§42ἃ γὰρ νήφοντες ἐν σταδίοις ἐκεῖνοι θεαταῖς χρώμενοι τοῖς Πανέλλησι μεθ’ ἡμέραν ἕνεκα νίκης καὶ στεφάνων [Ὀλυμπιονῖκαι] σὺν τέχνῃ δρῶσιν, οὗτοι κιβδηλεύοντες ἐπὶ συμποσίων νύκτωρ ἐν σκότῳ καὶ μεθύοντες, ἐμπαροινοῦντες, ἀνεπιστημόνως καὶ κακοτέχνως ἐπ’ ἀτιμίᾳ καὶ ὕβρει καὶ αἰκίᾳ χαλεπῇ τῶν ὑπομενόντων ἐνεργοῦσιν.
因为那些奥林匹亚获胜者们,在清醒时、在竞技场中、以全希腊人为观众、于白天为了胜利和冠冕凭技术所做的事,这些人却在宴会中、于夜间的黑暗里,在醉酒和发疯中,无知且笨拙地,为了使承受者遭受耻辱、侮辱和严重的伤害而伪造并实施。
§43εἰ δὲ μηδεὶς οἷα βραβευτὴς παρελθὼν μέσος διαλύσειε, μετὰ πλείονος ἐξουσίας καταπαλαίουσι, φονῶντες ἐν ταὐτῷ καὶ θανατῶντες·
\n 如果没有人像裁判一样走上前来进行调解和拆开,他们就会以更大的放肆互相摔跤,同时成为杀人者与死者。
πάσχουσι γὰρ οὐκ ἐλάττονα ὧν διατιθέασιν, ὅπερ οὐκ ἴσασι, παραπαίοντες οἱ τὸν οἶνον οὐχ, ὡς ὁ κωμικός φησιν, ἐπὶ κακῷ τῶν πλησίον αὐτὸ μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἰδίῳ πίνειν ὑπομένοντες.
因为他们所承受的痛苦不亚于他们所施加的,而他们对此并不知道。 他们丧失了理智,正如喜剧作家所说,他们不仅是为了邻居的灾祸,也是为了自己的灾祸而忍受饮酒。
§44τοιγαροῦν οἱ πρὸ μικροῦ παρελθόντες εἰς τὰ συμπόσια σῷοι καὶ φίλοι μικρὸν ὕστερον ἐξίασιν ἐχθροὶ καὶ τὰ σώματα ἠκρωτηριασμένοι·
\n 因此,那些在不久前完好无损且作为朋友进入宴会的人们,在不久之后却作为仇敌且身体残缺地走出来。
καὶ οἱ μὲν συνηγόρων καὶ δικαστῶν, οἱ δὲ καταπλαστῶν καὶ ἰατρῶν καὶ τῆς ὑπὸ τούτων δέονται βοηθείας.
他们中有些人需要辩护人和法官的帮助,有些人则需要石膏和医生以及来自他们的救助。
§45ἕτεροι δὲ τῶν μετριωτέρων δοκούντων εἶναι συμποτῶν ὥσπερ μανδραγόραν τὸν ἄκρατον πιόντες ὑπερβεβλύκασι καὶ τὸν εὐώνυμον ἀγκῶνα προβαλόντες καὶ τὸν αὐχένα ἐγκάρσιον ἐπιστρέψαντες, ἐνερευγόμενοι ταῖς κύλιξιν, ὕπνῳ βαθεῖ πιέζονται.
\n 而其他一些看似较温和的饮酒伴侣,在喝下了像曼陀罗一样的纯酒后,便横躺下来,伸出左肘,并将脖子斜转,对着杯子打嗝,沉沉睡去。
μηδὲν μήτε ἰδόντες μήτε ἀκούσαντες, ὡς μίαν μόνην ἔχοντες αἴσθησιν, τὴν ἀνδραποδωδεστάτην γεῦσιν.
