Humanitext Reader

斐洛·尤迪厄斯 · 驳弗拉库斯 §52-61

剥夺公民权的布告与对犹太人居住区的洗劫

第 6 段,共 18 段 · 希腊语

内容简介

弗拉库斯发布剥夺犹太人公民权的告示,引发暴徒的大规模迫害;犹太人被驱逐出其居住区,财产遭洗劫并被禁止从事生计。文中谴责此类暴行甚至比常规战争更为残酷。

§52τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι.
因此,我们已经谈到了那些乐于制造仇恨且巧妙施加阴谋之人的冲动,因为这种冲动,施加害者似乎并不会被视为作恶,而受害者若要反抗则是不安全的。
οὐ γάρ ἐστιν, ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν.
因为,高尚的先生们,废除法律、动摇祖先习惯、侵害同居者、并教导其他城市的人也无视和谐,绝非什么敬意。
§53Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι πείσματος εἰς ἀσφάλειαν.
既然针对法律的尝试在弗拉库斯夺取会堂且不留其名时显得颇为顺遂,他便再次转向另一件事,即剥夺我们的公民权,以便在我们的生活唯一赖以寄托的祖先习惯与参与公民权利被割断之后,我们在没有任何保障安全的锚绳可抓的情况下,遭受极度的灾祸。
§54ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα, δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’ ἀκρίτως καταδικάζων.
因为几天后他发布了一道告示,据此在未给我们任何申辩机会且未经审判便予以定罪的情况下,称我们为外邦人和新参者。
οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον;
还有什么比这更昭彰的专制暴政行为吗?
αὐτὸς γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής, εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς ἐθέλουσι πορθεῖν Ἰουδαίους.
他自己包揽了一切:控告者、仇敌、证人、法官、惩罚者,接着在先前的两件事之外又加上了第三件,允许那些想要掠夺犹太人的人像在占领城市中一样去掠夺。
οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι;
而那些获得免责特权的人,又做了什么呢?
§55πέντε μοῖραι τῆς πόλεώς εἰσιν, ἐπώνυμοι τῶν πρώτων στοιχείων τῆς ἐγγραμμάτου φωνῆς·
城市分为五个区,以字母表的前几个字母命名。
τούτων δύο Ἰουδαϊκαὶ λέγονται διὰ τὸ πλείστους Ἰουδαίους ἐν ταύταις κατοικεῖν· οἰκοῦσι δὲ καὶ ἐν ταῖς ἄλλαις οὐκ ὀλίγοι σποράδες.
其中两个区被称为犹太人区,因为大多数犹太人居住在其中;但在其他区也零星散居着不少人。
τί οὖν ἐποίησαν;
那么他们做了什么呢?
ἐκ τῶν τεσσάρων γραμμάτων ἐξῴκισαν τοὺς Ἰουδαίους καὶ συνήλασαν εἰς ἑνὸς μοῖραν βραχυτάτην.
他们把犹太人从四个字母的区域中驱逐出去,将他们驱赶并聚集到仅剩的一个区的极狭窄地方。
§56οἱ δὲ ἐξεχέοντο διὰ τὸ πλῆθος εἰς αἰγιαλοὺς καὶ κοπρίας καὶ μνήματα πάντων στερόμενοι τῶν ἰδίων.
犹太人因人数众多而溢出到海滩、垃圾场和坟地,被剥夺了一切个人财产。
ἐκεῖνοι δὲ τὰς οἰκίας ἐρήμους καταδραμόντες ἐφ’ ἁρπαγὴν ἐτράποντο καὶ ὡς ἐκ πολέμου λείαν διενέμοντο, μηδενὸς δὲ κωλύοντος καὶ τὰ ἐργαστήρια τῶν Ἰουδαίων συγκεκλεισμένα διὰ τὸ ἐπὶ Δρουσίλλῃ πένθος ἀναρρήξαντες ὅσα εὗρον — πολλὰ δὲ καὶ ταῦτ’ ἦν — ἐξεφόρησαν καὶ διὰ μέσης ἀγορᾶς ἐκόμιζον ὡς οἰκείοις τοῖς ἀλλοτρίοις καταχρώμενοι.
而那些人冲入空无一人的房屋,开始进行洗劫,并像分配战争战利品一样瓜分财物。 由于无人阻拦,他们甚至砸开了因对德鲁西拉的哀悼而关闭的犹太人店铺,将发现的所有东西——这也是极大量的财物——搬运一空,并穿过广场中心运走,将他人的财产视作自己的一般肆意挥霍。
§57τῆς δ’ ἁρπαγῆς ἡ ἀπραξία κακὸν ἦν βαρύτερον, τὰς μὲν ἐνθήκας ἀπολωλεκότων τῶν ποριστῶν, μηδενὸς δὲ ἐωμένου, μὴ γεωργοῦ, μὴ ναυκλήρου, μὴ ἐμπόρου, μὴ τεχνίτου, τὰ συνήθη πραγματεύεσθαι, ὡς διχόθεν κατεσκευάσθαι πενίαν, ἔκ τε τῆς ἁρπαγῆς, ἐξουσίων μιᾷ ἡμέρᾳ γενομένων καὶ περισεσυλημένων τὰ ἴδια, κἀκ τοῦ μὴ δεδυνῆσθαι πορίζειν ἐκ τῶν συνήθων ἐπιτηδευμάτων.
然而,比起遭到抢劫,无法工作是更为沉重的灾难,因为谋生者们失去了资本,且任何人,无论是农民、船主、商人还是手工业者,都不被允许从事通常的业务,从而使贫困从两个方面袭来:一方面是由于抢劫,使他们在一日之间失去了家园并被搜刮一空,另一方面是由于无法从通常的职业中获取生计。
§58Καὶ ταῦτα μὲν εἰ καὶ ἀφόρητα, ἀλλ’ οὖν τοῖς αὖθις πεπραγμένοις συγκρινόμενα οἰστά.
这些事虽然难以忍受,但若与后来的暴行相比,仍算得上是可以忍受的。
πενία γὰρ χαλεπὸν μέν, καὶ μάλισθ’ ὅταν κατασκευάζηται πρὸς ἐχθρῶν, ἔλαττον δὲ τῆς εἰς τὰ σώματα ὕβρεως, κἂν ᾖ βραχυτάτη.
因为贫困固然艰难,尤其是当它是由仇敌造成的时候,但与对身体的侮辱相比,哪怕是极其微小的身体侮辱,贫困也算轻的。
§59τοὺς δ’ ἡμετέρους διὰ τὰς ὑπερβολὰς ὧν ἔπαθον οὐδ’ ἂν εἴποι τις ὕβριν ἢ αἰκίαν ἐνδεδέχθαι κυρίοις χρώμενος τοῖς ὀνόμασιν, ἀλλά μοι δοκεῖ προσρήσεων οἰκείων ἂν ἀπορῆσαι διὰ μέγεθος κεκαινουργημένης ὠμότητος, ὡς τὰ τῶν πολέμῳ μὲν κρατησάντων, ἐκ φύσεως δ’ ἀσπόνδων εἰς τοὺς ἑαλωκότας, συγκρινόμενα τοῖς τούτων ἡμερώτατα ἂν εἶναι δόξαι.
至于我们的人民,由于他们所遭受的苦难极为深重,如果严格按照词语的本义,任何人都不能说他们所遭受的仅是“侮辱”或“虐待”;在我看来,由于这种新奇残暴的程度如此之深,人们甚至会感到缺乏合适的词汇来形容。 因为即便是那些在战争中获胜、且本性上对战俘绝不姑息的敌人的行为,与这些暴徒的行径相比,也会显得极其温和。
§60χρήματα ἁρπάζουσιν ἐκεῖνοι καὶ πλῆθος αἰχμαλώτων σωμάτων, ἀλλὰ κινδυνεύσαντες, εἴπερ ἡττήθησαν, ἀποβαλεῖν τὰ οἰκεῖα. οὐ μὴν ἀλλὰ καὶ μυρίους, ὧν λύτρα κατατιθέασι συγγενεῖς ἢ φίλοι, μεθίενται τῶν δορυαλώτων, ἴσως μὲν ἀκαμπεῖς ὄντες πρὸς ἔλεον, ἡττώμενοι δὲ φιλαργυρίας.
那些敌人抢夺财物并虏获大量人口,但他们是在冒着一旦战败就会失去自己财产的危险下进行的。 此外,对于那些由亲属或朋友支付赎金的无数战俘,他们也会予以释放,或许他们对怜悯无动于衷,屈服于对金钱的贪婪。
ἀλλὰ τί τοῦτο; φαίη τις ἄν·
然而,“那又怎样呢?
τοῖς γὰρ εὖ πάσχουσιν ἀδιαφορεῖ τῆς σωτηρίας ὁ τρόπος.
”有人可能会说;因为对于获救的人来说,得救的方式是无关紧要的。
§61ἤδη δὲ καὶ τοὺς πεσόντας ἐν τῷ πολέμῳ τῶν ἐχθρῶν ταφῆς ἀξιοῦσιν οἱ μὲν ἐπιεικεῖς καὶ φιλάνθρωποι ταῖς οἴκοθεν δαπάναις, οἱ δὲ τὴν ἔχθραν καὶ πρὸς νεκροὺς ἀποτείνοντες ὑπόσπονδα τὰ σώματα διδόντες ὑπὲρ τοῦ μὴ τῆς τελευταίας χάριτος ἀμοιρῆσαι τῶν νομιζομένων.
甚至,对于在战争中阵亡的敌军,通达且具有人道精神的人也会自费予以安葬;而那些将仇恨延伸至死者的人,也会在休战协定下交还尸体,以免死者无法获得最后的惯例性安葬之礼。

