Humanitext Reader

希罗多德 · 历史 §9.21.1-9.21.3

麦加拉的困境与雅典军队的请缨

第 1476 段,共 1577 段 · 希腊语

内容简介

面对波斯骑兵的猛烈进攻,麦加拉人派遣使者发出警告,称若无援军他们将放弃该要害阵地。在其他希腊人退缩时,雅典人自愿派出由奥林匹奥多罗斯指挥的三百精兵前去接替。

§9.21.1κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός, καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ.
偶然的是,麦加拉人碰巧被部署在整个地势中最易受攻击的地方,而且那里也是最易受到骑兵逼近的通道。
προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα, ἀπικόμενος δὲ ὁ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε.
因此,当骑兵发起进攻时,处于困境中的麦加拉人便向希腊人的将领们派出了一名使者。
§9.21.2Μεγαρέες λέγουσι· ἡμεῖς, ἄνδρες σύμμαχοι, οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι, ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν·
使者到达后对他们说道: “麦加拉人说:同盟的诸位,我们仅凭自己是无法抵挡波斯骑兵的,即便我们坚守着最初所就的这一阵地。
ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι.
然而直到现在,我们虽身处困境,仍凭借着坚忍与勇气坚守着。
νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος, ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν.
如今,除非你们派遣其他人来接替我们的防线,否则请你们知道,我们将不得不放弃这一阵地。
§9.21.3ὃ μὲν δή σφι ταῦτα ἀπήγγελλε, Παυσανίης δὲ ἀποπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι.
” 使者向他们报告了这些话,而保萨尼亚斯则在希腊人中进行试探,看是否有其他人愿意自愿前往该地,并接替麦加拉人的防务。
οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες, τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος ὁ Λάμπωνος.
在其他人都不愿意的情况下,雅典人承担了这一任务,具体是由兰蓬之子奥林匹奥多罗斯所指挥的三百名雅典精锐。

词汇与语法注释

  1. §9.21.1ἔτυχον ταχθέντες — 动词 `τυγχάνω` 与被动分词 `ταχθέντες` 的结合,意为“碰巧被部署在”。
  2. §9.21.2στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν — 在由关系代词 `τήν`(伊奥尼亚方言中相当于 `ἥν`)引导的关系从句中,名词宾格 `ἀρχήν` 作副词性使用(意为“最初”)。整句意为“我们最初所就的这一阵地”。
  3. §9.21.2ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν — 动词 `οἶδα`(知道)的第二人称复数命令式 `ἴστε`,接宾格主语 `ἡμέας` 和将来分词 `ἐκλείψοντας` 作分词补足语,表示强烈的警告:“知道我们将要放弃这一阵地”。

引用这一段

希罗多德, 历史 §9.21.1-9.21.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.21.1-9.21.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。