§81ὅταν δὲ ἕκαστος διαπεράνηται τὸν ὕμνον, οἱ νέοι τὴν πρὸ μικροῦ λεχθεῖσαν τράπεζαν εἰσκομίζουσιν, ἐφ’ ἧς τὸ παναγέστατον σιτίον, ἄρτος ἐζυμωμένος μετὰ προσοψήματος ἁλῶν, οἷς ὕσσωπος ἀναμέμικται, δι’ αἰδῶ τῆς ἀνακειμένης ἐν τῷ ἁγίῳ προνάῳ ἱερᾶς τραπέζης·
当每个人唱完赞美诗后,青年人便抬进刚才提到的那张食桌,上面放着最神圣的食物:发酵的面包和掺有牛膝草的盐作为配菜。
ἐπὶ γὰρ ταύτης εἰσὶν ἄρτοι καὶ ἅλες ἄνευ ἡδυσμάτων, ἄζυμοι μὲν οἱ ἄρτοι, ἀμιγεῖς δὲ οἱ ἅλες.
这是出于对安放在神圣前殿里的那张圣桌的敬畏;因为在那张圣桌上,只有无调味料的面包和盐,面包是无发酵的,盐也是未混合的。
§82προσῆκον γὰρ ἦν τὰ μὲν ἁπλούστατα καὶ εἰλικρινέστατα τῇ κρατίστῃ τῶν ἱερέων ἀπονεμηθῆναι μερίδι λειτουργίας ἆθλον, τοὺς δὲ ἄλλους τὰ μὲν ὅμοια ζηλοῦν, ἀπέχεσθαι δὲ τῶν αὐτῶν, ἵνα ἔχωσι προνομίαν οἱ κρείττονες.
因为,最简单、最纯粹的食物应当作为服务的报偿分配给祭司中最高贵的班次,而其他人则应当追求相似的食物,但避开完全相同的食物,好让更优秀的人享有特权。
§83Μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα.
晚宴后,他们举行神圣的彻夜祭。
ἄγεται δὲ ἡ παννυχὶς τὸν τρόπον τοῦτον· ἀνίστανται πάντες ἀθρόοι, καὶ κατὰ μέσον τὸ συμπόσιον δύο γίνονται τὸ πρῶτον χοροί, ὁ μὲν ἀνδρῶν, ὁ δὲ γυναικῶν·
彻夜祭按如下方式举行:众人一同起立,在宴会厅的中央,首先形成两个合唱队,一个是男子的,另一个是女子的。
ἡγεμὼν δὲ καὶ ἔξαρχος αἱρεῖται καθ’ ἑκάτερον ἐντιμότατός τε καὶ ἐμμελέστατος.
在两队中,各选出一位最受尊敬、最精通音律的人担任领袖和先唱者。
§84εἶτα ᾄδουσι πεποιημένους ὕμνους εἰς τὸν θεὸν πολλοῖς μέτροις καὶ μέλεσι, τῇ μὲν συνηχοῦντες, τῇ δὲ καὶ ἀντιφώνοις ἁρμονίαις ἐπιχειρονομοῦντες καὶ ἐπορχούμενοι, καὶ ἐπιθειάζοντες τοτὲ μὲν τὰ προσόδια, τοτὲ δὲ τὰ στάσιμα, στροφάς τε τὰς ἐν χορείᾳ καὶ ἀντιστροφὰς ποιούμενοι.
然后,他们用许多节拍和旋律唱着写给神的赞美诗,有时齐声合唱,有时以交替呼应的和声打着手势并起舞,在神圣的灵感中,时而唱着入场歌,时而唱着定立歌,在合唱舞中进行旋回和对旋回。
§85εἶτα ὅταν ἑκάτερος τῶν χορῶν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἑστιαθῇ, καθάπερ ἐν ταῖς βακχείαις ἀκράτου σπάσαντες τοῦ θεοφιλοῦς, ἀναμίγνυνται καὶ γίνονται χορὸς εἷς ἐξ ἀμφοῖν, μίμημα τοῦ πάλαι συστάντος κατὰ τὴν ἐρυθρὰν θάλασσαν ἕνεκα τῶν θαυματουργηθέντων ἐκεῖ.
接着,当两支合唱队各自独立地尽情享受后,仿佛在巴克科斯狂欢中饮下了纯净的、蒙神喜爱的饮料,他们便融合在一起,由两队合为一队,这是对古时在红海因那里发生的奇迹而结成的合唱队的模仿。
§86τὸ γὰρ πέλαγος προστάξει θεοῦ τοῖς μὲν σωτηρίας αἴτιον τοῖς δὲ πανωλεθρίας γίνεται·
因为在神的命令下,那片海洋对一方成了得救的原因,对另一方则成了全军覆没的原因。
ῥαγέντος μὲν γὰρ καὶ βιαίοις ἀνακοπαῖς ὑποσυρέντος καὶ ἑκατέρωθεν ἐξ ἐναντίας οἷα τειχῶν παγέντων, τὸ μεθόριον διάστημα εἰς λεωφόρον ὁδὸν καὶ ξηρὰν πᾶσαν ἀνατμηθὲν εὐρύνετο, δι’ ἧς ὁ λεὼς ἐπέζευσεν ἄχρι τῆς ἀντιπέραν ἠπείρου πρὸς τὰ μετέωρα παραπεμφθείς·
当海水被劈开,因剧烈的回流而退去,并在两旁相向凝固如墙壁时,其间的空间被开辟并拓宽为一条平坦而完全干燥的大道,民众通过这条通道步行直到对岸,被引导至高地。
ἐπιδραμόντος δὲ ταῖς παλιρροίαις καὶ τοῦ μὲν ἔνθεν τοῦ δὲ ἔνθεν εἰς τὸ χερσωθὲν ἔδαφος ἀναχυθέντος, οἱ ἐπακολουθήσαντες τῶν πολεμίων κατακλυσθέντες διαφθείρονται.
