Humanitext Reader

斐洛·尤迪厄斯 · 驳弗拉库斯 §23-32

排犹阴谋与对阿格里帕王的嫉妒

第 3 段,共 18 段 · 希腊语

内容简介

亚历山大的领袖们促使弗拉库斯交出犹太人以换取该城作为向皇帝调停的筹码,弗拉库斯表示同意。随后,犹太国王阿格里帕秘密路过亚历山大,弗拉库斯在旁人的挑唆下对他产生强烈的嫉妒和敌意。

§23ὁ δὲ παράκλητος ἡ πόλις Ἀλεξανδρέων ἐστίν, ἣν τετίμηκε μὲν ἐξ ἀρχῆς ἅπας ὁ Σεβαστὸς οἶκος, διαφερόντως δ’ ὁ νῦν ἡμῶν δεσπότης.
“而那调停人就是亚历山大人的城市,它从一开始就受到整个奥古斯都家族的尊崇,尤其是我们现在的这位主子。
παρακλητεύσει δὲ τυχοῦσά τινος παρὰ σοῦ δωρεᾶς· μεῖζον δ’ ἀγαθὸν οὐδὲν αὐτῇ παρέξεις ἢ τοὺς Ἰουδαίους ἐκδοὺς καὶ προέμενος.
如果它从你那里获得某种恩惠,它就会充当调停人;你给它带来的最大好处,莫过于将犹太人交出并抛弃。
§24ἐπὶ τούτοις ὀφείλων ἀπώσασθαι καὶ δυσχερᾶναι τοὺς λέγοντας ὡς νεωτεροποιοὺς καὶ κοινοὺς πολεμίους συνεπιγράφεται τοῖς λεχθεῖσι.
” 对于这些话,他本应当回绝并厌恶那些作为煽动者和公敌的发言者,他却赞同了所说的话。
καὶ τὸ μὲν πρῶτον ἀδηλοτέρας ἐποιεῖτο τὰς ἐπιβουλὰς μήτ’ ἴσον παρέχων καὶ κοινὸν ἀκροατὴν ἑαυτὸν τοῖς τὰς ἀμφισβητήσεις ἔχουσιν, ἀλλὰ πρὸς θάτερον ἀποκλίνων μέρος, μήτ’ ἐν τοῖς ἄλλοις ἰσηγορίαν διδούς, ἀλλὰ καὶ ὁπότε προσίοι τις τῶν Ἰουδαίων, ἀποστρεφόμενος καὶ τὸ δυσέντευκτον ἐπιτηδεύων ἐπὶ μόνων τούτων· αὖθις δὲ καὶ ἐκ τοῦ φανεροῦ τὴν δυσμένειαν ἐπεδείξατο.
起初,他把阴谋搞得比较隐蔽,不让自己作为争端双方的公正和中立的倾听者,而是偏向其中一方,在其他事务上也不给予平等的发言权,甚至每当有犹太人接近时,他就转过身去,唯独对他们表现出难以接近的样子;但随后,他也公开显露出了敌意。
§25Προσεπέρρωσε δ’ αὐτοῦ τὴν ἐκ μαθήσεως τὸ πλέον ἢ φύσεως ἐπιτετηδευμένην ἀπόνοιαν καὶ συντυχία τις τοιαύτη.
而他那更多是通过学习而非出于天性所养成的疯狂,又因这样一次偶合而得以增强。
Γάιος Καῖσαρ Ἀγρίππᾳ τῷ Ἡρῴδου βασιλέως υἱωνῷ δίδωσι βασιλείαν τῆς παππῴας λήξεως τρίτην μοῖραν, ἣν Φίλιππος τετράρχης θεῖος ὢν αὐτῷ πρὸς πατρὸς ἐκαρποῦτο.
盖乌斯·凯撒将希律王的孙子阿格里帕封为国王,赐予他祖父遗产的三分之一,即他的父系叔父分封王腓力先前所享有的领地。
§26μέλλοντι δ’ ἀπαίρειν συνεβούλευσεν ὁ Γάιος τὸν μὲν ἀπὸ Βρεντεσίου μέχρι Συρίας πλοῦν μακρὸν ὄντα καὶ καματηρὸν παραιτήσασθαι, χρῆσθαι δ’ ἐπιτόμῳ τοὺς ἐτησίας ἀναμείναντι τῷ διὰ τῆς Ἀλεξανδρείας· τάς τε γὰρ ἐκεῖθεν ὁλκάδας ταχυναυτεῖν ἔφασκε καὶ ἐμπειροτάτους εἶναι κυβερνήτας, οἳ καθάπερ ἀθλητὰς ἵππους ἡνιοχοῦσιν ἀπλανῆ παρέχοντες τὸν ἐπ’ εὐθείας δρόμον.
在他将要启航时,盖乌斯建议他放弃从布林迪西一直到叙利亚那段漫长而令人疲惫的航程,而是等待季风,利用经由亚历山大港的捷径;因为他说,那里的商船航行迅速,舵手经验极其丰富,他们就像驾驭赛马的御者一样,提供一条笔直且不偏不倚的航线。
ὁ δὲ πειθαρχεῖ ὡς δεσπότῃ τε ἅμα καὶ τὰ δοκοῦντα συμφέρειν παραγγέλλοντι.
阿格里帕便服从了,既因为他是主子,同时也因为他所吩咐的事显得有益。
