§167ἔστι δ’ ὅτε καὶ περὶ βαθὺν ὄρθρον, ἔτι τῶν ἄλλων ἐν εὐναῖς ὄντων, μηδενὶ φανεὶς τὸ παράπαν ἔξω τείχους προῄει καὶ διημέρευεν ἐπὶ τῆς ἐρημίας, ἐκτρεπόμενος εἴ πού τις ὑπαντήσειν ἔμελλε, καὶ ταῖς ἐναύλοις μνήμαις τῶν κακοπραγιῶν διακναιόμενος καὶ διεσθιόμενος τὴν ψυχήν, ὁ δείλαιος, νυκτὸς εἰσῄει βαθείας, εὐχόμενος διὰ τὰς ἀμέτρους καὶ ἀτελευτήτους ἀδημονίας ἑσπέραν μὲν πρωΐαν γενέσθαι, πεφρικὼς τὸ σκότος καὶ τὰς ἀλλοκότους φαντασίας, ὁπότε τύχοι καταδαρθών, ἅμα δὲ τῇ ἕῳ πάλιν ἑσπέραν· ὁ γὰρ περὶ αὐτὸν ζόφος ἠναντιοῦτο τοῖς φαιδροῖς ἅπασιν.
有时,甚至在黎明深处,当其他人还在床上时,他完全不向任何人露面,便走到城墙外,在荒野中度过一整天,如果有人可能迎面而来,他便加以避开。 这个可怜的人,魂魄被对自已恶行的记忆生生蚕食和折磨着,直到深夜才回到屋里。 由于那无边无际、永无休止的焦虑,他在傍晚时便祈求早晨能快点到来(因为他害怕黑暗,也害怕一旦入睡就会见到的怪异幻象),而到了清晨,他又祈求傍晚再次降临;因为笼罩在他周围的阴郁与一切明亮的事物格格不入。
§168ὀλίγοις δ’ ὕστερον μησὶ βραχύ τι γῄδιον πριάμενος ἐν αὐτῷ πολλὰ διέτριβε μονούμενος καὶ τὸν οἰκεῖον ἐπιστένων καὶ κατακλαίων δαίμονα.
几个月后,他买了一小块土地,在那里独自度过了许多时光,为自己的命运叹息痛哭。
§169λέγεται δέ ποτε καὶ περὶ μέσας νύκτας ὥσπερ οἱ κορυβαντιῶντες ἔνθους γενόμενος, ἐκ τῆς ἐπαύλεως ἔξω προελθὼν καὶ τὴν ὄψιν ἀνατείνας εἰς οὐρανὸν καὶ τοὺς ἀστέρας, τὸν ἐν κόσμῳ κόσμον ὄντως ἰδών, ἀναβοῆσαι· §170„βασιλεῦ θεῶν καὶ ἀνθρώπων, οὐκ ἄρα τοῦ τῶν Ἰουδαίων ἔθνους ἀμελῶς ἔχεις, οὐδ’ ἐπιψεύδονται τὴν ἐκ σοῦ πρόνοιαν, ἀλλ’ ὅσοι φασὶν αὐτοὺς μὴ προαγωνιστῇ σοι καὶ ὑπερμάχῳ χρῆσθαι, δόξης ὑγιοῦς διαμαρτάνουσι.
据说,有一次在半夜里,他像狂拜克里班特斯神的人一样变得神遣,从农舍走到户外,抬眼望向天空和星辰,真切地看到了宇宙中的秩序,呼喊道: “神明与人类的君王啊,原来你并未对犹太民族不闻不问,他们也没有虚伪地宣称来自你的摄理;相反,凡是说他们没有你作为先驱和捍卫者的人,都失去了健全的见识。
σαφὴς δ’ ἐγὼ πίστις· ὅσα γὰρ κατεμάνην τῶν Ἰουδαίων, αὐτὸς πέπονθα.
我就是明白的证据;因为凡是我对犹太人疯狂施加的暴行,我自己都承受了。
§171τὰς οὐσίας ἁρπαζομένων περιεῖδον ἐκεχειρίαν τοῖς λεηλατοῦσι διδούς· ἀφῃρέθην διὰ τοῦτο τὰ πατρῷα καὶ μητρῷα καὶ ὅσα ἐν μέρει χάριτος καὶ δωρεᾶς ἔλαβον ἢ ὅσα ἄλλα καθ’ ἑτέρας ἰδέας ἐκτησάμην.
当他们的财产被掠夺时,我视而不见,给劫掠者提供了纵容的机会;因此,我被剥夺了父系和母系的家产,以及我作为恩宠和赠礼所得到的一切,或者通过其他方式获得的其他所有财物。
§172ὠνείδισά ποτε ἀτιμίαν καὶ ξενιτείαν αὐτοῖς ἐπιτίμοις οὖσι κατοίκοις, ἵν’ ἡσθῶσιν οἱ ἀντίπαλοι, πλῆθος ἀσύντακτον καὶ πεφορημένον, ὑφ’ οὗ κολακευόμενος ὁ δυστυχὴς ἠπατώμην·
我曾向身为享有公民权居民的他们,施加不名誉和外来者身份的羞辱,以便让他们的敌手欢喜——那群无秩序、被骚乱裹挟的人,而我不幸地被他们奉承所欺骗。
διὰ τοῦτο ἠτίμωμαι καὶ φυγὰς ἐξ ἁπάσης ἐληλαμένος τῆς οἰκουμένης ἐνταυθοῖ συγκέκλεισμαι.
