Humanitext Reader

斐洛·尤迪厄斯 · 论沉思的生活 §54-63

对希腊宴会与柏拉图式少年爱的批判

第 6 段,共 9 段 · 希腊语

内容简介

斐洛既批评了充满奢侈美食的世俗宴会,也批判了色诺芬和柏拉图笔下著名的希腊古典宴会。他特别谴责了柏拉图对话录中描绘的同性少年爱的非自然性及其在生理、心理和财产上的危害,进而暗示了不受神话虚构误导、珍视真理的摩西弟子(治疗者)宴会的道德优越性。

§54ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆ τε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν.
至少有七张或更多的餐桌被抬进来,上面摆满了陆地、海洋、河流和空气所产出的所有精选且肥美的食物,包括陆生的、水生的和空中飞行的,其中每一张餐桌上的食物在烹调和调味上都各不相同。
ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας.
为了不让自然界中的任何种类被遗漏,最后抬进来的是装满鲜果的餐桌,这还不包括用于狂欢和所谓“餐后点心”的食物。
§55εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν.
随后,有些餐桌因为在座之人的贪婪而被空着抬出去,他们像鸬鹚一样狼吞虎咽,甚至连骨头都咬碎吞下;而另一些餐桌上的食物,他们则在蹂躏和撕扯之后,留下半吃剩的遗弃在那里。
ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς, * * * ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν, §56ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον;
当他们完全无能为力时,他们的胃虽然填到了喉咙口,但对于欲望依然是空虚的,对于进食已经精疲力竭……然而,何必把这些事情说得太长呢,这些事情早已被许多较为温和的人所谴责,因为它们煽动了那些本该减少才对人有益的欲望。
εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, πεῖνάν τε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν.
因为人们宁愿祈求最应避开的事情,即饥饿和干渴,也不愿在这样的宴会中拥有过剩的食物和饮料。
§57Τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε· τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τά τε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶν τε καὶ Πλάτων·
在希腊的宴会中,最著名和最引人注目的正是这两个,苏格拉底也曾参与其中:一个是卡里亚斯家的,当时他在奥托吕科斯夺冠后举办获胜庆宴;另一个是阿伽通家的。 这些宴会得到了在品德和言论上都是哲学家的色诺芬和柏拉图的重视。
ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς.
因为他们将其记录为值得纪念的事物,认为后人会将其作为宴会中和谐度日的典范。
§58ἀλλ’ ὅμως καὶ ταῦτα συγκρινόμενα τοῖς τῶν ἡμετέρων, οἳ τὸν θεωρητικὸν ἠσπάσαντο βίον, γέλως ἀναφανεῖται.
然而,即便这些宴会,若与那些皈依了静修生活的我们同胞的宴会相比,也显得极为可笑。
ἡδονὰς μὲν οὖν ἔχει ἑκάτερον, ἀνθρωπικώτερον δέ ἐστι τὸ Ξενοφῶντος· αὐλητρίδες τε καὶ ὀρχησταὶ καὶ θαυματοποιοὶ καὶ ποιηταὶ γελοίων ἐπὶ τῷ σκῶψαι καὶ χαριεντίσασθαι μέγα φρονοῦντές εἰσί τινες καὶ ἄλλα τῶν ἐν ταῖς ἱλαρωτέραις ἀνέσεσι.
诚然,两者各有趣味,但色诺芬的宴会更具人情味:有女笛手、舞者、魔术师,还有一些因嘲讽和逗乐而自命不凡的滑稽诗人,以及其他属于较欢快消遣的事物。
§59τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν γυναιξὶν ἐπιμανέντων ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον — ὑποτελοῦσι γὰρ αἱ ἐπιθυμίαι αὗται νόμοις φύσεως —, ἀλλὰ ἀνδρῶν ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι·
而柏拉图的宴会几乎完全是关于爱的,不仅是男人对女人的狂热,或女人对男人的狂热——因为这些欲望顺应了自然之法——而是男人对仅在年龄上有所不同的同性的爱。
καὶ γὰρ εἴ τι περὶ ἔρωτος καὶ Ἀφροδίτης οὐρανίου κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται.
因为即使关于天上的爱和阿佛洛狄忒有什么似乎说得很优雅的地方,那也只是为了文雅的玩笑而引入的。
§60τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος ἔρως διείληφεν, ἀνδρείαν μέν, τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην, ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἐναπεργαζόμενος καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι.
因为其中最大的一部分已被那世俗和平庸的爱所占据,它夺去了在战争和和平中对生命最有益的德行——勇气,在灵魂中灌输了一种女性般的软弱,使那些本应在所有培养力量的活动中受锻炼的人变成了阴阳人。
§61λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν·
它摧残了童年期,将他们置于被爱女子的地位和状态中,同时也损害了爱者最不可或缺的部分:肉体、灵魂和财产。
ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων.
因为必然地,同性恋者的心思专注于他的少年,仅对此眼光敏锐,而对其他一切私人和公共事务皆成盲目;他的肉体因欲望而消瘦,特别是在追求失败时;而他的财产则由于两方面的因由而减少,即疏忽以及在被爱者身上的花销。
§62παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν·
此外还衍生出另一个更严重的普遍祸害:他们企图造成城市的荒废、最优秀人种的匮乏,以及不育和无后。
ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα.
他们模仿那些不懂农业的人,不在肥沃的平原播种,却播种在含盐的田地或多石且坚硬的地方,这些地方除了天生无法生长任何东西外,还会使撒下的种子腐烂。
§63σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης·
我对那些神话的虚构故事以及双体人保持沉默,他们起初通过结合的力量长在一起,后来在维系他们的和谐解体时,又像曾结合的部分那样被拆散。
εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν·
因为所有这些东西都极易误导人,能够以其构思的奇特来蛊惑听众。
ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες.
摩西的门徒们凭着绰绰有余的智慧,从最年幼时起就学会了热爱真理,因而鄙视这些,始终不被欺骗。

词汇与语法注释

  1. §54ὧν ἑκάστη — 关系代词 ὧν(属格复数)在语法上指代前句中的 τράπεζαι(阴性复数),但在关系从句中它与单数主语 ἑκάστη 结合,表示“它们中的每一个”。
  2. §56ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται — 关系代词 ἃ(中性复数宾格)指代前文所述的宴会暴食等整件事态。作为被动动词 καταγινώσκεται 的主语,该动词采用了单数第三人称形式,符合古典希腊语中“中性复数主语接单数动词”的语法规则。
  3. §59ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι — 与格名词 ἄρρεσιν(男性)受分词短语 ἡλικίᾳ μόνον διαφέρουσι(仅在年龄上有所不同)的修饰,指代柏拉图《会饮篇》中少年爱的对象,即与成年男子仅在年龄上有差异的少年或青年。
  4. §62οἳ μιμοῦνται — 关系代词 οἳ(阳性复数主格)的前行词是前一节(§61)中实践少年爱的主体(同性恋者们)。他们是主句的主语,其无生育目的的性行为被比作在贫瘠土地上播种的“未熟练的农夫”并受到谴责。
  5. §63ὧν ἐκ πολλοῦ τοῦ περιόντος — 关系代词 ὧν(属格复数)指代前文提到的希腊神话虚构以及《会饮篇》中的双体人故事,起连接作用,并受后续动词 καταφρονοῦσιν(鄙视,要求属格)的支配。短语 ἐκ πολλοῦ τοῦ περιόντος 是个惯用表达,表示“绰绰有余地”或“远远胜过地”。

引用这一段

斐洛·尤迪厄斯, 论沉思的生活 §54-63. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg028.humanitext-grc1:54-63

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。