§9.59.1ταῦτα εἴπας ἦγε τοὺς Πέρσας δρόμῳ διαβάντας τὸν Ἀσωπὸν κατὰ στίβον τῶν Ἑλλήνων ὡς δὴ ἀποδιδρησκόντων, ἐπεῖχέ τε ἐπὶ Λακεδαιμονίους τε καὶ Τεγεήτας μούνους·
说完这些话,马尔多尼乌斯率领波斯军疾跑着渡过阿索波斯河,顺着希腊人的足迹追击,仿佛他们真的在逃跑一样。
Ἀθηναίους γὰρ τραπομένους ἐς τὸ πεδίον ὑπὸ τῶν ὄχθων οὐ κατώρα.
他只对准了拉刻代蒙人和特格阿人发起进攻,因为他没有看见那些转向平原、被丘陵遮挡住的雅典人。
§9.59.2Πέρσας δὲ ὁρῶντες ὁρμημένους διώκειν τοὺς Ἕλληνας οἱ λοιποὶ τῶν βαρβαρικῶν τελέων ἄρχοντες αὐτίκα πάντες ἤειραν τὰ σημήια, καὶ ἐδίωκον ὡς ποδῶν ἕκαστος εἶχον, οὔτε κόσμῳ οὐδενὶ κοσμηθέντες οὔτε τάξι.
其余野蛮人部队的指挥官们一见波斯军已奋勇出发去追击希腊人,便立刻全都升起军旗,以各自最快的速度追击,既无任何整齐的秩序,也没有任何阵形。