§9.21.1κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός, καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ.
偶然にも、メガラ人たちは全地のうちで最も攻撃にさらされやすい場所に配置されており、そこは騎兵が最も近づきやすい場所であった。
προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα, ἀπικόμενος δὲ ὁ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε.
そこで、騎兵が攻撃を仕掛けてくると、メガラ人たちは追い詰められ、ギリシア人たちの将軍たちのもとへ伝令を送った。 到着した伝令は彼らに次のように言った。
§9.21.2Μεγαρέες λέγουσι·
「同盟国の諸君、メガラ人はこう言っている。
ἡμεῖς, ἄνδρες σύμμαχοι, οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι, ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν·
我々は、最初に就いたこの持ち場を保持しているものの、自分たちだけではペルシアの騎兵を食い止めることはできない。
ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι.
しかしこれまでのところ、我々は追い詰められながらも、忍耐と勇気によって持ちこたえてきた。
νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος, ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν.
だが今、もし我々の陣地の交代要員として他の誰かを送ってくれないのであれば、我々がこの陣地を放棄することになると知ってほしい。
§9.21.3ὃ μὲν δή σφι ταῦτα ἀπήγγελλε, Παυσανίης δὲ ἀποπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι.
」伝令が彼らにこれらのことを告げると、パウサニアスは、他の誰かが志願してこの場所へ赴き、メガラの交代要員として配置されることを望むかどうか、ギリシア人たちを打診した。
οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες, τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος ὁ Λάμπωνος.
しかし他の者たちが望まない中、アテナイ人がそれを引き受け、アテナイ人のうちでは、ランプンの子オリンピオドロスが指揮する三百人の精鋭がこれを引き受けた。