§179μέχρι τίνος ὁ σιδηροῦς πρὸς τοσαύτας ἀντέχω συμφοράς;
“我这个钢铁般的人,还要承受如此巨大的灾祸到几时?
οἶδ’ ὅτι μαλακίζομαι πρὸς θάνατον, ἐξ ἐπηρείας δαίμονος οὐκ ἐπιτρέποντός μοι τὴν ἀθλίαν ζωὴν συντόμως ἀπορρῆξαι διά τινας ὑπερβολὰς ἀνηκέστων κακῶν, ἃ κατ’ ἐμοῦ θησαυριζόμενος §180χαρίζεται τοῖς δολοφονηθεῖσι.
我知道我在死亡面前变得软弱,这是因为一个神格的恶意,由于无法治愈的极度恶行,它不容许我迅速结束这悲惨的生命,它将这些恶行针对我积蓄起来,作为恩惠赐予那些被谋杀的人。
“τοιαῦτα ἀναπολῶν καὶ σφαδᾴζων ἐκαραδόκει τῆς εἱμαρμένης τὸ πέρας· καὶ τοῦ μὲν αἱ συνεχεῖς ὀδύναι τὴν ψυχὴν ἀνεκύκων καὶ ἀνέστρεφον.
” 翻来覆去地思考着这些事,挣扎着,他等待着命运的终结;而接连不断的痛苦搅动并颠覆了他的灵魂。
Γάιος δὲ τὴν φύσιν ὠμόθυμος ὢν καὶ ἀκόρεστος ἐν ταῖς τιμωρίαις οὐχ ὥσπερ ἔνιοι μεθίετο τοὺς ἅπαξ κολασθέντας, ἀλλ’ ἀτελεύτητα μηνιῶν ἀεί τινα καινὴν ἐπ’ αὐτοῖς ἐμεγαλούργει συμφοράν· τὸν δὲ Φλάκκον καὶ διαφερόντως ἤχθαιρεν, ὡς καὶ τοὺς ὁμωνύμους ἀλλοτριώσει τῆς κλήσεως ὑποβλέπεσθαι.
但盖乌斯天性残忍,在惩罚上贪得无厌,不像其他人那样会放过一旦受过惩罚的人,而是无休止地发怒,总是给他们施加某种新的灾难;他尤其憎恨弗拉库斯,以至于他甚至因为嫌恶这个名字,而以怀疑的眼光看待所有同名的人。
§181καὶ πολλάκις αὐτὸν μετάνοια εἰσῄει, διότι κατέγνω φυγήν, ἀλλ’ οὐχὶ θάνατον, καὶ τὸν παράκλητον αἰδούμενος ὅμως ᾐτιᾶτο Λέπιδον, ὥστ’ ἐκεῖνος ἀπηγόρευσε φόβῳ τῆς καθ’ αὑτοῦ τιμωρίας· ἐδεδίει γάρ, ὡς εἰκός, μὴ παραίτιος ἄλλῳ γενόμενος κουφοτέρας δίκης βαρυτέραν αὐτὸς ἐνδέξηται.
他常常感到后悔,因为他判处了他流放而不是死刑,尽管他尊重那位说情者,但他还是谴责了雷皮杜斯,以至于后者因为害怕对自己施加惩罚而停止了说情;因为他自然害怕,由于为他人谋求较轻的处罚而承担部分责任,自己会遭受更重的处罚。
§182μηδενὸς οὖν ἔτι τι τῶν εἰς παραίτησιν λέγειν θαρροῦντος, ἀμειλίκτοις καὶ ἀφέτοις ἐχρῆτο ταῖς ὀργαῖς, αἵ, χρόνῳ δέον ἀμαυροῦσθαι, παρεθήγοντο μᾶλλον καθάπερ αἱ ἐν τοῖς σώμασιν ὑποτροπιάζουσαι νόσοι· τῶν γὰρ προτέρων εἰσὶν ἀργαλεώτεραι.
