§9.27.1οἳ μὲν ταῦτα ἔλεγον, Ἀθηναῖοι δὲ πρὸς ταῦτα ὑπεκρίναντο τάδε. ἐπιστάμεθα μὲν σύνοδον τήνδε μάχης εἵνεκα συλλεγῆναι πρὸς τὸν βάρβαρον, ἀλλʼ οὐ λόγων· ἐπεὶ δὲ ὁ Τεγεήτης προέθηκε παλαιὰ καὶ καινὰ λέγειν τὰ ἑκατέροισι ἐν τῷ παντὶ χρόνῳ κατέργασται χρηστά, ἀναγκαίως ἡμῖν ἔχει δηλῶσαι πρὸς ὑμέας ὅθεν ἡμῖν πατρώιον ἐστὶ ἐοῦσι χρηστοῖσι αἰεὶ πρώτοισι εἶναι μᾶλλον ἢ Ἀρκάσι.
They spoke thus, but the Athenians answered them in this way: "We understand indeed that this gathering has assembled for the sake of battle against the barbarian, and not for words; but since the Tegean has proposed to speak of both old and new noble deeds that have been performed by each of us in all time, it is necessary for us to show to you how it is our ancestral right, being noble, always to be first rather than the Arcadians.
§9.27.2Ἡρακλείδας, τῶν οὗτοι φασὶ ἀποκτεῖναι τὸν ἡγεμόνα ἐν Ἰσθμῷ, τοῦτο μὲν τούτους, πρότερον ἐξελαυνομένους ὑπὸ πάντων Ἑλλήνων ἐς τοὺς ἀπικοίατο φεύγοντες δουλοσύνην πρὸς Μυκηναίων, μοῦνοι ὑποδεξάμενοι τὴν Εὐρυσθέος ὕβριν κατείλομεν, σὺν ἐκείνοισι μάχῃ νικήσαντες τοὺς τότε ἔχοντας Πελοπόννησον.
First, as to the Heraclidae—whose leader these men claim to have slain at the Isthmus—when they were previously being driven out by all the Greeks to whom they fled in order to escape slavery from the Mycenaeans, we alone received them and put down the insolence of Eurystheus, defeating in battle, together with those Heraclidae, those who then held the Peloponnese.
§9.27.3τοῦτο δὲ Ἀργείους τοὺς μετὰ Πολυνείκεος ἐπὶ Θήβας ἐλάσαντας, τελευτήσαντας τὸν αἰῶνα καὶ ἀτάφους κειμένους, στρατευσάμενοι ἐπὶ τοὺς Καδμείους ἀνελέσθαι τε τοὺς νεκροὺς φαμὲν καὶ θάψαι τῆς ἡμετέρης ἐν Ἐλευσῖνι.
Secondly, as to the Argives who marched against Thebes with Polynices, who met their end and lay unburied, we claim that we marched against the Cadmeans, recovered their dead bodies, and buried them in our own land at Eleusis.
§9.27.4ἔστι δὲ ἡμῖν ἔργον εὖ ἔχον καὶ ἐς Ἀμαζονίδας τὰς ἀπὸ Θερμώδοντος ποταμοῦ ἐσβαλούσας κοτὲ ἐς γῆν τὴν Ἀττικήν, καὶ ἐν τοῖσι Τρωικοῖσι πόνοισι οὐδαμῶν ἐλειπόμεθα.
And we have a noble deed performed against the Amazons who came from the river Thermodon and once invaded the Attic land; and in the Trojan labors we were left behind by none.
ἀλλʼ οὐ γάρ τι προέχει τούτων ἐπιμεμνῆσθαι· καὶ γὰρ ἂν χρηστοὶ τότε ἐόντες ὡυτοὶ νῦν ἂν εἶεν φλαυρότεροι, καὶ τότε ἐόντες φλαῦροι νῦν ἂν εἶεν ἀμείνονες.
But indeed it is of no advantage to make mention of these things; for those who were noble then might now be baser, and those who were base then might now be better.
§9.27.5παλαιῶν μέν νυν ἔργων ἅλις ἔστω· ἡμῖν δὲ εἰ μηδὲν ἄλλο ἐστὶ ἀποδεδεγμένον, ὥσπερ ἐστὶ πολλά τε καὶ εὖ ἔχοντα εἰ τεοῖσι καὶ ἄλλοισι Ἑλλήνων, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐν Μαραθῶνι ἔργου ἄξιοι εἰμὲν τοῦτο τὸ γέρας ἔχειν καὶ ἄλλα πρὸς τούτῳ, οἵτινες μοῦνοι Ἑλλήνων δὴ μουνομαχήσαντες τῷ Πέρσῃ καὶ ἔργῳ τοσούτῳ ἐπιχειρήσαντες περιεγενόμεθα καὶ ἐνικήσαμεν ἔθνεα ἕξ τε καὶ τεσσεράκοντα.
Now let there be enough of ancient deeds; and as for us, even if no other deed had been performed by us—as indeed there have been many and noble ones, as much as for any other of the Greeks—yet even from the deed at Marathon we are worthy to have this privilege and others besides, we who alone of the Greeks fought single-handed with the Persian and, having undertaken so great an enterprise, prevailed and defeated forty-six nations.
§9.27.6ἆρʼ οὐ δίκαιοι εἰμὲν ἔχειν ταύτην τὴν τάξιν ἀπὸ τούτου μούνου τοῦ ἔργου;
Are we not then justified in having this post from this single deed?
ἀλλʼ οὐ γὰρ ἐν τῷ τοιῷδε τάξιος εἵνεκα στασιάζειν πρέπει, ἄρτιοι εἰμὲν πείθεσθαι ὑμῖν ὦ Λακεδαιμόνιοι, ἵνα δοκέει ἐπιτηδεότατον ἡμέας εἶναι ἑστάναι καὶ κατʼ οὕστινας· πάντῃ γὰρ τεταγμένοι πειρησόμεθα εἶναι χρηστοί.
But since it is not fitting to dispute about our post in such a crisis, we are ready to obey you, O Lacedaemonians, wherever you think it most fitting for us to stand, and next to whomsoever; for wherever we are posted we shall endeavor to be brave.
ἐξηγέεσθε δὲ ὡς πεισομένων.
Command us then as those who will obey."