§23ὁ δὲ παράκλητος ἡ πόλις Ἀλεξανδρέων ἐστίν, ἣν τετίμηκε μὲν ἐξ ἀρχῆς ἅπας ὁ Σεβαστὸς οἶκος, διαφερόντως δ’ ὁ νῦν ἡμῶν δεσπότης.
「その仲介者とはアレクサンドリアの市民の都市です。 この都市は、最初から全アウグストゥス家によって、またとりわけ現在の我々の主君によって重んじられてきました。
παρακλητεύσει δὲ τυχοῦσά τινος παρὰ σοῦ δωρεᾶς·
そして、この都市はあなたから何らかの贈り物を獲得したときに、仲介者の役割を果たしてくれるでしょう。
μεῖζον δ’ ἀγαθὸν οὐδὲν αὐτῇ παρέξεις ἢ τοὺς Ἰουδαίους ἐκδοὺς καὶ προέμενος. “
あなたがユダヤ人を引き渡し、見捨てること以上に大きな善を、彼女に提供することは決してないでしょう。
§24ἐπὶ τούτοις ὀφείλων ἀπώσασθαι καὶ δυσχερᾶναι τοὺς λέγοντας ὡς νεωτεροποιοὺς καὶ κοινοὺς πολεμίους συνεπιγράφεται τοῖς λεχθεῖσι.
」これらに対して、語る者たちを扇動者であり公共の敵として退け、不快に思うべきであったのに、彼は語られた言葉に同意してしまった。
καὶ τὸ μὲν πρῶτον ἀδηλοτέρας ἐποιεῖτο τὰς ἐπιβουλὰς μήτ’ ἴσον παρέχων καὶ κοινὸν ἀκροατὴν ἑαυτὸν τοῖς τὰς ἀμφισβητήσεις ἔχουσιν, ἀλλὰ πρὸς θάτερον ἀποκλίνων μέρος, μήτ’ ἐν τοῖς ἄλλοις ἰσηγορίαν διδούς, ἀλλὰ καὶ ὁπότε προσίοι τις τῶν Ἰουδαίων, ἀποστρεφόμενος καὶ τὸ δυσέντευκτον ἐπιτηδεύων ἐπὶ μόνων τούτων· αὖθις δὲ καὶ ἐκ τοῦ φανεροῦ τὴν δυσμένειαν ἐπεδείξατο.
そして、最初は自らを争いのある者たち双方に対して公平で偏りのない聞き手とせず、一方の側に偏り、他の点でも対等な発言権を与えず、またユダヤ人の誰かが近づいてくるたびに背を向け、彼らに対してだけ面会しにくく振る舞うことによって、陰謀をより分かりにくく行っていたが、後には公然と敵意を示すようになった。
§25Προσεπέρρωσε δ’ αὐτοῦ τὴν ἐκ μαθήσεως τὸ πλέον ἢ φύσεως ἐπιτετηδευμένην ἀπόνοιαν καὶ συντυχία τις τοιαύτη.
そして、生まれつきというよりはむしろ教育によって培われた彼の狂気を、次のような偶然の出来事もさらに強めることになった。
Γάιος Καῖσαρ Ἀγρίππᾳ τῷ Ἡρῴδου βασιλέως υἱωνῷ δίδωσι βασιλείαν τῆς παππῴας λήξεως τρίτην μοῖραν, ἣν Φίλιππος τετράρχης θεῖος ὢν αὐτῷ πρὸς πατρὸς ἐκαρποῦτο.