由于没有人再敢说任何说情的话,他便放纵自己那无情且无法遏制的愤怒,这些愤怒本该随着时间而消退,却像在身体中复发的疾病一样反而更加剧烈;因为它们比先前的疾病更为棘手。
§183φασὶν οὖν, ὅτι νύκτωρ ποτὲ διαγρυπνῶν εἰς ἔννοιαν ἦλθε τῶν ἐν τέλει φυγάδων, ὀνόματι μὲν ὑποπτευομένων ἀτυχεῖν, βίον δ’ ἀπράγμονα καὶ ἡσυχάζοντα καὶ ἐλεύθερον ὄντως περιπεποιημένων.
据说,有一天晚上,他失眠时想到那些地位高贵的流亡者,他们名义上被怀疑是不幸的,但实际上却获得了无忧无虑、平静且真正自由的生活。
§184μετετίθει δὲ καὶ τὴν κλῆσιν ἀποδημίαν προσαγορεύων· "ἀποδημία γάρ τίς ἐστιν" ἔφασκεν "ἡ τῶν τοιούτων ἔλασις ἐχόντων ἄφθονα τὰ ἐπιτήδεια καὶ σὺν ἀπραγμοσύνῃ καὶ εὐσταθείᾳ ζῆν δυναμένων· οὓς ἄτοπον εἶναι τρυφᾶν ἀπολαύοντας εἰρήνης, βίον καρπουμένους φιλόσοφον.
他甚至改变了这种称呼,称之为出洋旅游;“因为这样的人的驱逐,”他说,“是一种出洋旅游,因为他们拥有丰盛的生活必需品,并且能够无忧无虑、稳定地生活;而让他们享受和平、过着哲理的生活并奢侈度日是荒谬的。
“ §185εἶτα προστάττει τοὺς ἐπιφανεστάτους καὶ ὧν πλεῖστος ὁ λόγος ἀναιρεθῆναι, γραφὴν δοὺς ὀνομάτων, ἧς ἡγεῖτο Φλάκκος.
” 于是他命令处死最显赫和最常被议论的人,给出一份名单,弗拉库斯名列首位。
ἐπεὶ δ’ ἧκον εἰς Ἄνδρον οἷς κτείνειν διείρητο, Φλάκκος μὲν ἐτύγχανεν ἀγρόθεν εἰς ἄστυ παραγινόμενος, οἱ δ’ ἐκ τοῦ λιμένος ὑπηντίαζον, καὶ πόρρωθεν ἀντιπροεῖδον ἀλλήλους.
当那些奉命杀人的人到达安德罗斯岛时,弗拉库斯刚好从乡下进城,而刺客们正从港口迎来,并且在远处互相看见了对方。
§186ὅθεν συναισθόμενος ἐφ’ ὃ σπεύδουσι — μαντικώτατον γὰρ ἡ ἑκάστου ψυχή, καὶ μάλιστα τῶν ἐν κακοπραγίαις — ἐκτραπόμενος τῆς ὁδοῦ διὰ τραχείας ἔθει φεύγων, ἐπιλελησμένος ἴσως, ὅτι νῆσος ἀλλ’ οὐκ ἤπειρός ἐστιν, ἐν ᾗ τί ὄφελος ὠκύτητος, περικλειούσης θαλάττης;
由此,他察觉到了他们急于前来的目的——因为每个人的灵魂都极具预言性,尤其是处于灾祸中的人的灵魂——于是他偏离了道路,在崎岖的土地上奔跑逃命,或许忘记了这是一个岛屿而不是大陆,在被海洋环绕的岛屿上,速度又有什么用呢?
ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ προσωτέρω χωροῦντα κατὰ τοῦ πελάγους ἐνεχθῆναι ἢ συλληφθῆναι πρὸς αὐτὸ τὸ πέρας ἥκοντα.