他们既看不见也听不见,仿佛只有一种唯一的感觉,即最奴隶般的味觉。
§46οἶδα δέ τινας, [οἳ] ἐπειδὰν ἀκροθώρακες γένωνται, πρὶν τελέως βαπτισθῆναι, τὸν εἰς τὴν ὑστεραίαν πότον ἐξ ἐπιδόσεως καὶ συμβολῶν προευτρεπιζομένους, μέρος ὑπολαμβάνοντας τῆς ἐν χερσὶν εὐφροσύνης εἶναι τὴν περὶ τῆς εἰς τὸ μέλλον μέθης ἐλπίδα.
\n 而我知道有些人,当他们微醉、在完全沉醉之前,通过集资和会费预先准备第二天的饮酒,他们认为对未来醉酒的期盼也是眼前享乐的一部分。
§47τοῦτον τὸν τρόπον διαζῶντες ἄοικοι καὶ ἀνέστιοι διατελοῦσιν, ἐχθροὶ μὲν γονέων καὶ γυναικῶν καὶ τέκνων, ἐχθροὶ δὲ καὶ τῆς πατρίδος, πολέμιοι δὲ καὶ ἑαυτῶν·
\n 他们以这种方式生活,始终无家无室,成为父母、妻子和孩子的仇敌,也成为祖国的仇敌,甚至成为他们自己的敌人。
ὑγρὸς γὰρ καὶ ἄσωτος βίος ἅπασιν ἐπίβουλος.
因为放荡且无节制的生活对所有人来说都是一个阴谋者。
§48Ἴσως δ’ ἄν τις ἀποδέξαιτο τὴν ἐπιπολάζουσαν νυνὶ τῶν συμποσίων πανταχοῦ διάθεσιν κατὰ πόθον τῆς Ἰταλικῆς πολυτελείας καὶ τρυφῆς, ἣν ἐζήλωσαν Ἕλληνές τε καὶ βάρβαροι πρὸς ἐπίδειξιν μᾶλλον ἢ πρὸς εὐωχίαν ποιούμενοι τὰς παρασκευάς.
\n 也许有人会因为向往意大利式的奢侈与纵欲,而赞同现在随处可见的宴会安排。 希腊人和野蛮人都竞相效仿这种安排,他们的准备工作更多是为了炫耀而不是为了款待。
§49τρίκλινά τε καὶ πολύκλινα χελώνης ἢ ἐλέφαντος κατεσκευασμένα καὶ τιμαλφεστέρας ὕλης, ὧν τὰ πλεῖστα λιθοκόλλητα· στρωμναὶ ἁλουργεῖς ἐνυφασμένου χρυσοῦ καὶ ἀνθοβαφεῖς ἕτεραι παντοίων χρωμάτων πρὸς τὸ τῆς ὄψεως ἐπαγωγόν· ἐκπωμάτων πλῆθος ἐκτεταγμένων καθ’ ἕκαστον εἶδος, ῥυτὰ γὰρ καὶ φιάλαι καὶ κύλικες καὶ ἕτερα πολυειδῆ τεχνικώτατα θηρίκλεια καὶ τορείαις ἐπιστημονικῶν ἀνδρῶν ἠκριβωμένα.