ガイウス・カエサルは、ヘロデ王の孫であるアグリッパに、祖父の遺領の3分の1の王国、すなわち彼の父方の叔父であるテトラルケス・フィリッポスが収穫していた領地を与えた。
§26μέλλοντι δ’ ἀπαίρειν συνεβούλευσεν ὁ Γάιος τὸν μὲν ἀπὸ Βρεντεσίου μέχρι Συρίας πλοῦν μακρὸν ὄντα καὶ καματηρὸν παραιτήσασθαι, χρῆσθαι δ’ ἐπιτόμῳ τοὺς ἐτησίας ἀναμείναντι τῷ διὰ τῆς Ἀλεξανδρείας·
彼が出発しようとするとき、ガイウスは、ブレンテシウムからシリアまでの航路は長くて骨が折れるため避けること、そして、エテシア風を待って、アレクサンドリア経由の近道を利用することを勧めた。
τάς τε γὰρ ἐκεῖθεν ὁλκάδας ταχυναυτεῖν ἔφασκε καὶ ἐμπειροτάτους εἶναι κυβερνήτας, οἳ καθάπερ ἀθλητὰς ἵππους ἡνιοχοῦσιν ἀπλανῆ παρέχοντες τὸν ἐπ’ εὐθείας δρόμον.
そこからの貨物船は速く航行し、舵手たちは極めて熟練しており、まるで競走馬を操る御者のように、真っ直ぐな進路を狂いなく進めてくれるから、と彼は言った。
ὁ δὲ πειθαρχεῖ ὡς δεσπότῃ τε ἅμα καὶ τὰ δοκοῦντα συμφέρειν παραγγέλλοντι.
アグリッパは、主君であり同時に有益と思われることを命じる者に従った。
§27καταβὰς δ’ εἰς Δικαιάρχειαν καὶ ναῦς ὑφόρμους Ἀλεξανδρίδας ἰδὼν εὐτρεπεῖς πρὸς ἀναγωγήν, ἐπιβὰς μετὰ τῶν ἰδίων, εὐπλοίᾳ χρησάμενος, ὀλίγαις ὕστερον ἡμέραις ἀνεπιφάτως καὶ ἀφωράτως κατάγεται, κελεύσας τοῖς κυβερνήταις — περὶ γὰρ δείλην ὥραν ὁ Φάρος ἀναφαίνεται — τὰ μὲν ἱστία συνάγειν, ἔξω δὲ περὶ αὐτὸν μὴ μακρὰν ἀφισταμένους θαλαττεύειν ἄχρι τοῦ βαθεῖαν ἑσπέραν ἐπιγενέσθαι καὶ νυκτὸς τοῖς λιμέσι προσσχεῖν, ἵν’ ἀποβὰς ἤδη τετραμμένων ἁπάντων πρὸς ὕπνον, μηδενὸς ὁρῶντος, ἀφίκηται πρὸς τὸν ξενοδόχον.
彼はディカイアルケイアに下り、アレクサンドリアの船が停泊していて出航の準備が整っているのを見ると、身内の者たちと共に乗船し、好天に恵まれて航海し、数日後に目立たず気づかれないように到着した。 彼は舵手たちに、――夕方頃にファロスが見えてくるので――帆を畳み、沖合で遠く離れないように漂流し、夜がすっかり更けるのを待ち、夜間に港に入るように命じた。 それは、皆がすでに眠りについていて誰も見ていないうちに下船し、宿主に到着するためであった。
§28ὁ μὲν δὴ μετὰ τοσαύτης αἰδοῦς ἐπεδήμησε βουλόμενος, εἴ πως οἷόν τε ἦν, ἅπαντας τοὺς ἐν τῇ πόλει λαθὼν ὑπεξελθεῖν·
彼は、できれば市内のすべての人に気づかれずに立ち去りたいと願い、それほど慎重に滞在した。
οὐ γὰρ κατὰ θέαν ἀφῖκτο τῆς Ἀλεξανδρείας ἐπιδεδημηκὼς αὐτῇ πρότερον, ἡνίκα τὸν ἐπὶ Ῥώμης πλοῦν ἐστέλλετο πρὸς Τιβέριον, ἀλλ’ ὁδῷ χρησόμενος ἐπιτόμῳ τῆς οἴκαδε ἀφίξεως.
