέβειαν)の内容であり、属格 μυρίων θανάτων は価値を示す。

  4. 49λελήθατε ἑαυτοὺς οὐ προστιθέντες

    動詞 λανθάνω(ここでは λελήθατε)に再帰代名詞と分詞 οὐ προστιθέντες が結合し、「自分自身気づかないうちに〜している」という慣用表現を構成する。

  5. 50εἰ μὲν γὰρ ἐφιέντων τῶν ἐθῶν

    ἐφιέντων τῶν ἐθῶν は属格独立(absolute genitive)で、条件文の εἰ 節の内部で「習慣が許しているなら」という付帯状況ないし条件を示す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:42-51