Humanitext Reader

希罗多德 · 历史 §9.26.1-9.26.7

帖吉亚人与雅典人关于左翼指挥权的争论

第 1481 段,共 1577 段 · 希腊语

内容简介

在普拉提亚排定阵列时,帖吉亚人和雅典人为了争夺另一侧翼端的指挥权展开了激烈争论。帖吉亚人首先发言,凭借他们历史上击败赫拉克勒斯后裔许罗斯等功绩来主张自己的优先权。

§9.26.1ἐνθαῦτα ἐν τῇ διατάξι ἐγένετο λόγων πολλῶν ὠθισμὸς Τεγεητέων τε καὶ Ἀθηναίων· ἐδικαίευν γὰρ αὐτοὶ ἑκάτεροι ἔχειν τὸ ἕτερον κέρας, καὶ καινὰ καὶ παλαιὰ παραφέροντες ἔργα.
在那里,在排定阵列时,帖吉亚人和雅典人之间发生了一场激烈的言语争论;因为他们双方都认为自己有权占据另一侧的翼端,并搬出了新近的和古代的功绩。
τοῦτο μὲν οἱ Τεγεῆται ἔλεγον τάδε. §9.26.2ἡμεῖς αἰεί κοτε ἀξιεύμεθα ταύτης τῆς τάξιος ἐκ τῶν συμμάχων ἁπάντων, ὅσαι ἤδη ἔξοδοι κοιναὶ ἐγένοντο Πελοποννησίοισι καὶ τὸ παλαιὸν καὶ τὸ νέον, ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε Ἡρακλεῖδαι ἐπειρῶντο μετὰ τὸν Εὐρυσθέος θάνατον κατιόντες ἐς Πελοπόννησον·
首先,帖吉亚人这样说道: “自赫拉克勒斯后裔在欧律斯透斯死后企图返回伯罗奔尼撒半岛的那时起,在伯罗奔尼撒人古往今来所进行的一切联合出征中,我们在所有同盟者中一直被认为配得上占有这个位置。
§9.26.3τότε εὑρόμεθα τοῦτο διὰ πρῆγμα τοιόνδε.
当时,我们由于以下事件获得了这一特权。
ἐπεὶ μετὰ Ἀχαιῶν καὶ Ἰώνων τῶν τότε ἐόντων ἐν Πελοποννήσῳ ἐκβοηθήσαντες ἐς τὸν Ἰσθμὸν ἱζόμεθα ἀντίοι τοῖσι κατιοῦσι, τότε ὦν λόγος Ὕλλον ἀγορεύσασθαι ὡς χρεὸν εἴη τὸν μὲν στρατὸν τῷ στρατῷ μὴ ἀνακινδυνεύειν συμβάλλοντα, ἐκ δὲ τοῦ Πελοποννησίου στρατοπέδου τὸν ἂν σφέων αὐτῶν κρίνωσι εἶναι ἄριστον, τοῦτόν οἱ μουνομαχῆσαι ἐπὶ διακειμένοισι.
当我们与当时在伯罗奔尼撒的亚该亚人和爱奥尼亚人一同前往救援,驻扎在地峡,与企图返回的人对峙时,据说当时许罗斯发表演说称,两军交锋不应冒险冲突,而应当从伯罗奔尼撒营地中,选出一个他们认为最优秀的人,在约定的条件下与他进行一场单挑。
§9.26.4ἔδοξέ τε τοῖσι Πελοποννησίοισι ταῦτα εἶναι ποιητέα καὶ ἔταμον ὅρκιον ἐπὶ λόγῳ τοιῷδε, ἢν μὲν Ὕλλος νικήσῃ τὸν Πελοποννησίων ἡγεμόνα, κατιέναι Ἡρακλείδας ἐπὶ τὰ πατρώια, ἢν δὲ νικηθῇ, τὰ ἔμπαλιν Ἡρακλείδας ἀπαλλάσσεσθαι καὶ ἀπάγειν τὴν στρατιὴν ἑκατόν τε ἐτέων μὴ ζητῆσαι κάτοδον ἐς Πελοπόννησον.
伯罗奔尼撒人也认为应当这样做,并按以下条款立下誓言:如果许罗斯战胜了伯罗奔尼撒人的领袖,赫拉克勒斯后裔就回到祖先的土地;但如果他战败,相反地,赫拉克勒斯后裔就必须撤离并带走他们的军队,在一百年内不再寻求返回伯罗奔尼撒。
§9.26.5προσκρίθη τε δὴ ἐκ πάντων τῶν συμμάχων ἐθελοντὴς Ἔχεμος ὁ Ἠερόπου τοῦ Φηγέος στρατηγός τε ἐὼν καὶ βασιλεὺς ἡμέτερος, καὶ ἐμουνομάχησέ τε καὶ ἀπέκτεινε Ὕλλον.
于是,在所有的同盟者中,选出了我们的将军和国王——埃罗波斯之子、斐勾斯之孙埃克摩斯作为自愿者,他进行了单挑并杀死了许罗斯。
ἐκ τούτου τοῦ ἔργου εὑρόμεθα ἐν Πελοποννησίοισί γε τοῖσι τότε καὶ ἄλλα γέρεα μεγάλα, τὰ διατελέομεν ἔχοντες, καὶ τοῦ κέρεος τοῦ ἑτέρου αἰεὶ ἡγεμονεύειν κοινῆς ἐξόδου γινομένης.
由于这一功绩,我们在当时的伯罗奔尼撒人中获得了其他伟大的特权(我们至今仍保有这些特权),并且在每次共同出征时,始终指挥另一侧的翼端。
§9.26.6ὑμῖν μέν νυν ὦ Λακεδαιμόνιοι οὐκ ἀντιεύμεθα, ἀλλὰ διδόντες αἵρεσιν ὁκοτέρου βούλεσθε κέρεος ἄρχειν παρίεμεν· τοῦ δὲ ἑτέρου φαμὲν ἡμέας ἱκνέεσθαι ἡγεμονεύειν κατά περ ἐν τῷ πρόσθε χρόνῳ.
拉刻代蒙人啊,我们现在并不反对你们,而是让你们选择愿意指挥哪一侧的翼端,并向你们让步;但我们主张,另一侧的翼端理应由我们来指挥,正如以往一样。
χωρίς τε τούτου τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην τὴν τάξιν ἔχειν.
除了刚才所叙述的这一功绩之外,我们也比雅典人更有资格占据这个位置。
§9.26.7πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντες πρὸς ὑμέας ἡμῖν, ἄνδρες Σπαρτιῆται, ἀγῶνες ἀγωνίδαται, πολλοὶ δὲ καὶ πρὸς ἄλλους.
斯巴达人啊,我们对你们进行过许多次取得成功的战斗,对其他人也是如此。
οὕτω ὦν δίκαιον ἡμέας ἔχειν τὸ ἕτερον κέρας ἤ περ Ἀθηναίους· οὐ γάρ σφι ἐστὶ ἔργα οἷά περ ἡμῖν κατεργασμένα, οὔτʼ ὦν καινὰ οὔτε παλαιά.
因此,由我们占据另一侧翼端比雅典人更合理;因为他们并没有像我们那样建立过任何功绩,无论是新近的还是古代的。 ”

