§10καὶ μέχρι μέν τινος ἔτ’ ἀντεῖχε μὴ κατὰ τὸ παντελὲς μεθιέμενος τὴν τῶν πραγμάτων ἀντίληψιν.
在一段时间内,他仍坚持着,没有完全放弃对政务的掌控。
ὡς δ’ ἤκουσε τὸν Τιβερίου μὲν υἱωνὸν κοινωνὸν δὲ τῆς ἀρχῆς ἀναιρεθέντα Γαΐου κελεύσαντος, ἀλέκτῳ πληγεὶς συμφορᾷ καταβαλὼν ἑαυτὸν ἀχανὴς ἔκειτο, τῆς διανοίας πολὺ πρότερον ἀπειρηκυίας καὶ παρειμένης αὐτῷ.
但当他听说提贝里乌斯的孙子、帝国的共同统治者,已在盖乌斯的命令下被杀时,他被无法言喻的灾难所击倒,委顿在地,哑口无言,因为他的心智在此之前早已枯竭和瘫痪。
§11ζῶντος μὲν γὰρ τοῦ μειρακίου τὰ ζώπυρα τῆς ἰδίας σωτηρίας οὐκ ἀπεγίνωσκεν, ἀποθανόντος δὲ συντεθνάναι καὶ τὰς οἰκείας ἐλπίδας ἔδοξεν, εἰ καὶ μικρά τις ἀπελείπετο αὔρα βοηθείας, ἡ πρὸς Μάκρωνα φιλία τὰ σύμπαντα παρὰ Γαΐῳ κατ’ ἀρχὰς δυνηθέντα καὶ πλείστην μοῖραν ὡς λόγος εἰσενεγκάμενον αὐτῷ πρὸς τὸ τυχεῖν τῆς ἡγεμονίας καὶ ἔτι μᾶλλον πρὸς τὸ σωθῆναι,
因为当那青年在世时,他并未对自身安全的微弱星火感到绝望,但当那人死后,他自己的希望似乎也随之破灭,即使还剩下一丝微弱的救助微风——那就是与马克罗的友谊。
§12πολλάκις μὲν ἐκποδὼν ποιήσασθαι τὸν Γάιον διανοηθέντος Τιβερίου ὡς κακοήθη καὶ οὐ πεφυκότα πρὸς ἀρχήν, καὶ ἅμα διὰ τὸν ἐπὶ τῷ υἱωνῷ φόβον — ἐδεδίει γάρ, μὴ παρανάλωμα γένηται τελευτήσαντος αὐτοῦ —, πολλάκις δὲ τοῦ Μάκρωνος τὰς ὑπονοίας ὑπεξαιρουμένου καὶ τὸν Γάιον ἐπαινοῦντος ὡς ἁπλοῦν καὶ ἀπόνηρον καὶ κοινωνικὸν καὶ τοῦ ἀνεψιοῦ μάλιστα ἡττημένον, ὡς ἢ μόνῳ ἂν ἐθελῆσαι παραχωρῆσαι τὴν ἡγεμονίαν ἢ πάντως τὰ πρωτεῖα.
马克罗起初在盖乌斯面前拥有绝对的权力,据说盖乌斯能够获得统治权,以及能够保全性命,马克罗在其中起到了最大的作用,这是因为,尽管提贝里乌斯曾多次企图除掉盖乌斯,认为他心术不正且不适合统治,同时也因为担心自己的孙子——他害怕自己死后孙子会成为牺牲品——但马克罗多次消除这些疑虑,并称赞盖乌斯纯朴、无害、乐于合作,并且极顺从他的堂弟,以至于他乐意将统治权要么仅让给堂弟,要么至少让堂弟居于首位。
§13ὑφ’ ὧν ἀπατηθεὶς ἔλαθεν ἄσπονδον ἐχθρὸν ἑαυτῷ καὶ υἱωνῷ καὶ γένει καὶ παρακλήτῳ Μάκρωνι καὶ πᾶσιν ἀνθρώποις καταλιπών.
