Humanitext Reader

希罗多德 · 历史 §9.28.1-9.28.6

雅典人取得左翼与希腊联军的排兵布阵

第 1483 段,共 1577 段 · 希腊语

内容简介

在拉刻代蒙人的支持下,雅典人获得了左翼的阵位,随后详细记载了普拉塔亚战役中希腊联军从右翼到左翼的整体排阵与兵力分布。

§9.28.1οἱ μὲν ταῦτα ἀμείβοντο, Λακεδαιμονίων δὲ ἀνέβωσε ἅπαν τὸ στρατόπεδον Ἀθηναίους ἀξιονικοτέρους εἶναι ἔχειν τὸ κέρας ἤ περ Ἀρκάδας.
他们作出了这样的回答,而拉刻代蒙人的整个军营都大声呼喊,认为雅典人比阿卡迪亚人更配拥有侧翼的阵位。
οὕτω δὴ ἔσχον οἱ Ἀθηναῖοι καὶ ὑπερεβάλοντο τοὺς Τεγεήτας.
于是雅典人便获得了这个位置,并压倒了帖吉亚人。
§9.28.2μετὰ δὲ ταῦτα ἐτάσσοντο ὧδε οἱ ἐπιφοιτῶντές τε καὶ οἱ ἀρχὴν ἐλθόντες Ἑλλήνων. τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων μύριοι· τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι, περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι.
在此之后,陆陆续续抵达的希腊人以及起初就到来的希腊人,按照如下方式进行了排阵:右翼由一万名拉刻代蒙人据守;在这些人中,作为斯巴达人的五千人由三万五千名轻装的希洛人护卫,每名斯巴达人身旁部署了七名希洛人。
§9.28.3προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς· τούτων δʼ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντακόσιοι.
斯巴达人出于对荣誉和勇气的尊重,选择让帖吉亚人紧挨着自己站立;在帖吉亚人中,有重装步兵一千五百人。
μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακισχίλιοι, παρὰ δὲ σφίσι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτιδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους.
在他们之后站立着五千名科林斯人,而在科林斯人身旁,来自帕勒涅的波提代亚人中在场的三百人,通过向保萨尼阿斯争取,获准站立于此。
§9.28.4τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι, τούτων δὲ Σικυώνιοι τρισχίλιοι.
紧挨着他们站立的是六百名来自奥尔科美诺斯的阿卡迪亚人,在他们之后是三千名西库昂人。
τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι.
紧随他们的是八百名埃皮达夫鲁斯人。
παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι, Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι, τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι, τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι.
在他们身旁部署了一千名特罗伊曾人,紧挨着特罗伊曾人的是二百名勒普勒翁人,在他们之后是四百名迈锡尼人和蒂林斯人,紧挨着他们的是一千名弗利乌斯人。
παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι.
在他们身旁站立着三百名赫耳弥俄涅人。
§9.28.5Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι, τούτων δὲ Χαλκιδέες τετρακόσιοι, τούτων δὲ Ἀμπρακιητέων πεντακόσιοι.
紧挨着赫耳弥俄涅人站立的是六百名埃雷特里亚人和斯蒂拉人,在他们之后是四百名卡尔基斯人,在他们之后是五百名安布拉基亚人。
μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν, τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι.
在他们之后站立着八百名莱夫卡斯人和阿纳克托里翁人,紧挨着他们的是二百名来自凯法莱尼亚的帕勒人。
§9.28.6μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν.
在他们之后部署了五百名埃伊纳人。
παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι.
在他们身旁部署了三千名麦加拉人。
εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι.
紧随他们的是六百名普拉塔亚人。
τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο, κέρας ἔχοντες τὸ εὐώνυμον, ὀκτακισχίλιοι· ἐστρατήγεε δʼ αὐτῶν Ἀριστείδης ὁ Λυσιμάχου.
最后同时也是最首要的位置部署了八千名雅典人,他们据守着左翼;他们的将军是路西马科斯之子阿里斯泰德。

词汇与语法注释

  1. §9.28.1ἀξιονικοτέρους εἶναι ἔχειν τὸ κέρας — ἀξιονικοτέρους 是形容词 ἀξιονικότερος(更配获得胜利、更有资格获得荣誉)的阳性复数宾格。不定式 ἔχειν(占有、据守)作修饰成分,表示行为的方面或结果。
  2. §9.28.2πεντακισχίλιοι καὶ τρισμύριοι — 数字意为三万五千。这与前文提到的,每名斯巴达人(共五千人,即 πεντακισχίλιοι)身旁部署七名(ἑπτὰ)希洛人的计算(5,000 × 7 = 35,000)完全一致。
  3. §9.28.3εὕροντο παρὰ Παυσανίεω ἑστάναι — εὕροντο 是 εὑρίσκω 的不定过去时中动态,意为为自己争取到、获得。此句描述了他们如何获得保萨尼阿斯的许可而站立于此。宾格短语 τοὺς παρεόντας τριηκοσίους 是不定式 ἑστάναι 的逻辑主语。
  4. §9.28.6τελευταῖοι δὲ καὶ πρῶτοι — 最后且最先(首要)。在空间上,这表示雅典人位于距离右翼斯巴达人最远的最后端(左翼端);同时,这也双重地表达了他们在联军中占据仅次于斯巴达人的第一等地位的特权。

引用这一段

希罗多德, 历史 §9.28.1-9.28.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.28.1-9.28.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。