Humanitext Reader

希罗多德 · 历史 §9.27.1-9.27.6

雅典人申述昔日功勋并表态服从安排

第 1482 段,共 1577 段 · 希腊语

内容简介

针对帖吉亚人的主张,雅典人列举了他们辉煌的历史功绩,包括庇护赫拉克勒斯后裔、在底比斯安葬阿耳戈斯人、对抗亚马逊人和特洛伊人,以及马拉松战役的胜利,同时表示愿意服从斯巴达对战阵位置的决定。

§9.27.1οἳ μὲν ταῦτα ἔλεγον, Ἀθηναῖοι δὲ πρὸς ταῦτα ὑπεκρίναντο τάδε. ἐπιστάμεθα μὲν σύνοδον τήνδε μάχης εἵνεκα συλλεγῆναι πρὸς τὸν βάρβαρον, ἀλλʼ οὐ λόγων· ἐπεὶ δὲ ὁ Τεγεήτης προέθηκε παλαιὰ καὶ καινὰ λέγειν τὰ ἑκατέροισι ἐν τῷ παντὶ χρόνῳ κατέργασται χρηστά, ἀναγκαίως ἡμῖν ἔχει δηλῶσαι πρὸς ὑμέας ὅθεν ἡμῖν πατρώιον ἐστὶ ἐοῦσι χρηστοῖσι αἰεὶ πρώτοισι εἶναι μᾶλλον ἢ Ἀρκάσι.
他们如此说道,而雅典人对此作出了如下的回答: “我们确实知道,这次集会是为了对野蛮人进行战斗而召集的,而不是为了口角;但既然帖吉亚人提出要讲述双方自古以来所建立的新旧丰功伟绩,我们就有必要向你们表明,我们作为优秀的人,如何拥有比阿卡迪亚人更优先的祖传权利,始终居于首位。
§9.27.2Ἡρακλείδας, τῶν οὗτοι φασὶ ἀποκτεῖναι τὸν ἡγεμόνα ἐν Ἰσθμῷ, τοῦτο μὲν τούτους, πρότερον ἐξελαυνομένους ὑπὸ πάντων Ἑλλήνων ἐς τοὺς ἀπικοίατο φεύγοντες δουλοσύνην πρὸς Μυκηναίων, μοῦνοι ὑποδεξάμενοι τὴν Εὐρυσθέος ὕβριν κατείλομεν, σὺν ἐκείνοισι μάχῃ νικήσαντες τοὺς τότε ἔχοντας Πελοπόννησον.
首先关于赫拉克勒斯后裔——这些人声称在地峡杀死了他们的领袖——当他们之前为了逃避迈锡尼人的奴役而逃亡,被所有希腊人驱逐时,只有我们收留了他们,挫败了欧律斯透斯的狂妄,并与赫拉克勒斯后裔一同在战斗中击败了当时统治伯罗奔尼撒的人。
§9.27.3τοῦτο δὲ Ἀργείους τοὺς μετὰ Πολυνείκεος ἐπὶ Θήβας ἐλάσαντας, τελευτήσαντας τὸν αἰῶνα καὶ ἀτάφους κειμένους, στρατευσάμενοι ἐπὶ τοὺς Καδμείους ἀνελέσθαι τε τοὺς νεκροὺς φαμὲν καὶ θάψαι τῆς ἡμετέρης ἐν Ἐλευσῖνι.
其次,关于与波吕涅克斯一同征讨底比斯、最终丧命且遗体未被埋葬的阿耳戈斯人,我们主张我们对卡德莫斯人出兵,收回了他们的尸体,并把他们安葬在我们的领地埃勒夫西斯。
§9.27.4ἔστι δὲ ἡμῖν ἔργον εὖ ἔχον καὶ ἐς Ἀμαζονίδας τὰς ἀπὸ Θερμώδοντος ποταμοῦ ἐσβαλούσας κοτὲ ἐς γῆν τὴν Ἀττικήν, καὶ ἐν τοῖσι Τρωικοῖσι πόνοισι οὐδαμῶν ἐλειπόμεθα.
而且,对于曾经从瑟尔莫冬河侵入阿提卡土地的亚马逊人,我们也有着辉煌的战功;在特洛伊战争的艰苦战斗中,我们也不落后于任何人。
ἀλλʼ οὐ γάρ τι προέχει τούτων ἐπιμεμνῆσθαι· καὶ γὰρ ἂν χρηστοὶ τότε ἐόντες ὡυτοὶ νῦν ἂν εἶεν φλαυρότεροι, καὶ τότε ἐόντες φλαῦροι νῦν ἂν εἶεν ἀμείνονες.
然而,提及这些事情并没有什么益处;因为当时优秀的人现在可能变得平庸,而当时平庸的人现在可能变得更好。
§9.27.5παλαιῶν μέν νυν ἔργων ἅλις ἔστω·
那么,关于古代功绩的话题就到此为止吧。
ἡμῖν δὲ εἰ μηδὲν ἄλλο ἐστὶ ἀποδεδεγμένον, ὥσπερ ἐστὶ πολλά τε καὶ εὖ ἔχοντα εἰ τεοῖσι καὶ ἄλλοισι Ἑλλήνων, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐν Μαραθῶνι ἔργου ἄξιοι εἰμὲν τοῦτο τὸ γέρας ἔχειν καὶ ἄλλα πρὸς τούτῳ, οἵτινες μοῦνοι Ἑλλήνων δὴ μουνομαχήσαντες τῷ Πέρσῃ καὶ ἔργῳ τοσούτῳ ἐπιχειρήσαντες περιεγενόμεθα καὶ ἐνικήσαμεν ἔθνεα ἕξ τε καὶ τεσσεράκοντα.
对于我们来说,即使我们没有确立过其他任何功绩(实际上我们建立过许多辉煌的功绩,不亚于任何其他希腊人),但单凭在马拉松的功勋,我们就配享有这项特权以及此外的其他荣誉。 因为在希腊人中,正是我们独自与波斯人单挑,敢于承担如此艰巨的任务并最终克敌制胜,击败了四十六个民族。
§9.27.6ἆρʼ οὐ δίκαιοι εἰμὲν ἔχειν ταύτην τὴν τάξιν ἀπὸ τούτου μούνου τοῦ ἔργου;
难道单凭这一项功绩,我们不就理所应当占据这个位置吗?
ἀλλʼ οὐ γὰρ ἐν τῷ τοιῷδε τάξιος εἵνεκα στασιάζειν πρέπει, ἄρτιοι εἰμὲν πείθεσθαι ὑμῖν ὦ Λακεδαιμόνιοι, ἵνα δοκέει ἐπιτηδεότατον ἡμέας εἶναι ἑστάναι καὶ κατʼ οὕστινας· πάντῃ γὰρ τεταγμένοι πειρησόμεθα εἶναι χρηστοί.
但是在目前的情况下,为了排阵的位置而发生争执是不体面的,我们已经准备好听从你们,拉刻代蒙人啊,无论你们认为我们站在哪里、与谁并肩最合适;因为无论被部署在哪里,我们都将努力表现得勇敢。
ἐξηγέεσθε δὲ ὡς πεισομένων.
请指挥我们吧,因为我们必将听从。 ”