弗拉库斯被这些话所欺骗,不知不觉中给自己、他的孙子、家族、以及调停人马克罗和全人类留下了一个不可调和的敌人。
§14ἐπειδὴ γὰρ ὁ Μάκρων ὁρῶν αὐτὸν ἐκδιαιτώμενον καὶ ἀχαλίνοις ταῖς ὁρμαῖς, ἐφ’ ἃ ἂν τύχῃ καὶ ὡς ἂν τύχῃ, χρώμενον ἐνουθέτει καὶ παρηγόρει νομίζων ἐκεῖνον εἶναι Γάιον τόν, ἡνίκ’ ἔτ’ ἔζη Τιβέριος, ἐπιεικῆ καὶ πειθαρχικόν, ὁ κακοδαίμων εὐνοίας περιττῆς ἔδωκε τὰς ἀνωτάτω δίκας πανοίκιος αὐτῇ γυναικὶ καὶ τέκνοις συναναιρεθεὶς ὡς περιττὸν ἄχθος καὶ παρενόχλημα.
因为当马克罗看到盖乌斯生活放荡,任凭无法无天的冲动驱使,随心所欲地行事时,予以规劝和开导,以为他还是提贝里乌斯在世时的那个温和且顺从的盖乌斯。 然而,这个不幸的马克罗因其过分的善意而付出了极大的代价,他与妻子及儿女一同被处死,被视作多余的累赘和麻烦。
§15καὶ γὰρ ὁπότε πόρρωθεν αὐτὸν ἀφικνούμενον ἴδοι, τοιαῦτα πρὸς τοὺς συνόντας διεξῄει·
实际上,每当盖乌斯看到马克罗从远处走来时,就会对身边的人说:“我们别笑,严肃点。
„μὴ μειδιῶμεν, κατηφῶμεν· ὁ νουθετητὴς παραγίνεται, ὁ αὐθέκαστος, ὁ ἀνδρὸς τελείου καὶ αὐτοκράτορος ἀρξάμενος νῦν εἶναι παιδαγωγός, ὅτε καὶ τοὺς ἐκ πρώτης ἡλικίας ὁ καιρὸς ἀπήλασε καὶ διέζευξεν.
规劝者来了,那个固执的人,现在开始当一个成年人和皇帝的导师了,尽管时间早已赶走并分离了他幼年时期的那些导师。
“ §16Ἐπεὶ δ’ οὖν καὶ τοῦτον ἔγνω προσανῃρημένον ὁ Φλάκκος, τὴν λοιπὴν ἐλπίδα κατὰ τὸ παντελὲς ἀπεγνώκει καὶ οὐκέθ’ ὁμοίως ἀντιλαμβάνεσθαι τῶν πραγμάτων οἷός τε ἦν ἐξασθενῶν καὶ διαρρέων τὴν γνώμην.
” 于是,当弗拉库斯得知这人也被除掉时,他彻底放弃了仅存的希望,再也无法像以前那样掌控政务,他的心智变得衰弱而涣散。
§17ὅταν δ’ ὁ ἄρχων ἀπογνῷ τὸ δύνασθαι κρατεῖν, ἀνάγκη τοὺς ὑπηκόους εὐθὺς ἀφηνιάζειν καὶ μάλιστα τοὺς ἐκ μικρῶν καὶ τῶν τυχόντων πεφυκότας ἀνερεθίζεσθαι·
而一旦统治者对维持统治失去信心,臣民必然会立即反叛,尤其是那些天生容易因琐碎和偶然的事端而被煽动的人。
ἐν οἷς τὸ Αἰγυπτιακὸν τὰ πρωτεῖα φέρεται διὰ βραχυτάτου σπινθῆρος εἰωθὸς ἐκφυσᾶν στάσεις μεγάλας.