然而,当潮水回涌,从两边倾泻到已成干地的地面上时,追击的敌人被淹没并消灭了。
§87τοῦτο δὲ ἰδόντες καὶ παθόντες, ὃ λόγου καὶ ἐννοίας καὶ ἐλπίδος μεῖζον ἔργον ἦν, ἐνθουσιῶντές τε ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εἷς γενόμενοι χορός, τοὺς εὐχαριστηρίους ὕμνους εἰς τὸν σωτῆρα θεὸν ᾖδον, ἐξάρχοντος τοῖς μὲν ἀνδράσι Μωυσέως τοῦ προφήτου, ταῖς δὲ γυναιξὶ Μαριὰμ τῆς προφήτιδος.
看到并经历了这一超越言语、思想和希望的奇迹,男男女女都满怀神圣的狂热,合为一支合唱队,向救主神唱起感恩的赞美诗,男子由先知摩西带领,女子由女先知米利暗带领。
§88τούτῳ μάλιστα ἀπεικονισθεὶς ὁ τῶν θεραπευτῶν καὶ θεραπευτρίδων, μέλεσιν ἀντήχοις καὶ ἀντιφώνοις πρὸς βαρὺν ἦχον τῶν ἀνδρῶν ὁ γυναικῶν ὀξὺς ἀνακιρνάμενος, ἐναρμόνιον συμφωνίαν ἀποτελεῖ καὶ μουσικὴν ὄντως·
与此最相似的,是治疗半修会士和女会士的合唱,他们用回响和交替的旋律,将女子的高音与男子的低音融合在一起,产生了和谐的共鸣和真正的音乐效果。
πάγκαλα μὲν τὰ νοήματα, πάγκαλοι δὲ αἱ λέξεις, σεμνοὶ δὲ οἱ χορευταί· τὸ δὲ τέλος καὶ τῶν νοημάτων καὶ τῶν λέξεων καὶ τῶν χορευτῶν εὐσέβεια.
思想极美,言辞极美,合唱者也极为庄严;而思想、言辞和合唱者的终极目的都是虔敬。
§89μεθυσθέντες οὖν ἄχρι πρωΐας τὴν καλὴν ταύτην μέθην, οὐ καρηβαροῦντες ἢ καταμύοντες, ἀλλὰ διεγηγερμένοι μᾶλλον ἢ ὅτε παρεγένοντο εἰς τὸ συμπόσιον, τάς τε ὄψεις καὶ ὅλον τὸ σῶμα πρὸς τὴν ἕω στάντες, ἐπὰν θεάσωνται τὸν ἥλιον ἀνίσχοντα, τὰς χεῖρας ἀνατείναντες εἰς οὐρανὸν εὐημερίαν καὶ ἀλήθειαν ἐπεύχονται καὶ ὀξυωπίαν λογισμοῦ·
因此,他们沉醉于这种美好的“醉态”中直到清晨,既不感到头重脚轻,也不闭上双眼,反而比来到宴会时更加清醒。 他们将面容和整个身体转向东方,当看到太阳升起时,他们向天举起双手,祈求福乐、真理和理性的敏锐洞察力。
καὶ μετὰ τὰς εὐχὰς εἰς τὰ ἑαυτῶν ἕκαστος σεμνεῖα ἀναχωροῦσι, πάλιν τὴν συνήθη φιλοσοφίαν ἐμπορευσόμενοι καὶ γεωργήσοντες.
祈祷之后,每个人各自回到自己的圣庵,重新经营和耕耘他们习惯的哲学。
§90θεραπευτῶν μὲν δὴ πέρι τοσαῦτα θεωρίαν ἀσπασαμένων φύσεως καὶ τῶν ἐν αὐτῇ καὶ ψυχῇ μόνῃ βιωσάντων, οὐρανοῦ μὲν καὶ κόσμου πολιτῶν, τῷ δὲ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γνησίως συσταθέντων ὑπ’ ἀρετῆς, ἥτις θεοῦ φιλίαν αὐτοῖς προυξένησεν οἰκειότατον γέρας καλοκἀγαθίας προσθεῖσα, πάσης ἄμεινον εὐτυχίας, ἐπ’ αὐτὴν ἀκρότητα φθάνον εὐδαιμονίας.
关于这些热爱观照自然及其万物、且仅为灵魂而活的治疗半修会士——他们是天和宇宙的公民,通过美德被真实地引荐给万物的父与造物主,而美德为他们赢得了与神的友谊,赋予他们善美之德最合适的奖赏(这奖赏优于一切幸运,达到了幸福的顶点)——就谈到这里。