词汇与语法注释

  1. §52τὴν μὲν οὖν ... ὁρμὴν ἔφαμεν — 句首的宾格短语 `τὴν ... ὁρμήν` 作为动词 `ἔφαμεν`(“我们已谈到”)的直接宾语,对前文所述的阴谋或冲动进行了总结性的提示。
  2. §53ἀποκοπέντων — 由被动分词 `ἀποκοπέντων` 引导的属格绝对独立结构,其主语为 `ἐθῶν τε πατρίων καὶ μετουσίας`,并受到关系从句 `οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος` 的修饰,表示一种前提条件。
  3. §53οὐδενὸς ἐπειλημμένοι πείσματος — 分词 `ἐπειλημμένοι`(动词 `ἐπιλαμβάνομαι`“抓紧”的完成时中被动分词)根据其要求属格的语法规则支配属格名词 `πείσματος`(“锚绳”),比喻在安全上“没有任何可以抓紧的依托”。
  4. §54δυσὶ τοῖς προτέροις — 与格短语 `δυσὶ τοῖς προτέροις`(“对先前的两件事”)指代弗拉库斯此前实施的两项暴行(强占会堂与剥夺公民权),在此基础上他又加了第三项(允许劫掠)。
  5. §59κυρίοις χρώμενος τοῖς ὀνόμασιν — 短语 `κυρίοις ... ὀνόμασιν` 指“词语本来的、严密的意思”,与分词 `χρώμενος`(“使用”)连用,表达一种假设性的语气,即“如果严格按照词语的本义来使用的话”。

引用这一段

斐洛·尤迪厄斯, 驳弗拉库斯 §52-61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:52-61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。