在这些人中,埃及的群众占了首位,他们习惯于因极小的火花而吹起巨大的暴乱。
§18ἐν ἀμηχάνοις δὲ καὶ ἀπόροις γεγονὼς ἐσφάδᾳζε καὶ τὰ πρὸ μικροῦ πάντα ἤλλαξεν ἅμα τῇ τοῦ λογισμοῦ πρὸς τὸ χεῖρον μεταβολῇ ποιησάμενος τὴν ἀρχὴν ἀπὸ τῶν συνηθεστάτων·
由于陷入无能为力和绝望的境地,他挣扎不已,并随着他心智的恶化而改变了此前的一切,且从他最亲近的人开始。
τοὺς μὲν γὰρ εὔνους καὶ μάλιστα φίλους ὑφωρᾶτο καὶ διωθεῖτο, τοῖς δ’ ἐξ ἀρχῆς ἀνομολογηθεῖσιν ἐχθροῖς ἐσπένδετο καὶ συμβούλοις περὶ πάντων ἐχρῆτο.
因为他怀疑并排斥那些善意之人,尤其是他的朋友,而与起初公然为敌的人言和,并在一切事上听从他们作为顾问。
§19οἱ δ’ — ἐγκότως γὰρ εἶχον — τὸ κατηλλάχθαι δοκεῖν λόγῳ μόνον ἐπιμορφάσαντες, ἔργοις δὲ κατὰ διάνοιαν ἀσύμβατα μνησικακοῦντες καὶ ὥσπερ ἐν θεάτρῳ καθυποκρινόμενοι γνησίαν φιλίαν ὅλον αὐτὸν συναρπάζουσι·
而那些人——因为他们心怀怨恨——只是在言语上假装和解,内心却保留着不可磨灭的积怨,如同在剧场中表演真挚的友谊一般,将他完全迷惑并掌控。
καὶ γίνεται ὁ μὲν ἄρχων ὑπήκοος, οἱ δ’ ὑπήκοοι ἡγεμόνες, εἰσηγούμενοι μὲν ἀλυσιτελεστάτας γνώμας, εὐθὺς δὲ ταύτας ἐπισφραγιζόμενοι.
于是,统治者变成了臣民,而臣民变成了统治者,提出极其有害的建议,并立即将其确立。
§20βεβαιωταὶ γὰρ ὧν ἐβουλεύσαντο πάντων ἐγίνοντο κωφὸν ὡς ἐπὶ σκηνῆς προσωπεῖον ἕνεκα προσχήματος αὐτὸ μόνον παραλαμβάνοντες ἐπιγεγραμμένον ὄνομα ἀρχῆς, Διονύσιοι δημοκόποι, Λάμπωνες γραμματοκύφωνες, Ἰσίδωροι στασιάρχαι, φιλοπράγμονες, κακῶν εὑρεταί, ταραξιπόλιδες· τοῦτο γὰρ κεκράτηκέ πως τοὔνομα.
因为他们成了他们所策划的一切事情的决定者,仅仅为了装点门面而利用他,就像舞台上一个只有统治之名的无声面具。 他们是迎合平民的狄奥尼修斯之流、弯腰曲背的书吏兰蓬之流、暴动领袖伊西多罗斯之流,皆是些爱管闲事、制造灾祸、扰乱城市之人——因为这个名号不知怎的已流行开来。
§21συνταξάμενοι πάντες οὗτοι βούλευμα βουλεύουσι κατὰ τῶν Ἰουδαίων ἀργαλεώτατον καὶ τῷ Φλάκκῳ προσελθόντες ἰδίᾳ φασίν· §22"ἔρρει μέν σοι τὰ ἀπὸ Τιβερίου Νέρωνος τοῦ παιδός, ἔρρει δὲ καὶ ἡ μετ’ ἐκεῖνον ἐλπίς, ὁ ἑταῖρός σου Μάκρων, αἴσια δ’ οὐκ ἔστι σοι τὰ ἀπὸ τοῦ κρατοῦντος·
所有这些人结成同盟,策划了针对犹太人的极严酷阴谋,并私下向弗拉库斯说: “提贝里乌斯·尼禄这个青年给你的支持已经不复存在,而在他之后的希望,你的同伴马克罗也已死去,统治者对你的好意亦不复存在。
δεῖ δὴ παράκλητον ἡμᾶς εὑρεῖν δυνατώτατον, ὑφ’ οὗ Γάιος ἐξευμενισθήσεται.
我们必须寻找一位极有力的调停人,通过他来使盖乌斯息怒。 ”