Humanitext Reader

希罗多德 · 历史 §9.58.1-9.58.4

马尔多尼乌斯嘲讽希腊军撤退并决定追击

第 1513 段,共 1577 段 · 希腊语

内容简介

马尔多尼乌斯目睹希腊人撤退后,向拉里萨的索拉克斯等人嘲讽希腊人的懦弱,批评阿尔塔巴佐斯的怯懦建议,并决定立即发起追击。

§9.58.1Μαρδόνιος δὲ ὡς ἐπύθετο τοὺς Ἕλληνας ἀποιχομένους ὑπὸ νύκτα εἶδέ τε τὸν χῶρον ἔρημον, καλέσας τὸν Ληρισαῖον Θώρηκα καὶ τοὺς ἀδελφεοὺς αὐτοῦ Εὐρύπυλον καὶ Θρασυδήιον ἔλεγε §9.58.2ὦ παῖδες Ἀλεύεω, ἔτι τί λέξετε τάδε ὁρῶντες ἔρημα;
马尔多尼乌斯得知希腊人已在夜色中离去,并亲眼看到该地空无一人,便召来拉里萨的索拉克斯以及他的兄弟尤里皮罗斯和塞拉西代奥斯,对他们说道: “阿勒乌阿斯的儿子们啊,如今看到这些地方空无一人,你们还要说什么呢?
ὑμεῖς γὰρ οἱ πλησιόχωροι ἐλέγετε Λακεδαιμονίους οὐ φεύγειν ἐκ μάχης, ἀλλὰ ἄνδρας εἶναι τὰ πολέμια πρώτους·
你们这些邻近的人曾说,拉刻代蒙人绝不会临阵脱逃,而是战争中首屈一指的勇士。
τοὺς πρότερόν τε μετισταμένους ἐκ τῆς τάξιος εἴδετε, νῦν τε ὑπὸ τὴν παροιχομένην νύκτα καὶ οἱ πάντες ὁρῶμεν διαδράντας·
先前你们看到他们转移阵地,而现在,在刚刚过去的这一夜里,我们大家都看到他们全都逃跑了。
διέδεξάν τε, ἐπεί σφεας ἔδεε πρὸς τοὺς ἀψευδέως ἀρίστους ἀνθρώπων μάχῃ διακριθῆναι, ὅτι οὐδένες ἄρα ἐόντες ἐν οὐδαμοῖσι ἐοῦσι Ἕλλησι ἐναπεδεικνύατο.
当他们必须在战场上与真正称得上人类最优秀的人决一雌雄时,他们便证明了,自己不过是在同样微不足道的希腊人中,以微不足道之身在虚张声势罢了。
§9.58.3καὶ ὑμῖν μὲν ἐοῦσι Περσέων ἀπείροισι πολλὴ ἔκ γε ἐμεῦ ἐγίνετο συγγνώμη, ἐπαινεόντων τούτους τοῖσί τι καὶ συνῃδέατε· Ἀρταβάζου δὲ θῶμα καὶ μᾶλλον ἐποιεύμην τὸ καὶ καταρρωδῆσαι Λακεδαιμονίους καταρρωδήσαντά τε ἀποδέξασθαι γνώμην δειλοτάτην, ὡς χρεὸν εἴη ἀναζεύξαντας τὸ στρατόπεδον ἰέναι ἐς τὸ Θηβαίων ἄστυ πολιορκησομένους· τὴν ἔτι πρὸς ἐμεῦ βασιλεὺς πεύσεται.
对于你们这些不了解波斯人的人,因为你们所目睹的一些事情而赞美他们,我倒还可以充分予以宽恕;但对于阿尔塔巴佐斯,我却更加感到惊异,因为他竟然畏惧拉刻代蒙人,并且在畏惧之余,还提出了一个极度懦弱的意见,认为应当拔营前往底比斯人的城里去坐以待毙;关于这一意见,国王日后还会从我这里听到。
§9.58.4καὶ τούτων μὲν ἑτέρωθι ἔσται λόγος.
关于这些事情,我们在别处再作谈论。
νῦν δὲ ἐκείνοισι ταῦτα ποιεῦσι οὐκ ἐπιτρεπτέα ἐστί, ἀλλὰ διωκτέοι εἰσὶ ἐς ὃ καταλαμφθέντες δώσουσι ἡμῖν τῶν δὴ ἐποίησαν Πέρσας πάντων δίκας.
但现在,我们绝不能听任他们如此行事,而必须予以追击,直到将他们俘获,让他们为对波斯人所做的一切向我们偿还应得的惩罚。 ”

词汇与语法注释

  1. §9.58.2ὅτι οὐδένες ἄρα ἐόντες ἐν οὐδαμοῖσι ἐοῦσι Ἕλλησι ἐναπεδεικνύατο — 双重否定表达 οὐδένες ἐόντες(自身微不足道)和 ἐν οὐδαμοῖσι ἐοῦσι Ἕλλησι(在同样微不足道的希腊人中)形成了对比,用以强调全体希腊人的弱小。动词 ἐναπεδεικνύατο(展现、炫耀)是爱奥尼亚方言的三人称复数中动/被动语态(相当于雅典方言的 -ντο),传达了“在没有实力的情况下虚张声势”的含意。
  2. §9.58.3Ἀρταβάζου δὲ θῶμα καὶ μᾶλλον ἐποιεύμην τὸ καὶ καταρρωδῆσαι — 属格 Ἀρταβάζου 修饰含有动词意味的名词 θῶμα(惊异),作为客体属格(对阿尔塔巴佐斯的惊异),或表示关涉的属格。带冠词的不定式短语 τὸ καὶ καταρρωδῆσαι 以下的部分,则作为其惊异的具体内容的宾语,或与 θῶμα(惊异的对象)形成同格。
  3. §9.58.3τὴν ἔτι πρὸς ἐμεῦ βασιλεὺς πεύσεται — 关系代词 τὴν 以直前的女性名词 γνώμην(意见)为先行词,作为 πεύσεται(将获悉)的直接宾语。这一表达传达了马尔多尼乌斯意图向国王告发这一懦弱意见的决心。
  4. §9.58.4οὐκ ἐπιτρεπτέα ἐστί, ἀλλὰ διωκτέοι εἰσὶ — 使用以 -τέος 结尾的动形容词来表达义务或必要性。前半句 οὐκ ἐπιτρεπτέα ἐστί 采用中性复数(作非人称使用,或以 ταῦτα 为主语的形容词用法),表示“这些事是不容许的”;后半句 διωκτέοι εἰσὶ 为阳性复数主格,以逃跑的希腊人(ἐκεῖνοι)为主语(即“他们必须被追击”)。

引用这一段

希罗多德, 历史 §9.58.1-9.58.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.58.1-9.58.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。