词汇与语法注释

  1. §9.27.1ἐοῦσι χρηστοῖσι — 与格现在分词,与前方的代词 ἡμῖν(“对我们”)在性、数、格上保持一致。在此处作原因或环境状语,意为“既然我们是优秀的人”。
  2. §9.27.2Ἡρακλείδας — 置于句首的宾格名词,在全句语法结构中起到了提题(prolepsis)的作用。在逻辑上,它充当了后文分词 `ὑποδεξάμενοι`(“收留”)的实质宾语,起到在句首强调主题的效果。
  3. §9.27.4ἂν ... ἂν εἶεν — 助词 ἄν 在同一个含有潜在希求法(potential optative)`εἶεν` 的从句中重复出现,以强调其可能性。条件则暗含在分词短语 `χρηστοὶ τότε ἐόντες`(“如果他们当时是优秀的”)中。
  4. §9.27.5εἰ τεοῖσι — `τεοῖσι` 是伊奥尼亚方言,相当于通用希腊语不定代词的与格复数 `τισί`。与 `εἰ` 连用,意为“如果(其他希腊人中)有任何人”。
  5. §9.27.6ὡς πεισομένων — 带有连词 `ὡς` 的属格绝对分词结构,使用了将来时分词 `πεισομένων`(源自 `πείθομαι`),表示说话者主观的态度或决心,用以配合主语的命令句 `ἐξηγέεσθε`(“请指挥”),意为“作为将要服从的人”。

引用这一段

希罗多德, 历史 §9.27.1-9.27.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.27.1-9.27.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。