§9.41.1μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλεῦν ἐγίνετο τούτων·
因此,在整整十天之中,并没有发生比这更多的事情。
ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν Πλαταιῇσι, οἵ τε δὴ Ἕλληνες πολλῷ πλεῦνες ἐγεγόνεσαν καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ, ἐνθαῦτα ἐς λόγους ἦλθον Μαρδόνιός τε ὁ Γοβρύεω καὶ Ἀρτάβαζος ὁ Φαρνάκεος, ὃς ἐν ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ.
但是,当他们在普拉提亚对峙到第十一天时,希腊人的数量已经变得多得多,而马多尼乌斯也因按兵不动而感到焦躁不安。 于是,戈布里亚斯之子马多尼乌斯与法尔纳克斯之子阿尔塔巴佐斯进行了一次会谈;在波斯人之中,这位阿尔塔巴佐斯是在薛西斯面前极少数享有极高声望的人之一。
§9.41.2βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι, ἣ μὲν Ἀρταβάζου ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων, ἔθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι, κατʼ ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε· §9.41.3ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον πολλὸν δὲ καὶ ἄσημον, πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα·
在他们商议时,意见如下:阿尔塔巴佐斯的意见是,应当尽快拔营,全军前往底比斯人的城墙,那里已经为他们运进了大量的粮食,也为牲畜准备了饲料,他们应当在那里安然坐镇,通过做以下的事情来达成目的:因为他们拥有许多金币和未经铸造的金子,还有许多银器和杯皿。
τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας, Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι, καὶ ταχέως σφέας παραδώσειν τὴν ἐλευθερίην· μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας.
他们应当毫不吝惜地将这些财物分送给希腊人,尤其是送给在各城邦中处于领导地位的希腊人,如此一来,希腊人很快就会交出他们的自由,而不必通过交战来冒险。
§9.41.4τούτου μὲν ἡ αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη, ὡς προειδότος πλεῦν τι καὶ τούτου, Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη·
他的这一意见与底比斯人的意见一致,因为他们认为阿尔塔巴佐斯对此也更有远见;然而马多尼乌斯的意见则更为强硬、更为固执,且绝不妥协。
δοκέειν τε γὰρ πολλῷ κρέσσονα εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς, συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν συλλεγομένους ἔτι πλεῦνας τῶν συλλελεγμένων, τά τε σφάγια τὰ Ἡγησιστράτου ἐᾶν μηδὲ βιάζεσθαι, ἀλλὰ νόμῳ τῷ Περσέων χρεωμένους συμβάλλειν.
因为在他看来,他们自己的军队远比希腊军队强大,应当尽快交战,不应眼睁睁看着比已经聚集起来的更多的人继续聚集,并且应当忽略赫格西斯特拉托斯的祭牲预兆,不强行顺从,而是遵循波斯人的习俗去进行交战。