なぜなら、彼はかつてティベリウスのもとへローマに向かう航路についたときにアレクサンドリアに滞在したことがあったため、見物のために来たのではなく、故郷への帰還のための近道としてその道を利用したにすぎなかったからである。
§29οἱ δ’ ὑπὸ φθόνου ῥηγνύμενοι — βάσκανον γὰρ φύσει τὸ Αἰγυπτιακόν — καὶ τὰς ἑτέρων εὐτυχίας ἰδίας ὑπελάμβανον εἶναι κακοπραγίας καὶ ἅμα διὰ τὴν παλαιὰν καὶ τρόπον τινὰ φύσει γεγενημένην πρὸς Ἰουδαίους ἀπέχθειαν ἤσχαλλον ἐπὶ τῷ γεγενῆσθαί τινα βασιλέα Ἰουδαῖον οὐχ ἧττον, ἢ εἰ αὐτός τις ἕκαστος βασιλείαν προγονικὴν ἀφῄρητο.
しかし、彼らは嫉妬で破裂しそうになっていた。 ――なぜなら、エジプトの群衆は生まれつき嫉妬深いからである――そして、他人の幸運を自分たちの不幸のように思い込んでいた。 同時に、ユダヤ人に対する古くからの、またある意味で自然に生じた敵意のゆえに、ユダヤ人の王が誕生したことに、自分たちのそれぞれが先祖代々の王権を奪われたかのように憤慨した。
§30καὶ τὸν ἄθλιον Φλάκκον πάλιν οἱ συνόντες ἀνηρέθιζον εἰς τὸν αὐτὸν ἐνάγοντες καὶ προκαλούμενοι φθόνον, „σὴ κατάλυσίς ἐστι“φάσκοντες „ἡ ἐπιδημία τούτου·
そして、不運なフラックスを再び周囲の者たちが煽り立て、同じ嫉妬へと引き込み、唆した。 「この男の滞在は、あなたの破滅を意味します」と彼らは言った。
μείζονα τιμῆς καὶ εὐδοξίας ὄγκον ἢ σὺ περιβέβληται·
「彼はあなたよりも大きな名誉と名声の威容をまとっています。
πάντας εἰς ἑαυτὸν ἐπιστρέφει τὴν δορυφόρον τῶν σωματοφυλάκων στρατιὰν ὁρῶντας ἐπαργύροις καὶ ἐπιχρύσοις ὅπλοις διακεκοσμημένην.
銀や金の武器で飾られた近衛兵の護衛隊を見て、彼はすべての人を自分に注目させています。
§31ἔδει γὰρ ἥκειν εἰς ἐπικράτειαν ἑτέρου δυνάμενον πλῷ χρησάμενον εἰς τὴν οἰκείαν ἀσφαλῶς παραπεμφθῆναι;
他国の管轄地に来るべきだったでしょうか。 自国へと安全に送り届けられる航路を利用することができたというのに。
καὶ γὰρ εἰ Γάιος ἐπέτρεπε, μᾶλλον δ’ ἠνάγκαζεν, ἐχρῆν ἐκλιπαρήσαντα παραιτήσασθαι τὴν ἐνθάδε ἄφιξιν, ἵνα μὴ παρευημερηθεὶς ὁ τῆς χώρας ἡγεμὼν ἀδοξῇ. “
実際、たとえガイウスが許した、というよりむしろ強制したのだとしても、ここの統治者が彼に凌駕されて不名誉を被ることがないように、ここへの到着を熱心に懇願して辞退すべきであったのです。
§32ταῦτα ἀκούων ἔτι μᾶλλον ἢ πρότερον ᾤδει καὶ ἐν μὲν τῷ φανερῷ τὸν ἑταῖρον καὶ φίλον καθυπεκρίνετο διὰ τὸν ἐκ τοῦ πέμψαντος φόβον, ἰδίᾳ δὲ ἐζηλοτύπει καὶ ἐξελάλει τὸ μῖσος καὶ πλαγίως αὐτὸν ὕβριζεν, ἐπειδήπερ ἄντικρυς οὐκ ἐθάρρει.
」これらのことを聞いて、彼は以前よりもさらに怒りに満ち、表向きは送り主への恐れから彼の仲間であり友人であるかのように演じていたが、密かには嫉妬し、憎しみを吐き出し、率直に挑む勇気がないために、斜めから彼を侮辱した。