词汇与语法注释

  1. 9.26.1τὸ ἕτερον κέρας — 直译为“另一侧的翼端”。因为斯巴达人作为盟主自动占领了右翼(或主要的一侧端),所以这里指剩下的一侧(通常是左翼)。
  2. 9.26.2ἀξιεύμεθα... ἐκ τῶν συμμάχων — 被动语态 ἀξιόομαι(被认为配得上)与表示施动者的 ἐκ + 属格结合,意为“被(全体)同盟者认为有资格”。也可以解释为“在同盟者中要求”,但从上下文来看,强调在过去联合出征中一贯获得承认的被动语态色彩更强。
  3. 9.26.3λόγος Ὕλλον ἀγορεύσασθαι — 无人称句 λόγος [环境动词 ἐστί](有传闻说、据说)后接宾格加不定式结构(Ὕλλον ἀγορεύσασθαι)。此外,其说话内容由 ὡς χρεὸν εἴη... 引导的从句(以及后续的不定式 μὴ ἀνακινδυνεύειν, μουνομαχῆσαι)接续,形成了复杂的嵌套结构。
  4. 9.26.7ἀγωνίδαται — 动词 ἀγωνίζομαι 的第三人称复数完成时被动语态的爱奥尼亚方言形式(相当于雅典方言的 ἠγώνισνται)。这是希罗多德著作中常见的、辅音或塞音词干动词在第三人称复数完成/过去完成时被动语态中使用尾缀 `-αται` 的典型例子。

引用这一段

希罗多德, 历史 §9.26.1-9.26.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.26.1-9.26.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。