§9.38.1ὁ μέντοι θάνατος ὁ Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν Πλαταιικῶν, τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθωμένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος.
然而,赫格西斯特拉托斯之死是在普拉提亚战役之后;但在当时,他在阿索波斯河畔被马多尼乌斯以重金雇佣,主持祭祀,并因对拉刻代蒙人的仇恨和金钱利益而表现得十分卖力。
§9.38.2ὡς δὲ οὐκ ἐκαλλιέρεε ὥστε μάχεσθαι οὔτε αὐτοῖσι Πέρσῃσι οὔτε τοῖσι μετʼ ἐκείνων ἐοῦσι Ἑλλήνων (εἶχον γὰρ καὶ οὗτοι ἐπʼ ἑωυτῶν μάντιν Ἱππόμαχον Λευκάδιον ἄνδρα), ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων καὶ γινομένων πλεύνων, Τιμηγενίδης ὁ Ἕρπυος ἀνὴρ Θηβαῖος συνεβούλευσε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος φυλάξαι, λέγων ὡς ἐπιρρέουσι οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶσαν ἡμέρην καὶ ὡς ἀπολάμψοιτο συχνούς.
然而,由于祭祀的预兆不吉,无法开战——无论对于波斯人自己,还是对于与他们在一起的希腊人(因为这些人自己也雇有一位预言者,即莱乌卡斯人希波马科斯)都是如此——而此时希腊人正不断涌来,人数日益增多,于是赫尔普斯之子、底比斯人蒂梅格尼达斯向马多尼乌斯建议派兵把守基泰龙山的山口,并说希腊人每天都在不断涌来,他将能截获其中的许多人。