§9.21.1κατὰ συντυχίην δὲ Μεγαρέες ἔτυχον ταχθέντες τῇ τε ἐπιμαχώτατον ἦν τοῦ χωρίου παντός, καὶ πρόσοδος μάλιστα ταύτῃ ἐγίνετο τῇ ἵππῳ.
By chance, the Megarians happened to be stationed where the ground was most open to attack of all the area, and where the cavalry could most easily approach.
προσβαλλούσης ὦν τῆς ἵππου οἱ Μεγαρέες πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺς στρατηγοὺς τῶν Ἑλλήνων κήρυκα, ἀπικόμενος δὲ ὁ κῆρυξ πρὸς αὐτοὺς ἔλεγε τάδε. §9.21.2Μεγαρέες λέγουσι· ἡμεῖς, ἄνδρες σύμμαχοι, οὐ δυνατοί εἰμεν τὴν Περσέων ἵππον δέκεσθαι μοῦνοι, ἔχοντες στάσιν ταύτην ἐς τὴν ἔστημεν ἀρχήν·
Therefore, when the cavalry made their charge, the Megarians, being hard pressed, sent a herald to the generals of the Greeks, and when the herald arrived, he spoke to them as follows: "The Megarians say: Allies, we are not able to withstand the Persian cavalry by ourselves, holding this position which we initially took.
ἀλλὰ καὶ ἐς τόδε λιπαρίῃ τε καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι.
Yet, up to this point, we have held out through perseverance and courage, although we are hard pressed.
νῦν τε εἰ μή τινας ἄλλους πέμψετε διαδόχους τῆς τάξιος, ἴστε ἡμέας ἐκλείψοντας τὴν τάξιν. §9.21.3ὃ μὲν δή σφι ταῦτα ἀπήγγελλε, Παυσανίης δὲ ἀποπειρᾶτο τῶν Ἑλλήνων εἴ τινες ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐς τὸν χῶρον τοῦτον καὶ τάσσεσθαι διάδοχοι Μεγαρεῦσι.
And now, unless you send some others to relieve us in our position, know that we shall abandon this post." He indeed reported these things to them, and Pausanias tested the Greeks to see if any others would volunteer to go to this place and be stationed to relieve the Megarians.
οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόσιοι λογάδες, τῶν ἐλοχήγεε Ὀλυμπιόδωρος ὁ Λάμπωνος.
But since the others were unwilling, the Athenians undertook it, namely, the three hundred chosen men of the Athenians, who were commanded by Olympiodorus the son of Lampon.