Humanitext Reader

希罗多德 · 历史 §9.42.1-9.42.4

马多尼乌斯对神托的解释与决战命令

第 1497 段,共 1577 段 · 希腊语

内容简介

马多尼乌斯否决了阿尔塔巴佐斯的建议以确立主导权,并询问部下关于波斯人将在希腊毁灭的神托。在众人保持沉默时,马多尼乌斯声称只要避免掠夺神殿便能免于灭亡,并下令为次日的决战做好准备。

§9.42.1τούτου δὲ οὕτω δικαιεῦντος ἀντέλεγε οὐδείς, ὥστε ἐκράτεε τῇ γνώμῃ· τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος ἐκ βασιλέος, ἀλλʼ οὐκ Ἀρτάβαζος.
由于他如此坚持,没有人提出异议,因此他的意见占了上风;因为是他,而不是阿尔塔巴佐斯,从国王那里获得了军队的指挥权。
μεταπεμψάμενος ὦν τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετʼ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι.
于是,他召集了各部队的指挥官以及随行的希腊人的将军们,询问他们是否知道任何关于波斯人将在希腊毁灭的神托。
§9.42.2σιγώντων δὲ τῶν ἐπικλήτων, τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς, τῶν δὲ εἰδότων μὲν ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν, αὐτὸς Μαρδόνιος ἔλεγε ἐπεὶ τοίνυν ὑμεῖς ἢ ἴστε οὐδὲν ἢ οὐ τολμᾶτε λέγειν, ἀλλʼ ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος·
在被召集的人保持沉默时——其中一些人并不知道神托,而另一些人虽然知道,但认为说出来并不安全——马多尼乌斯自己说道: “既然你们要么一无所知,要么不敢说出来,那么我就作为深知此事的人来告诉你们。
§9.42.3ἔστι λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι, μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέσθαι πάντας.
有一个神托说,波斯人来到希腊后,注定要掠夺德尔斐的神殿,并在掠夺之后全部灭亡。
ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν, ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα.
因此,我们既然深知这一点,既不会前往这座神殿,也不会企图去掠夺它,由于这个原因,我们便不会灭亡。
§9.42.4ὥστε ὑμέων ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι, ἥδεσθε τοῦδε εἵνεκα ὡς περιεσομένους ἡμέας Ἑλλήνων.
所以,你们之中凡是恰好对波斯人怀有善意的人,都应当为此感到高兴,因为我们将战胜希腊人。
ταῦτά σφι εἴπας δεύτερα ἐσήμαινε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης.
” 对他们说了这些话之后,他接着发出指示,要他们准备好一切并整理就绪,因为在来日的拂晓时分就将进行交战。

词汇与语法注释

  1. 9.42.1περὶ Περσέων ὡς διαφθερέονται — 先行提说(prolepsis)句法。从属句(ὡς 句)中本应作为主语的“波斯人”,在主句中被提前作为介词短语 περὶ Περσέων(关于波斯人)呈现。
  2. 9.42.2τῶν μὲν οὐκ εἰδότων ... τῶν δὲ εἰδότων μὲν ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν, — 属格独立句,作为前文属格独立主语 τῶν ἐπικλήτων(被召集的人)的部分同格(partitive apposition),将整体细分为两个群体(μὲν... δέ...)。此外,短语 ἐν ἀδείῃ ... ποιευμένων 意为“认为安全(无所畏惧)”。
  3. 9.42.4ὡς περιεσομένους ἡμέας Ἑλλήνων — 由连词 ὡς 引导的将来时分词(宾格)结构,用于解释和指代前文 τοῦδε εἵνεκα(为此)的具体内容。动词 περιγίγνομαι(战胜、胜过)支配属格(Ἑλλήνων)。

引用这一段

希罗多德, 历史 §9.42.1-9.42.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.42.1-9.42.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。