因此,我受到了羞辱,并作为一个被从整个居住世界驱逐出来的流亡者,被禁锢在这里。
§173παράγων εἰς τὸ θέατρον ἐνίους ἐν ὄψεσι τῶν ἐχθίστων αἰκίζεσθαι προσέταττον ἀδίκως· τοιγαροῦν ἐγὼ δικαίως οὐκ εἰς θέατρον ἓν ἢ μίαν πόλιν ἐπὶ ταῖς ἐσχάταις ὕβρεσι παρήχθην αἰκισθεὶς πρὸ τοῦ σώματος τὴν ἀθλίαν ψυχήν, ἀλλ’ ἐπόμπευσα διὰ μὲν πάσης Ἰταλίας ἄχρι Βρεντεσίου, διὰ δὲ πάσης Πελοποννήσου μέχρι Κορίνθου, διὰ δὲ τῆς Ἀττικῆς καὶ τῶν νήσων ἄχρις Ἄνδρου, τῆς ἐμῆς εἱρκτῆς.
我曾不公地命令将他们中的一些人带到剧场,在最刻骨仇敌的注视下施加酷刑;因此,我罪有应得地被带了出来,不是在单一的剧场或单一的城市里遭受终极的侮辱,而是在肉体受苦之前,我那凄惨的灵魂已备受折磨,我被押解穿过整个意大利直至布林迪西,穿过整个伯罗奔尼撒直至哥林多,又穿过阿提卡和群岛,直至安德罗斯——我的牢狱。
§174καὶ πέπεισμαι σαφῶς, ὅτι οὐκ ἔστιν ὅρος οὗτος τῶν ἐμῶν κακοπραγιῶν, ἀλλ’ ἐφεδρεύουσιν ἕτεραι πρὸς ἐκπλήρωσιν ἀντίρροπον ὧν εἰργασάμην.
我深信,这并非我灾祸的终点,而是有其他的惩罚在伺机等待,以对我所做的一切施加等量的报应。
ἀνεῖλόν τινας καὶ ἀναιρεθεῖσι πρὸς ἑτέρων οὐκ ἐπεξῆλθον· κατελεύσθησάν τινες καὶ ζῶντες οἱ μὲν ἐνεπρήσθησαν, οἱ δὲ διὰ μέσης κατεσύρησαν ἀγορᾶς, ἕως ὅλα τὰ σώματα αὐτοῖς ἐδαπανήθη.
我杀害了一些人,对被他人杀害的人也未加追究;有些人被乱石打死,有些人活着被烧死,有些人被在广场中央拖拽,直到他们的整个身体被摧毁殆尽。
§175τούτων οἶδ’ ὅτι ἀναμένουσί με αἱ Ποιναί, καὶ οἱ ἀλάστορες ὥσπερ ἐπὶ βαλβῖσιν ἑστᾶσιν ἤδη καὶ φονῶντες ἔγκεινται, καὶ καθ’ ἑκάστην ἡμέραν, μᾶλλον δὲ ὥραν, προαποθνῄσκω πολλοὺς θανάτους ὑπομένων ἀνθ’ ἑνὸς τοῦ τελευταίου.
我知道,复仇女神们因这些事正等待着我,那些复仇之神也已如立于起跑线上一般,满怀杀意地紧逼而来。 每天,或者说每小时,我都通过承受许多次死亡来提前死去,以代替那最后一次死亡。
“ §176πολλάκις δὲ ἐδειματοῦτο καὶ διεπτόητο καὶ φρίκῃ μὲν τὰ μέλη καὶ μέρη τοῦ σώματος κατεσείετο, φόβῳ δ’ ὑπότρομον εἶχε τὴν ψυχὴν ἄσθματι καὶ παλμῷ τινασσομένην, ἅτε τοῦ μόνου παρηγορεῖν τὸν ἀνθρώπινον βίον ἐκ φύσεως δυναμένου στερόμενος, χρηστῆς ἐλπίδος.
” 他常常感到惊恐和战栗,他的肢体和身体各部因发抖而摇晃,他的灵魂因恐惧而战栗,在喘息和心悸中剧烈起伏,因为他被剥夺了本性上唯一能抚慰人类生活的、那美好的希望。
§177ὄρνις αἴσιος οὐδεὶς αὐτῷ προυφαίνετο· πάντες δυσοιώνιστοι, κλῃδόνες παλίμφημοι, ἐπίπονος ἐγρήγορσις, περιδεὴς ὕπνος, ἡ μόνωσις θηριώδης.
没有任何吉兆之鸟向他显现;所有的鸟都是凶兆,听闻之声尽是不吉,醒时痛苦,眠时恐惧,独处犹如野兽一般。
ἀλλ’ ἥδιστον αὐτῷ τὸ ἀγελαῖον;
然而,与群氓相处对他而言难道是极快意的吗?
ἀηδέστατον αἱ κατὰ πόλιν διατριβαί·
在城中的逗留却是极令人不快的。
ἀσφαλὲς ὄνειδος ἡ κατ’ ἀγρὸν ἐρημία;
那么在乡村的寂静是安全的避风港吗?
σφαλερόν, ἀδυσώπητον· ὁ ἠρέμα προσιὼν ὕποπτος.
危险而无情;静静走近的人都令他怀疑。
§178"βουλεύεταί τι“φησί "κατ’ ἐμοῦ ὁ θᾶττον βαδίζων· οὐ πρὸς ἕτερόν τι σπεύδων ἔοικεν, ἀλλ’ ἐμὲ διώκει·
“那个走得快的人,”他说,“正图谋对我不轨;他似乎不是为了别的事情而匆忙,而是在追赶我。
ὁ ἡδὺς ἐνεδρεύει, ὁ παρρησιαστὴς καταφρονεῖ· σιτία μοι καὶ ποτὰ καθάπερ τοῖς θρέμμασιν ἐπὶ σφαγὴν δίδοται.
态度和善的人在设下埋伏,直言不讳的人在藐视我;给我的食物和饮料,就像给待宰的牲畜一样。 ”