§9.59.1ταῦτα εἴπας ἦγε τοὺς Πέρσας δρόμῳ διαβάντας τὸν Ἀσωπὸν κατὰ στίβον τῶν Ἑλλήνων ὡς δὴ ἀποδιδρησκόντων, ἐπεῖχέ τε ἐπὶ Λακεδαιμονίους τε καὶ Τεγεήτας μούνους· Ἀθηναίους γὰρ τραπομένους ἐς τὸ πεδίον ὑπὸ τῶν ὄχθων οὐ κατώρα.
Having said this, Mardonius led the Persians at a run, crossing the Asopus along the track of the Greeks, on the assumption that they were indeed running away; and he directed his course against the Lacedaemonians and Tegeans alone, for he did not see the Athenians, who had turned into the plain and were hidden by the hills.
§9.59.2Πέρσας δὲ ὁρῶντες ὁρμημένους διώκειν τοὺς Ἕλληνας οἱ λοιποὶ τῶν βαρβαρικῶν τελέων ἄρχοντες αὐτίκα πάντες ἤειραν τὰ σημήια, καὶ ἐδίωκον ὡς ποδῶν ἕκαστος εἶχον, οὔτε κόσμῳ οὐδενὶ κοσμηθέντες οὔτε τάξι.
When the remaining commanders of the barbarian divisions saw the Persians having set forth to pursue the Greeks, they all immediately raised their standards and pursued as fast as each could run, without any order or array.