§27καταβὰς δ’ εἰς Δικαιάρχειαν καὶ ναῦς ὑφόρμους Ἀλεξανδρίδας ἰδὼν εὐτρεπεῖς πρὸς ἀναγωγήν, ἐπιβὰς μετὰ τῶν ἰδίων, εὐπλοίᾳ χρησάμενος, ὀλίγαις ὕστερον ἡμέραις ἀνεπιφάτως καὶ ἀφωράτως κατάγεται, κελεύσας τοῖς κυβερνήταις — περὶ γὰρ δείλην ὥραν ὁ Φάρος ἀναφαίνεται — τὰ μὲν ἱστία συνάγειν, ἔξω δὲ περὶ αὐτὸν μὴ μακρὰν ἀφισταμένους θαλαττεύειν ἄχρι τοῦ βαθεῖαν ἑσπέραν ἐπιγενέσθαι καὶ νυκτὸς τοῖς λιμέσι προσσχεῖν, ἵν’ ἀποβὰς ἤδη τετραμμένων ἁπάντων πρὸς ὕπνον, μηδενὸς ὁρῶντος, ἀφίκηται πρὸς τὸν ξενοδόχον.
他下到普特奥利,看到停泊着的亚历山大船只已准备好启航,便与随从一同登船。 在航行顺利的情况下,几天后,他悄无声息、未被察觉地抵港。 他命令舵手们——因为傍晚时分法罗斯灯台便显现出来——收起风帆,并在离岸不远处的海面上漂浮,直到夜深,以便在夜间靠港。 这样,当所有人都已入睡,在无人在意的情况下登岸,他便能到达接待他的人家。
§28ὁ μὲν δὴ μετὰ τοσαύτης αἰδοῦς ἐπεδήμησε βουλόμενος, εἴ πως οἷόν τε ἦν, ἅπαντας τοὺς ἐν τῇ πόλει λαθὼν ὑπεξελθεῖν· οὐ γὰρ κατὰ θέαν ἀφῖκτο τῆς Ἀλεξανδρείας ἐπιδεδημηκὼς αὐτῇ πρότερον, ἡνίκα τὸν ἐπὶ Ῥώμης πλοῦν ἐστέλλετο πρὸς Τιβέριον, ἀλλ’ ὁδῷ χρησόμενος ἐπιτόμῳ τῆς οἴκαδε ἀφίξεως.
他确实怀着如此谦逊的态度在此暂住,希望如果可能的话,能在不被城里所有人发觉的情况下离去;因为他并非为了观光而来到亚历山大,他先前在前往罗马拜谒提贝里乌斯的航程中曾在此逗留过,而只是想把这里作为回乡的便捷通道。
§29οἱ δ’ ὑπὸ φθόνου ῥηγνύμενοι — βάσκανον γὰρ φύσει τὸ Αἰγυπτιακόν — καὶ τὰς ἑτέρων εὐτυχίας ἰδίας ὑπελάμβανον εἶναι κακοπραγίας καὶ ἅμα διὰ τὴν παλαιὰν καὶ τρόπον τινὰ φύσει γεγενημένην πρὸς Ἰουδαίους ἀπέχθειαν ἤσχαλλον ἐπὶ τῷ γεγενῆσθαί τινα βασιλέα Ἰουδαῖον οὐχ ἧττον, ἢ εἰ αὐτός τις ἕκαστος βασιλείαν προγονικὴν ἀφῄρητο.
但他们因嫉妒而几乎要爆裂——因为埃及族群天性多妒——他们把别人的好运视作自己的不幸,同时由于对犹太人古老且在某种程度上是天生的仇恨,他们对诞生了一位犹太人国王感到愤慨,其程度不亚于他们每个人自己被剥夺了祖传的王位。
§30καὶ τὸν ἄθλιον Φλάκκον πάλιν οἱ συνόντες ἀνηρέθιζον εἰς τὸν αὐτὸν ἐνάγοντες καὶ προκαλούμενοι φθόνον, „σὴ κατάλυσίς ἐστι“φάσκοντες „ἡ ἐπιδημία τούτου· μείζονα τιμῆς καὶ εὐδοξίας ὄγκον ἢ σὺ περιβέβληται· πάντας εἰς ἑαυτὸν ἐπιστρέφει τὴν δορυφόρον τῶν σωματοφυλάκων στρατιὰν ὁρῶντας ἐπαργύροις καὶ ἐπιχρύσοις ὅπλοις διακεκοσμημένην.
而那些陪伴在侧的人再次煽动不幸的弗拉库斯,将他引入同样的嫉妒并挑唆他,说道:“这人的到来就是你的毁灭;他披戴着比你更宏大的尊荣和名望;当人们看到那些配备着镀银和镀金武器的禁卫军侍从时,他将所有的目光都吸引到了自己身上。
§31ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι;
难道他应该来到别人的管辖领地上吗,明明他本可以通过航海安全地被送回自己的国土?
καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς χώρας ἡγεμὼν ἀδοξῇ.
因为即使盖乌斯允许、乃至强迫他,他也应该竭力请求免除在此处的逗留,以免该地区的统治者被他盖过风头而蒙受耻辱。
§32ταῦτα ἀκούων ἔτι μᾶλλον ἢ πρότερον ᾤδει καὶ ἐν μὲν τῷ φανερῷ τὸν ἑταῖρον καὶ φίλον καθυπεκρίνετο διὰ τὸν ἐκ τοῦ πέμψαντος φόβον, ἰδίᾳ δὲ ἐζηλοτύπει καὶ ἐξελάλει τὸ μῖσος καὶ πλαγίως αὐτὸν ὕβριζεν, ἐπειδήπερ ἄντικρυς οὐκ ἐθάρρει.
” 听了这些话,他比以前更加怒火中燃,在公开场合,由于对派遣者(皇帝)的恐惧,他假装是他的同伴和朋友,但在私底下,他嫉妒并吐露着仇恨,并拐弯抹角地侮辱他,因为他不敢公开对抗。