\n 用海龟壳或象牙以及更昂贵的材料制成的三榻或多榻餐椅,其中大多镶嵌着宝石;织有金线的紫色铺盖,以及为了吸引视觉而染成各种花色的其他铺盖;按各类排列的大量杯皿,因为有角杯、浅杯、平杯以及其他多种多样、极具艺术感的泰里克勒斯式器皿,且通过有技艺之人的雕刻而精雕细琢。
§50διακονικὰ ἀνδράποδα εὐμορφότατα καὶ περικαλλέστατα, ὡς ἀφιγμένα οὐχ ὑπηρεσίας ἕνεκα μᾶλλον ἢ τοῦ φανέντα τὴν τῶν θεωμένων ὄψιν ἡδῦναι·
\n 服侍的奴隶们极其俊美且非常漂亮,仿佛他们的到来不仅仅是为了服侍,更是为了通过展示自己来取悦观看者的视觉。
τούτων οἱ μὲν παῖδες ἔτι ὄντες οἰνοχοοῦσιν, ὑδροφοροῦσι δὲ βούπαιδες λελουμένοι καὶ λελειασμένοι, οἳ τά τε πρόσωπα ἐντρίβονται καὶ ὑπογράφονται καὶ τὰς τῆς κεφαλῆς τρίχας εὖ πως διαπλέκονται σφηκούμενοι·
他们中仍是男童的负责斟酒,而那些洗净并剃去体毛的大男孩们则负责提水。 他们往脸上涂抹脂粉、描画眼影,并将头上的头发以某种优美的方式编织并束紧。
§51βαθυχαῖται γάρ εἰσιν ἢ μὴ κειρόμενοι τὸ παράπαν ἢ τὰς προμετωπιδίους αὐτὸ μόνον ἐξ ἄκρων εἰς ἐπανίσωσιν καὶ γραμμῆς κυκλοτεροῦς ἠκριβωμένον σχῆμα·
\n 因为他们长发垂肩,要么完全不修剪,要么仅从发梢处修剪额前的头发,以求整齐和圆弧线形的精确轮廓。
χιτῶνάς τε ἀραχνοϋφεῖς καὶ ἐκλεύκους ἐπαναζωσάμενοι, τὰ μὲν ἐμπρόσθια κατωτέρω τῶν ὑπὸ γόνου, τὰ δὲ κατόπιν μικρὸν ὑπὸ τοῖς γονατίοις, ἑκάτερον δὲ μέρος οὐλοτέραις ταῖς σειραίαις ἐπιδιπλώσεσι κατὰ τὴν τῶν χιτωνίσκων συμβολὴν συστέλλοντες ἐκ πλαγίων κόλπους ἀπαιωροῦσιν, εὐρύνοντες τὰ κοῖλα τῶν πλευρῶν.
他们束起蜘蛛网般轻薄且洁白的短衣,前部垂至膝盖以下,后部则稍低于膝盖,并在短衣的接合处用较卷曲的带状折叠将各部分收拢,从侧面垂下衣褶,使肋旁的空隙显得宽大。
§52ἐφεδρεύουσι δ’ ἄλλοι, μειράκια ἢ πρωτογένεια, τοὺς ἰούλους ἄρτι ἀνθοῦντες, ἀθύρματα πρὸ μικροῦ παιδεραστῶν γεγονότες, ἠσκημένοι σφόδρα περιέργως πρὸς τὰς βαρυτέρας ὑπηρεσίας, ἐπίδειξις ἑστιατόρων εὐπορίας, ὡς ἴσασιν οἱ χρώμενοι, ὡς δὲ ἔχει τὸ ἀληθές, ἀπειροκαλίας.
\n 另有一些人作为后备,他们是青年或刚长出胡须的人,脸上刚绽放出绒毛,在不久前还是鸡奸者玩弄的玩具,为了更繁重的服侍而接受了极其刻意的训练。 正如使用者所知,这是宴会主人富有财富的展示,但就事实而言,这是一种粗俗不逊。
§53πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι.
\n 除此以外,还有糕点、菜肴和调味品的琳琅满目,面包师和厨师为此辛勤工作,不仅考虑到取悦必不可少的味觉,还考虑到通过其整洁来取悦视觉。
* * * τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν.
* * * 他们把脖子转了一圈,用眼睛和鼻子贪婪地品尝着,前者品尝着肉质的丰腴和数量,后者则品尝着散发出来的香气。
εἶτα ὅταν ἀμφοτέρων, ὄψεών τε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας.
然后,当他们对视觉和嗅觉都感到充分满足时,便在对准备工作和主人的奢侈进行了不少赞赏之后,下令开始进食。