§9.37.1Μαρδονίῳ δὲ προθυμεομένῳ μάχης ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά, ἀμυνομένῳ δὲ καὶ τούτῳ καλά.
And for Mardonius, who was eager to begin the battle, the sacrifices did not turn out to be favorable, but for him too, if he defended himself, they were favorable.
καὶ γὰρ οὗτος Ἑλληνικοῖσι ἱροῖσι ἐχρᾶτο, μάντιν ἔχων Ἡγησίστρατον ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων ἐόντα λογιμώτατον, τὸν δὴ πρότερον τούτων Σπαρτιῆται λαβόντες ἔδησαν ἐπὶ θανάτῳ ὡς πεπονθότες πολλά τε καὶ ἀνάρσια ὑπʼ αὐτοῦ.
For he too used Greek sacrificial rites, having as his seer Hegesistratus, an Elean and the most famous of the Telliadae, whom indeed previously to this the Spartans had captured and bound for death, because they had suffered many outrageous things at his hands.
§9.37.2ὁ δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενος, ὥστε τρέχων περὶ τῆς ψυχῆς πρό τε τοῦ θανάτου πεισόμενος πολλά τε καὶ λυγρά, ἔργον ἐργάσατο μέζον λόγου.
He, being held in this dire plight, and running for his life and expecting to suffer many grievous things before his death, accomplished a deed greater than words can tell.
ὡς γὰρ δὴ ἐδέδετο ἐν ξύλῳ σιδηροδέτῳ, ἐσενειχθέντος κως σιδηρίου ἐκράτησε, αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων τῶν ἡμεῖς ἴδμεν·
For when he had been bound in iron-bound stocks, having somehow got possession of an iron tool that was smuggled in, he immediately devised a deed the most courageous of all we know.
σταθμησάμενος γὰρ ὅκως ἐξελεύσεταί οἱ τὸ λοιπὸν τοῦ ποδός, ἀπέταμε τὸν ταρσὸν ἑωυτοῦ.
For having calculated how the rest of his foot might escape, he cut off his own tarsus.
§9.37.3ταῦτα δὲ ποιήσας, ὡς φυλασσόμενος ὑπὸ φυλάκων, διορύξας τὸν τοῖχον ἀπέδρη ἐς Τεγέην, τὰς μὲν νύκτας πορευόμενος, τὰς δὲ ἡμέρας καταδύνων ἐς ὕλην καὶ αὐλιζόμενος, οὕτω ὡς Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέσθαι ἐν Τεγέη, τοὺς δὲ ἐν θώματι μεγάλῳ ἐνέχεσθαι τῆς τε τόλμης, ὁρῶντας τὸ ἡμίτομον τοῦ ποδὸς κείμενον, κἀκεῖνον οὐ δυναμένους εὑρεῖν.
Having done this, although he was guarded by guards, he dug through the wall and escaped to Tegea, traveling by night and by day hiding in the woods and resting, so that, while the Lacedaemonians were searching for him with their entire population, on the third night he arrived in Tegea, while they were seized with great wonder at his daring, seeing the half-cut foot lying there and being unable to find him.
§9.37.4τότε μὲν οὕτω διαφυγὼν Λακεδαιμονίους καταφεύγει ἐς Τεγέην ἐοῦσαν οὐκ ἀρθμίην Λακεδαιμονίοισι τοῦτον τὸν χρόνον· ὑγιὴς δὲ γενόμενος καὶ προσποιησάμενος ξύλινον πόδα κατεστήκεε ἐκ τῆς ἰθέης Λακεδαιμονίοισι πολέμιος.
At that time, having thus escaped the Lacedaemonians, he fled for refuge to Tegea, which was not on friendly terms with the Lacedaemonians at that time; and when he had recovered and fitted himself with a wooden foot, he established himself as an outright enemy of the Lacedaemonians.
οὐ μέντοι ἔς γε τέλος οἱ συνήνεικε τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους συγκεκυρημένον· ἥλω γὰρ μαντευόμενος ἐν Ζακύνθῳ ὑπʼ αὐτῶν καὶ ἀπέθανε.
However, in the end, this hatred of his against the Lacedaemonians did not turn out well for him; for while officiating as a seer in Zacynthus, he was captured by them and put to death.