词汇与语法注释

  1. §23ὁ δὲ παράκλητος ἡ πόλις Ἀλεξανδρέων ἐστίν — 承接第22节中无冠词的 παράκλητον,此处的 ὁ παράκλητος 带冠词作主语,无冠词的 ἡ πόλις 作表语。
  2. §24ὀφείλων ἀπώσασθαι καὶ δυσχερᾶναι... συνεπιγράφεται — 现在分词 ὀφείλων 在此充当状语分词,相对于历史现在时的主动词 συνεπιγράφεται 带有让步或反事实的语气(“尽管他本应当……但实际上却没有”)。
  3. §26χρῆσθαι δ’ ἐπιτόμῳ τοὺς ἐτησίας ἀναμείναντι τῷ διὰ τῆς Ἀλεξανδρείας — 与格分词 ἀναμείναντι 与省略的与格代词 αὐτῷ(指阿格里帕)一致,并以对格的 τοὺς ἐτησίας 作为直接宾语。而短语 τῷ διὰ τῆς Ἀλεξανδρείας 实词化了省略的名词 πλόῳ,作为动词 χρῆσθαι 的宾语,并受形容词 ἐπιτόμῳ 修饰。
  4. §31ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι — 非人称动词的未完成过去时 ἐχρῆν 在没有助词 ἄν 的情况下表示过去未实现的义务(“本应当……”)。不定式 παραιτήσασθαι 的逻辑主语为宾格,与分词 ἐκλιπαρήσαντα 一致。

引用这一段

斐洛·尤迪厄斯, 驳弗拉库斯 §23-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:23-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。