Humanitext Reader

希罗多德 · 历史 §9.37.1-9.37.4

马多尼乌斯的祭牲与预言者赫格西斯特拉托斯的逃脱

第 1492 段,共 1577 段 · 希腊语

内容简介

波斯将领马多尼乌斯的祭祀预兆同样不吉。随后文中讲述了他的预言者赫格西斯特拉托斯的传奇故事:他曾通过砍断自己的脚掌从斯巴达人的囚禁中脱逃。

§9.37.1Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά, ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά.
对于渴望主动发起战斗的马多尼乌斯来说,祭祀的预兆也是不吉利的;但如果他也采取防守,预兆则是吉利的。
καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο, μάντιν ἔχων Ἡγησίστρατον ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον, τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπʼ αὐτοῦ.
因为他也采用希腊式的祭礼,聘请了埃利斯人、泰利亚斯家族中最享盛名的赫格西斯特拉托斯为预言者。 此前,斯巴达人曾抓住过这个人,并因其让他们遭受了许多难以忍受的伤害而将其绑缚,准备处死。
§9.37.2ὁ δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος, ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά, ἔργον ἐργάσατο μέζον λόγου.
而他身处这种绝境,为了性命而奔忙,并在死前将遭受许多悲惨的痛苦,于是做出了难以言喻的惊人壮举。
ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ, ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε, αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν·
因为当他被锁在铁箍的木枷中时,不知怎的弄到了一个私运进来的铁制工具,便立即策划了我们所知道的最勇敢的举动。
σταθμησάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός, ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ.
因为他估算出自己脚的其余部分如何才能抽出来,便砍断了自己的前脚掌。
§9.37.3ταῦτα δὲ ποιήσας, ὡς φυλασσόμενος ὑπὸ φυλάκων, διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην, τὰς μὲν νύκτας πορευόμενος, τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος, οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη, τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης, ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον, κἀκεῖνον οὐ δυναμένους εὑρεῖν.
做完这件事后,尽管有人看守,他还是挖通墙壁逃往特革亚。 他夜间赶路,白天则潜入森林歇息。 尽管拉刻代蒙人倾举国之力搜捕,他仍在第三天晚上到达了特革亚;而那些拉刻代蒙人,看着地上遗留的半截残肢却找不到他的踪影,对他的胆识感到无比震惊。
§9.37.4τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον·
当时,他正是这样逃脱了拉刻代蒙人,逃往特革亚避难,而此时的特革亚与拉刻代蒙人关系不睦。
ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος.
伤愈后,他为自己配了一只木制假肢,从此公开与拉刻代蒙人为敌。
οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον· ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπʼ αὐτῶν καὶ ἀπέθανε.
然而,他对拉刻代蒙人怀有的这份仇恨,终究没有给你带来好结果:因为后来他在扎金索斯进行预言时,被他们抓获并处死。

词汇与语法注释

  1. 9.37.1ὡς πεπονθότες — 与主句主语 Σπαρτιῆται 一致的完成时分词。配有 ὡς,表示斯巴达人方面的主观原因或指控(“声称他们遭受了……”)。虽然 πάσχω(遭受)是主动语态完成时分词,但在与 ὑπʼ αὐτοῦ 连用时,具有被动意义(即从他那里遭受了侵害)。
  2. 9.37.2ὥστε τρέχων... πεισόμενος — 希罗多德著作中特有的爱奥尼亚方言用法,其中接续词 ὥστε 引导的是分词(现在分词 τρέχων 和将来分词 πεισόμενος),而非直陈语气或不定式。这强调了当时紧迫的境况或主观的因果条件(“由于他命悬一线,且将要遭受……”)。
  3. 9.37.2ὅκως ἐξελεύσεται — 作分词 σταθμησάμενος(估算、衡量)宾语的间接疑问从句。连接词 ὅκως 相当于雅典方言的 ὅπως。尽管主句语境为过去时,但从句中的动词 ἐξελεύσεται 仍保留将来直陈语气,生动地再现了当时脑中的思虑(“他的残脚将如何脱落出来”)。
  4. 9.37.3οὕτω ὡς... γενέσθαι — 由 οὕτω ὡς 引导结果不定式(γενέσθαι 以及带主格对格的 ἐνέχεσθαι)的句式结构。尽管句中插入了表示让步的属格绝对句(Λακεδαιμονίων πανδημεὶ διζημένων)使结构显得复杂,但其骨架依然是:“通过(夜行晓宿的)这种方式,结果他在第三天晚上到达了特革亚。”

引用这一段

希罗多德, 历史 §9.37.1-9.37.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.37.1-9.37.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。