因为两件事中必居其一:要么走得更远而被卷入深海,要么在到达尽头时被捕。
§187βέλτιον ἄρ’ ἐν συγκρίσει κακῶν ἡ κατὰ γῆν τῆς ἐν πελάγει φθορά, ἐπειδήπερ ἀνθρώποις καὶ πᾶσι χερσαίοις οἰκειότατον ἡ φύσις χωρίον ἀπένειμε γῆν, οὐ μόνον ζῶσιν ἀλλὰ καὶ ἀποθανοῦσιν, ἵν’ ἡ αὐτὴ καὶ τὴν πρώτην ὑποδέχηται γένεσιν καὶ τὴν ἐκ τοῦ βίου τελευταίαν ἀνάλυσιν.
因此,在灾祸的比较中,陆地上的消亡要好于海洋中的消亡,因为自然将陆地分配给人类和所有陆地动物作为最合适的居所,不仅对于活着的,而且对于死去的也是如此,以便同一片土地既能接纳最初的诞生,也能接纳生命最后的解体。
§188οἱ δ’ ἀπνευστὶ διώκοντες καταλαμβάνουσι· καὶ οἱ μὲν εὐθὺς ὤρυττον βόθρον, οἱ δὲ πρὸς βίαν εἷλκον ἀφηνιάζοντα καὶ κεκραγότα καὶ διαπαλαίοντα· ὧν χάριν καὶ σύμπαν κατετρώθη τὸ σῶμα καθάπερ τὰ θηρία ταῖς πληγαῖς ἐπιτρέχων.
追赶者气喘吁吁地追上并抓住了他;一些人立刻挖坑,另一些人则用力拖拽挣扎、大喊并反抗的他;由于这些反抗,他的整个身体都受了伤,就像野兽迎着打击奔跑一样。
§189ἐμπλεκόμενος γὰρ καὶ τῶν κτεινόντων ἐλλαμβανόμενος, νῦν μὲν ἐπιφέρειν τὰ ξίφη κωλυομένων, ἐγκαρσίους δὲ πληγὰς καταφερόντων, αἴτιος ἐγένετο βαρυτέρων ἑαυτῷ συμφορῶν· διατμηθεὶς δὲ καὶ διακοπεὶς χεῖρας, βάσεις, κεφαλήν, στέρνα, πλευράς, ὡς ἱερείου τρόπον κρεουργηθῆναι, ἔκειτο, τῆς δίκης σφαγὰς ἰσαρίθμους τοῖς φόνοις τῶν ἐκνόμως ἀναιρεθέντων Ἰουδαίων ἑνὶ σώματι βουληθείσης ἐργάσασθαι.
因为他与杀手们纠缠并抓住了他们,使他们无法直直地刺下剑,而是横向砍下,这成了他自己遭受更重灾难的原因;他的手、脚、头部、胸部、肋部都被切开和砍断,以至于像祭祀的牺牲一样被肢解,他躺在那里,正义女神似乎想在这一具身体上制造出与被非法杀害的犹太人的谋杀数量相等的伤口。
§190καὶ ὁ μὲν τόπος ἅπας αἵματι κατερρεῖτο διὰ πλειόνων φλεβῶν, αἳ κατὰ μέρος διεκόπησαν, κρουνηδὸν ἐκχεομένῳ· συρομένου δ’ εἰς τὸν ὀρωρυγμένον βόθρον τοῦ νεκροῦ τὰ πλεῖστα μέρη διελύετο, τῶν νεύρων κατεσχισμένων, οἷς ἡ κοινωνία συνεδεῖτο πᾶσα τοῦ σώματος.
整个地方都流淌着从许多被切断的血管中喷涌而出的鲜血;当尸体被拖入挖好的坑中时,由于连接身体全部的腱被撕裂,大部分肢体都散落了。
§191τοιαῦτα καὶ Φλάκκος ἔπαθε γενόμενος ἀψευδεστάτη πίστις τοῦ μὴ ἀπεστερῆσθαι τὸ Ἰουδαίων ἔθνος ἐπικουρίας τῆς ἐκ θεοῦ.
弗拉库斯也遭受了这样的惩罚,成为了犹太民族并未被剥夺来自神明援助的最真实的明证。